Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Κανόνες εἰς τὸν ἅγιον Ἰάκωβον τὸν Πέρσην
Κανών Μάρκου του Ευγενικού: Ωδές ζ΄-θ΄
Ολοκλήρωση του πρώτου κανόνα με εκτενείς αναφορές στον σταδιακό διαμελισμό του αγίου και επίκληση της μεσιτείας του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανών Μάρκου του Ευγενικού: Ωδές ζ΄-θ΄
Ολοκλήρωση του πρώτου κανόνα με εκτενείς αναφορές στον σταδιακό διαμελισμό του αγίου και επίκληση της μεσιτείας του.
ᾠδὴ ζʹ. Οὐκ ἐλάτρευσαν. Ἰδιαίτατα τῇ μνήμῃ σου κουφίζομαι καὶ ἔνθους γίνομαι κλέος μαρτύρων Χριστοῦ καὶ σοὶ τῆς ἀθλήσεως ὑπερφυῶς κοινωνῶν μετανίσταμαι πρὸς θειοτέραν ἕνωσιν ἧς αὐτός μοι μεσιτεύεις. Τὸν ἐν σώματι θνητῷ παραταξάμενον καὶ κατισχύσαντα πρὸς ἀσωμάτους ἐχθροὺς δεινοὺς κοσμοκράτορας ἐναερίους ἀρχὰς ἀναδήσωμεν ἐπινικίοις ᾄσμασι καὶ στεφάνοις ἐγκωμίων.
Ὁλομέλειαν τὴν ἔνδον προνοούμενος περιποιήσασθαι τῇ ἱερᾷ σου ψυχῇ δακτύλους ἐκτέτμησαι τῶν σῶν χειρῶν καὶ ποδῶν καρτερόψυχε ὑμνολογῶν τὸν κτίσαντα δεκαχόρδῳ ψαλτηρίῳ. {θεοτοκίον} Ἱλαστήριον τοῦ κόσμου, Χαῖρε Ἄχραντε Χαῖρε λυχνία χρυσῆ <⏑⏑⏑– ⏑⏑ –> Ἀδὰμ ἡ ἀνάκλησις Εὔας ἡ λύτρωσις ὄρος ἅγιον περιφανὲς ἁγίασμα καὶ νυμφὼν ἀθανασίας.
ᾠδὴ ηʹ. Ἄκουε κόρη παρθένε. Σὲ τὸ ἀρνίον Χριστοῦ τοῦ Θεοῦ σπαράττοντες οἱ ὠμησταὶ θηρίων δίκην ἀγρίων ἀνηλεῶς μαχαίραις μελεϊστὶ κατέτεμνον πονηροὶ δὲ παρακλήτορες ἑτέρωθεν κατέσειον τὴν σὴν ψυχήν, ἀθλητὰ σὺ δὲ πᾶσι τούτοις ἀκλινὴς ἀνένδοτος ἵστασο ὡς πέτρα κυμάτων πρὸς ἐφόδους.
Δέον θαυμάζειν τῆς ὑπομονῆς τὸ μέγεθος τοὺς ἀσεβεῖς οἰκτείρειν σῶμα τεμνόμενον ὡς φυτόν οἱ δὲ καὶ προσεπεμβαίνειν ᾤοντο δεῖν καὶ πρὸς ἄρνησιν ἐφέλκεσθαι τοῦ ζῶντος τὸν ὁπλίτην Θεοῦ αὐτὸς δὲ φέρων τὸ ζῶν ἐν καρδίᾳ ὕδωρ τὸν φλογμὸν ἀνέψυχε τῶν πικρῶν βασάνων καὶ πικροτέρων λόγων.
Ἔκαμον χεῖρες δημίων πικρῶς ἐκτέμνουσαι τὸν ἀθλητὴν ἡ γνώμη δὲ οὐχ ὑφῆκε τοῦ ἀπηνοῦς δακτύλῳ γὰρ ἐκκοπέντι ὁ προσεχὴς προσετίθετο καὶ χεὶρ καρπῷ καὶ πῆχυς τῷ βραχίονι καὶ ποῦς ταρσῷ καὶ μηρὸς ἐπὶ κνήμῃ πάντα βίᾳ ἐξαρθρούμενα καὶ τὰς ἀφορήτους ὀδύνας ἐμποιοῦντα. „Λύσατε τοῦτον“ ὁ μάρτυς φησὶ „τὸν οἶκόν μου τὸν παλαιὸν ὡς ἄν μοι κρείττων καὶ μείζων ἐγκαινισθῇ τεμνέσθω ὁ φυσικὸς δεσμὸς τῶν μελῶν καὶ γὰρ οὕτω συναφθήσομαι τῇ πάντων κεφαλῇ, τῷ Χριστῷ ἐν ᾧ καὶ χαίρων βοῶ εὐλογεῖτε πάντα <τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας>“. {θεοτοκίον} Ἴδοιμι, Μῆτερ Θεοῦ ἀγαθὴ ἐκδίκησιν τὴν παρὰ σοῦ ἐν τάχει πάντας τοὺς ἐκζητοῦντας πικρῶς ψυχήν μου τὴν ταπεινὴν σκεδάζουσαν καὶ γαλήνιον κατάστασιν βραβεύουσαν καὶ σῴζουσαν εἰς τὴν οὐράνιον γῆν ἣν πραεῖς οἰκοῦσιν ἔνθα τὸ πολίτευμα πάντων τῶν ἁγίων καὶ ἡ πατρὶς ἡ πρώτη.
ᾠδὴ θʹ. Ὡς ἐμψύχῳ Θεοῦ. Γενναιότατε μάρτυς Χριστοῦ καλλώπισμα τῶν θείων ἀθλοφόρων ὥσπερ ἐτροπώσω τοὺς βαρβάρους ἐν τῷ πάσχειν καὶ νῦν τοὺς αὐτοὺς τοῖς ὁμοπίστοις σου ἐπιτιθεμένους ἀνέδην θραῦσον καὶ τὸν τῆς δουλείας ἆρον ζυγὸν ἀφ’ ἡμῶν.
Αἱματόεντα μέλη σεπτὰ τοῦ σώματος τοῦ σοῦ διασπαρέντα πάσῃ τῇ ὑφήλιον, Ἰάκωβε, δωροῦνται ψυχῆς τὴν ὑγείαν καὶ τοῦ σώματος τοῖς ἐν εὐφροσύνῃ βοῶσι Χαῖρε ὁ τῆς τοῦ Χριστοῦ ἐκκλησίας φωσφόρος λαμπτήρ. Ἱερεῖον Θεῷ προσφιλὲς καὶ κάρπωμα δεκτὸν ἐτύθης, μάκαρ ἅπαντα καθ’ ἓν ἀφῃρημένος σου τὰ μέλη στερρῶς καὶ τοῖς δήμοις συναπτόμενος τῶν ἐκ τοῦ αἰῶνος ἁγίων ἔνθα ὁ τῆς σωτηρίας ἡμῶν ἀρχηγὸς Ἰησοῦς.
Νικητὴς τροπαιοῦχος Χριστῷ τῷ πρώτῳ νικητῇ καὶ ἀθλοθέτῃ μάρτυς ἀθλητά, παρεστηκὼς σὺν παρρησίᾳ πολλῇ τοὺς τιμῶντας τὴν χαρμόσυνον καὶ εὐκλεεστάτην σου μνήμην σῷζε ἐκ τῶν συμβαινόντων ἑκάστοτε δυσχερῶν. {θεοτοκίον} Ὡς ἐπαίνου παντὸς λογικοῦ καὶ ὕμνου θαυμαστῶς ὑπερκειμένη μόνη γυναικῶν εὐλογημένη Θεοτόκε τὸν νῦν παρ’ ἡμῶν σοι προσφερόμενον ὡς ἐξ εὐτελοῦς διανοίας ὕμνον ἀποδεξαμένη, σῷζε ἡμᾶς τῶν δεινῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.