Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες εἰς τὸν ἅγιον Ἰάκωβον τὸν Πέρσην

Μᾶρκος ὁ Εὐγενικός

Κανών Ιωάννου του Ευγενικού: Ωδές α΄-γ΄

Εισαγωγή και πρώτες ωδές του δεύτερου κανόνα, έργου του Ιωάννη του Ευγενικού, αφιερωμένου στον εξ Ανατολής μάρτυρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 6

Ἕτερος κανὼν Ἰωάννου διακόνου τοῦ Εὐγενικοῦ οὗ ἡ ἀκροστιχίς· Τὸν ἐκ Περσίδος ἀθλητὴν ὕμνοις στέφω, ἐν δὲ τοῖς θεοτοκίοις· Ὁ Εὐγενικός. ᾠδὴ αʹ. Ἦχος πλάγιος τέταρτος. Ἁρματηλάτην. Τὸν εὐγενέστατον καὶ θεῖον ὅρπηκα τὸν ἐκβλαστήσαντα ἐξ εὐγενοῦς ῥίζης φυτὸν εὐγενέστερον καὶ κλάδον θεοπρόβλητον τὸν περίδοξον ὄντως καὶ ἀθλοφόρον Ἰάκωβον ᾄσμασι, πιστοί, εὐφημήσωμεν.

Ὁ τοῦ τυράννου καθελὼν τὸ φρόνημα καὶ ἀρχεκάκου ἐχθροῦ καταβαλὼν θράσος ἀθλητῶν ἀγλάϊσμα οὕτω κἀμοῦ κατάβαλε ἐκ ψυχῆς τὴν λιθώδη ἀναισθησίαν καὶ δώρησαι λόγον καταξίαν ὑμνῆσαί σε. Νικητικὰ μὲν τὰ βραβεῖα εἴληφας ὡς νικητὴς γεγονὼς παρὰ Θεοῦ, μάρτυς τῶν πολλῶν ἀντάξια καμάτων καὶ τῶν ἄθλων σου καὶ μεγάλων ἀγώνων ὧν τὸ βαρύ, παναοίδιμε ἔτλης παρ’ αὐτοῦ δυναμούμενος.

Ἐκ τῆς Περσίδος ἀνατείλας ἥλιος ὥσπερ πολύφωτος καὶ φεραυγὲς ἄστρον τοῖς πιστοῖς ἐξέλαμψας καταλαμπρύνων θαύμασι τοὺς τιμῶντας τὴν μνήμην τὴν ἱεράν σου, πανένδοξε καὶ χρεωστικῶς μακαρίζοντας. {θεοτοκίον} Ὁ προαιώνιος Θεὸς καὶ ἄναρχος ἀρχὴν ἐκ σοῦ χρονικὴν ἀναλαβών, Κόρη ὡς αὐτὸς εὐδόκησε σωματωθεὶς ἐν μήτρᾳ σου καὶ θεώσας τὴν φύσιν τὴν τῶν ἀνθρώπων, Πανάμωμε ὥσπερ ἦς πρὸ τόκου, τετήρηκεν.

ᾠδὴ γʹ. Ὁ στερεώσας κατ’ ἀρχάς. Κραταιοφρόνως πρὸς ἀρχὰς τοῦ σκότους καὶ ἐξουσίας πρὸς δεινὰς ἐπιβουλὰς τῶν τυράννων ὁ στερρότατος Χριστοῦ μάρτυς παραταξάμενος ὑπ’ οὐδενὸς τῶν πάντων ὡς μεγαλόνους νενίκηται.

Προκαθηράμενος τὸν νοῦν ἐξ ὑλικῆς προσπαθείας καὶ ψυχὴν καθαγιάσας τῷ λόγῳ ταῖς δειναῖς προσομιλῶν κολάσεσιν, ἀοίδιμε καρτερικῶς διῆγες ἀποσκοπῶν πρὸς τὰ μέλλοντα. Ἐπιλαβόμενος ζωῆς τῆς ἀϊδίου, τρισμάκαρ κατεφρόνησας ζωῆς τῆς προσκαίρου κατὰ Παῦλον ἀληθῶς κραυγάζων τῷ δεσπότῃ σου „οὐδέν με τῶν παρόντων τῆς σῆς ἀγάπης χωρίσει, Χριστέ“.

Ῥωμαλεότητι φρενῶν καὶ λογισμῶν ἀνενδότῳ καρτερίᾳ καὶ στερρότητι γνώμης οὐχ ὑπέπτηξας πικρὰν κατατομήν, θαυμάσιε μελῶν σαρκὸς οἰκείας ὑπὲρ τὴν σάρκα γενόμενος. {θεοτοκίον} Ἐξανατείλας ἐκ χρυσῆς ἀνατολῆς τῆς γαστρός σου ὁ ἀχώρητος τῷ σύμπαντι λόγος ὡς νυμφίος ἐκ παστοῦ θεοπρεπῶς ἐφύλαξε σῆς παρθενίας πύλας ὡς ἦσαν καὶ πρὸ γεννήσεως.