Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες εἰς τὸν ἅγιον Ἰάκωβον τὸν Πέρσην

Μᾶρκος ὁ Εὐγενικός

Κανών Μάρκου του Ευγενικού: Ωδές α΄-γ΄

Έναρξη του πρώτου κανόνα προς τιμήν του αγίου Ιακώβου του Πέρσου, με ύμνους που εξαίρουν την πνευματική και επίγεια ευγένειά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 6

Κανὼν οὗ ἡ ἀκροστιχίς· Τὸν Πέρσην Ἰάκωβον ἐν ᾄσμασι τοῖσδε λιγαίνω. Ποίημα τοῦ τιμιωτάτου καὶ σοφωτάτου ἱερομονάχου κυ(ροῦ) Μάρκου τοῦ Εὐγενικοῦ. ᾠδὴ αʹ. Ἦχος τέταρτος. Ἀνοίξω τὸ στόμα μου. Τὸν ἄφθαρτον στέφανον ὃν ὁ Δεσπότης ἡτοίμασε τοῖς σοῖς ἀριστεύμασι γέρας ἐπάξιον κομισάμενος τοὺς πόθῳ σε ὑμνοῦντας τοῦ λόγου τῇ χάριτι Μάρτυς στεφάνωσον.

Ὁ μέγας ἐν μάρτυσι τῶν ἀθλητῶν τὸ κεφάλαιον ὁ περιφανέστατος καὶ γενναιότατος τὸν ἀντίπαλον τῇ σήμερον ἡμέρᾳ νικήσας συνήγαγεν ἡμᾶς Ἰάκωβος. Νεότητος χάρισι καὶ εὐγενείας λαμπρότητι καὶ πλούτῳ κοσμούμενος Μάρτυς ἀοίδιμε τὴν εὐγένειαν ἠγάπησας τὴν ἄνω καὶ πλοῦτον μὴ ῥέοντα τῶν ψυχικῶν ἀρετῶν.

Περσῶν ἀθεότητι καὶ βασιλεῦσιν, Ἰάκωβε κελεύουσιν ἄδικα συνδιαιτώμενος ὑπερέλαμπες ὡς ῥόδον ἐν ἀκάνθαις τὸ εὔχρουν τῆς πίστεως ἐπιδεικνύμενος. {θεοτοκίον} Ἐπλήσθη μὲν ἅπασα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον ἐξ οὗ βασιλεῖς Περσῶν τοῦτον τικτόμενον προσεκύνησαν καὶ μάρτυρες δὲ Πέρσαι τὸ μέγα μυστήριον ἔργοις ἐτράνωσαν.

ᾠδὴ γʹ. Τοὺς σοὺς ὑμνολόγους. Ῥανίδος συνέχεια τὴν πέτραν ἐκοίλανε πίστεως τῆς σῆς βασιλικὴ οἰκείωσις ἀλλ’ ἀνεκλήθης τάχιον τοῦ χαλεποῦ συμπτώματος ὥσπερ ὁ μέγας ἀπόστολος. Σύμβολα τῆς ἔνδοθεν ὀδύνης τὰ δάκρυα φέρων ἐμφανῶς τοῖς ἀσεβοῦσιν, ἔνδοξε μετεγνωκὼς δεδήλωσαι καὶ πρὸς ἀγῶνας ἔσπευσας μεγαλοψύχῳ φρονήματι.

Ἡμέραν ἑόρτιον, ἡμέραν χαρᾶς ἀληθῶς πνευματικῆς ὁ ἀθλοφόρος ἤγαγεν ἐν ᾗ τῷ κόσμῳ θέατρον καὶ τοῖς ἀγγέλοις ἄνωθεν καὶ τοῖς ἀνθρώποις ἐγένετο. {θεοτοκίον} Νέον γεγονὼς ἐκ σοῦ παιδίον Παρθένε, ὁ ἄχρονος Θεὸς τοὺς μάγους πρώτους εἵλκυσεν εἰς τὴν αὐτοῦ προσκύνησιν καὶ μετὰ τοῦτο μάρτυρας αὐτοῦ προθύμους ἀνέδειξεν.