Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Δέκα ἐπιχειρήματα κατὰ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Εισαγωγή και Συλλογισμοί Α΄-Δ΄: Οι βαθμοί καθαρότητας και η ανισότητα της δόξας

Προβάλλονται τα πρώτα επιχειρήματα κατά του καθαρτηρίου πυρός, τα οποία καταδεικνύουν ότι η αποδοχή του θα εξίσωνε όλους τους σεσωσμένους και θα καταργούσε τις πολλές μονές της μακαριότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 2

ΣΥΛΛΟΓΙΣΜΟΙ ΔΕΚΑ ΔΕΙΚΝΥΝΤΕΣ ὍΤΙ ΟΥΚ ἘΣΤΙ ΠΥΡ ΚΑΘΑΡΤΗΡΙΟΝ. αος. Τῶν τὴν τοῦ Θεοῦ δόξαν ὁρώντων ἕτερος ἑτέρου τελεώτερον ὁρᾷ, τελεώτερον δὲ ὁρᾷ ὁ μᾶλλον κεκαθαρμένος· τὸ δὲ μᾶλλον κεκαθάρθαι τὸν ἧττον κεκαθαρμένον εἰσάγει, ὅστις οὖν ἐστιν ὁ ἧττον τῆς θεωρίας ἀπολαύων· εἰ γὰρ τῷ μᾶλλον ἕπεται τὸ μᾶλλον, καὶ τῷ ἧττον τὸ ἧττον. Ὥστε καὶ ὁ ἐπισυρόμενος μέν τινα μικρὰ δὲ ὅμως ἁμαρτήματα, ὁρᾷ καὶ αὐτὸς τὸν Θεὸν ἄνευ τοῦ καθαρτηρίου ἐπιδεηθῆναι πυρός, ἀντὶ τούτου τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀρκούσης κατὰ τὸν τὰ θεῖα πολὺν Διονύσιον «τοῖς ὁσίως βιώσασιν ἀντιδίδοσθαι» λέγοντα «τὴν φανοτάτην καὶ θείαν ζωὴν κατ’ ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ ἀνθρωπίνης ἀσθενείας κηλίδας, ἐπείπερ οὐδείς, ὡς τὰ λόγιά <φησι>, καθαρὸς ἀπὸ ῥύπου». βος. Ἔτι εἴ τινα κατά τι ἓν καὶ τὸ αὐτὸ ταὐτά εἰσιν ἀλλήλοις, οὐδὲν ἀλλήλων κατ’ ἐκεῖνο διοίσουσιν· ἃ δὲ ἀλλήλων κατά τι οὐ διαφέρουσιν, οὐδὲ κατὰ τὴν καθ’ ὅ εἰσι ταὐτὰ ἐνέργειαν ἀλλήλων διοίσουσι, καὶ διὰ τοῦτο οὐδὲ τὸ ἀντικείμενον τέλος τῇ ἐνεργείᾳ ἐκείνῃ ἕτερον καὶ ἕτερον ἔσται, ἀλλ’ ἓν καὶ αὐτό.

Ἀλλὰ τῇ μὲν ἀπὸ τῆς καθαρότητος ἐνεργείᾳ τῇ ἀπό τε τῆς τῆς ἁμαρτίας ἀποστροφῆς καὶ τῆς πρὸς <τὴν> ἀρετὴν ἐπιστροφῆς τε καὶ ἐργασίας συνισταμένῃ ἡ τοῦ Θεοῦ θεωρία ἀντίκειται· καθαρὸς δὲ καθαροῦ οὐδὲν διαφέρει· εἰ δὴ ὅσοι τὴν ἁμαρτίαν μισήσαντες, δράσαντες δὲ καὶ τὰ πλείω ἀγαθά, ἢ μηδὲν δράσαντες, οὐ συγχωρήσαντος τοῦ θανάτου, θανόντες δ’ ὅμως μετὰ θελήσεως ἀγαθῆς, διὰ τοῦ καθαρτηρίου καθαίρονται, αὐτοί τε πάντες, ἢ κεκαθαρμένοι ἢ καθαροί, διοίσουσιν ἀλλήλων οὐδέν, οὔτε μὴν τῶν ἀποιχομένων τοῦ βίου σὺν ἀγαθῇ τε θελήσει καὶ δράσει τῶν ἀγαθῶν· θελήσεως μὲν γὰρ εὐθύτητος ἕνεκα εἰσὶν οἱ αὐτοί· πρὸς δὲ ἀπὸ τῶν πράξεων ἐλλιπές, ἡ διὰ τοῦ παροδικοῦ πυρὸς παραλαμβάνεται κάθαρσις· λείπεται δὴ μηδὲ κατὰ τὴν τοῦτο ἐνέργειαν, οὔτε <κατὰ> τὸ ταύτῃ ἀντικείμενον τέλος διαφέρειν τοὺς μακαρίους ἀλλήλων οὐδέν, ἀλλὰ τήν τε ἐνέργειαν αὐτῶν ᾗ καθαρῶν τὴν αὐτὴν εἶναι, ἐπίσης τε ὁμοίως ἐφικέσθαι τοῦ αὐτοῦ τέλους.

Ἐπίσης ἄρα τὴν ἐκ τοῦ Θεοῦ δόξαν ὄψονται πάντες. Ἀλλὰ τοὐναντίον τῇ ἐκκλησίᾳ δοκεῖ, πολλὰς μονὰς ἐν τῇ τοῦ Θεοῦ τιθεμένῃ θεωρίᾳ, τάξεών τε καὶ βαθμῶν εἰσαγούσῃ διαφορότητα. γος. Ἔτι ἐν ταῖς κεκαθαρμέναις ψυχαῖς οὐκ ἂν ἔτι τὸ κακὸν θεωρεῖται, δι’ ὃ τοῦ πυρὸς ἐδέησε· τὴν γὰρ κάθαρσιν ἀνάγκη τέλος ἔχειν τὴν τοῦ κακοῦ ἀπαλλαγήν· τὸ δὲ κακὸν καὶ τὸ ἀγαθὸν ἀντίκεινται ὡς στέρησις καὶ τὸ εἶδος. Ἀλλ’ ἐν ὅσοις μηδέν τι θεωρεῖται τῆς στερήσεως, τέλειον ἐν τούτοις ἀνάγκη τὸ εἶδος εἶναι, διὰ τὸ τὸ ἀτελὲς μὴ συμβαίνειν ἢ κατὰ τὴν στέρησιν. Ἡ ψυχὴ ἄρα καθαρθεῖσα τέλειον ἕξει τὸ ἀγαθόν, ὅπερ ἡ μακαριότης ἀπαιτεῖ. Ἀλλ’ εἰ πλείω τελεία ἐν τῷ αὐτῷ εἴδει εἶεν, οὐ διοίσουσιν ἀλλήλων ἐν τῷ ἀγαθῷ ἢ κατὰ τὸν ἀριθμόν· καὶ ἐπεὶ τὸ ἀντικείμενον τέλος, ὅπερ ἐστὶν ἡ μακαριότης, οὐ δέδοται, εἰ μὴ κατὰ τὸν λόγον τῆς καθαρότητος, συμβαίνει πάσας τὰς τῶν μακαρίων ψυχὰς ἐν τῇ αὐτῇ θεωρίᾳ τοῦ Θεοῦ εἶναι, ὅπερ ἐστὶν ἡ μακαριότης.

Τοῦτο δέ ἐστι ψεῦδος· φησὶ γὰρ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις πολλὰς μονὰς παρὰ τῇ τοῦ Πατρὸς εἶναι οἰκίᾳ· ὅπερ οὐκ ὀλίγοι τῶν ἁγίων, οἷς οὐκ ἄξιον ἀπιστεῖν, τὴν διαφορὰν τῆς μακαρίας ἐκείνης ζωῆς σημαίνειν ὑπέλαβον. Τὸ ἑπόμενον ἄρα. δος. Ἔτι ἡ τῆς ἁμαρτίας ἀποστροφὴ ἐπιστροφή ἐστι πρὸς Θεὸν καὶ ἀγάπη τῆς ἀρετῆς, δι’ ἧς ἄνιμεν πρὸς Θεόν. Ἀλλ’ εἰ μὲν τῆς θελήσεως τεταγμένης καὶ ἡ τῶν ἀρετῶν ἐργασία προσγένοιτο, τὸ ἐλλεῖπον οὐδέν· εἰ δ’ ἡ μὲν ἔχει τὸ ἄπταιστον, ἡ δὲ τῶν ἀρετῶν ἐργασία τῇ τομῇ κωλυθῇ τοῦ θανάτου, τὸ ταύτης τῆς ψυχῆς διαφέρον ἐκείνης τῆς ψυχῆς τῆς ἐχούσης ἀμφότερα οὐκ ἔστιν ἕτερον, εἰ μὴ κατὰ τὸ ἐλλείπεσθαι ταύτης κατὰ τὰς πράξεις, τὰς κατ’ ἀρετὴν δηλονότι. Εἰ μὲν οὖν οὕτως ἄνευ κολάσεως τῆς μακαριότητος καὶ αὕτη γένοιτ’ ἂν ἐπιτυχής, ἀναγκαῖον μὴ τῶν αὐτῶν ἀξιωθῆναι, ὧν καὶ αἱ τέλειαι, καὶ οὕτως αἱ διάφοροι μοναὶ σχοῖεν ἂν τὴν ἀνάγκην· εἰ <δὲ> διὰ τὸ ἐκλελοιπέναι, διὰ τοῦτο κολάζεται, καὶ δὴ τοῦ καθαρτηρίου δίεισιν, ἰσάζοιτ’ ἄν ποτε τῇ τελείᾳ, ἀντισηκωθέντος δὴ τῆς κολάσεως τοῦ ἐλλείμματος, καὶ οὕτως ἐπίσης ἅπαντες τὸν Θεὸν ὄψονται· ὅπερ ὡς ἄτοπον ἀπελήλαται. εος.