Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες εἰς τὸν ἅγιον Ἰάκωβον τὸν Πέρσην

Μᾶρκος ὁ Εὐγενικός

Κανών Μάρκου του Ευγενικού: Ωδές δ΄-στ΄

Υμνολογική αφήγηση της σταθερής ομολογίας του μάρτυρα ενώπιον του τυράννου και των πρώτων βασανιστηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 6

ᾠδὴ δʹ. Τὴν ἀνεξιχνίαστον. Ἵλεως, ἐπίχαρις τῷ βασιλεῖ μάκαρ, παραστὰς ὡμολόγησας ἐν παρρησίᾳ τὸ σεβάσμιον Χριστοῦ καὶ φωτοφόρον ὄνομα θραύων τὴν ἐκείνου θρασύτητα. Ἅπασαν ἐπίνοιαν κεκινηκὼς λόγοις, ἀπειλαῖς, δελεάσμασιν οὐκ ἔσχε κάμψαι τὸ γενναῖόν σου, σοφὲ καὶ σταθερὸν ὁ τύραννος ὅθεν πρὸς βασάνους ἐτράπετο.

Κέκμηκε τὸ θέατρον ἰλιγγιῶν ἄνωθεν ἐθαύμαζον ἄγγελοι τῶν ἀνδροφόνων δαιμονίων ἡ πληθὺς ἐξηπορεῖτο φρίττουσα μάρτυς, σου τὸ σῶμα τεμνόμενον. Ὥσπερ ἐκαρτέρησας τὴν ἀλγεινὴν μάρτυς, καὶ ἀνύποιστον βάσανον οὕτω μεγάλας ἐκ χειρὸς ζωαρχικῆς τὰς ἀμοιβὰς δεξάμενος μέμνησο τῶν πίστει τιμώντων σε. {θεοτοκίον} Βούλομαι, Πανύμνητε Μῆτερ Θεοῦ λόγοις ἀνυμνεῖν καὶ γεραίρειν σε τὴν προστασίαν τὴν ἐμὴν διὰ παντὸς ἀλλ’ ἡ ἰσχὺς οὐ πάρεστι ταύτην οὖν αὐτή μοι χορήγησον.

ᾠδὴ εʹ. Ἐξέστη τὰ σύμπαντα. Ὁρῶν σου τεμνόμενα τὰ μέλη καὶ ῥιπτούμενα πρόσφορον ἑκάστῳ μέλος εἶδες „Κύριε, λέγων ταύτην τὴν ἄμπελον ἴδε τεμνομένην διὰ σὲ ὅπως ἀποδώσει σοι τὸν καρπὸν ἐν καιρῷ αὐτῆς“. „Νῦν χαίρω“ ἐκραύγαζεν ὁ Παῦλος „ἐν τοῖς μέλεσιν ἀνταναπληρῶν τῶν παθημάτων Χριστοῦ προθύμως τὰ ὑστερήματα“ σὺ δὲ τῶν μελῶν ὑπὲρ Χριστοῦ μάρτυς, ὑστερούμενος ὡς στεφόμενος ἔχαιρες.

Ἐξίσταμαι βλέπειν σε δοκῶν ἀγωνιζόμενον τίς ὁ ἀνακαύσας θεῖος ἔρως τὴν ἱεράν σου καὶ παναγίαν ψυχὴν μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ φέρειν κρεουργούμενον τὸ δριμὺ τῆς κολάσεως. {θεοτοκίον} Νοεῖν σου, Πανάχραντε τὸ ὑπὲρ νοῦν μυστήριον νοῦς ἀδυνατεῖ γυμνὸς τῆς ὕλης κεκαθαρμένος νοῦς τε ὁ ἔνυλος εἰ δὲ καὶ ἀκάθαρτος σαφῶς οἷος ὁ ἐμός ἐστι πῶς προσβῆναι τολμήσειεν.

ᾠδὴ ϛʹ. Τὴν θείαν ταύτην. Ἀδάμαντός σου στερρότερος ὁ νοῦς συνθρυπτομένου σου τοῦ σώματος καὶ ἰσχυρότερος τῶν ἀναγκῶν τῶν τῆς φύσεως ὑπὸ τῆς θείας χάριτος ἀνεδείκνυτο. Σοφῶς ἐπᾴδων τοῖς μέλεσι τὸ ζέον τῆς ὀδύνης ἐκοίμιζες ἀλεξιφάρμακον ἐν τηλικούτοις παθήμασι τὴν τῶν λογίων μνήμην μάκαρ, ποιούμενος.

Μερῶν ψυχῆς τε καὶ σώματος ὁ λόγος τοῦ Θεοῦ διϊκνούμενος μεριζομένων σου τῶν μυελῶν καὶ ἁρμῶν, σοφὲ τοῖς λογισμοῖς ἐτήρει τὸν νοῦν ἀμέριστον. Ἄκμων ὑπέκειτο κάτωθεν ἡ σφῦρα κατεφέρετο ἄνωθεν τομεὺς ἐπήγνυτο καθ’ ἕν σου μέλος, μακάριε καὶ ἡ στερρὰ ψυχή σου οὐ συνεστέλλετο. {θεοτοκίον} Σιὼν ἁγία περικλυτὲ ἡ πόλις τοῦ μεγάλου Θεοῦ ἡμῶν Παρθένε ἄχραντε τὴν στενωθεῖσαν καρδίαν μου πρὸς μετουσίαν θείαν πλάτυνον δέομαι.