Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες εἰς τὸν ἅγιον Ἰάκωβον τὸν Πέρσην

Μᾶρκος ὁ Εὐγενικός

Κανών Ιωάννου του Ευγενικού: Ωδές δ΄-στ΄

Ύμνοι της τέταρτης, πέμπτης και έκτης ωδής, όπου παραβάλλεται το μαρτύριο του αγίου με τη θυσία του Αβραάμ και εξυμνούνται οι αγώνες του έναντι του τυράννου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 6

ᾠδὴ δʹ. Σύ μου Χριστὲ Κύριος. Σὺ τῷ φωτὶ τῷ τρισηλίῳ, πανένδοξε προσπελάσας ὅλην τε δεξάμενος τὴν ἐν αὐτῷ αἴγλην, καὶ τὸν νοῦν παθῶν προκαθάρας δοχεῖον ὅλως γεγέννησαι φωτὸς καθαρωτάτου μαρτυρίου ποικίλαις καλλυνόμενος, μάκαρ, λαμπρότησιν.

Ἵνα παντὸς διαδοθῇς κόσμου πέρασι κατετμήθης ἁρμονίαν ἅπασαν τὴν τῶν μελῶν ὅθεν ψαλμικῶς εἰς πᾶσαν ἐξῆλθε τὴν γῆν τὰ σὰ κατορθώματα καὶ τοὺς ὑμνοῦντας ταῦτα καὶ ἐκ πόθου τιμῶντας τῶν κινδύνων λυτροῦσαι, Ἰάκωβε.

Διαφανὴς ὡς μαργαρίτης καὶ κάλλιστος καὶ ὡς λίθος ὄντως πολυτίμητος καὶ ἔκλεκτος <– ⏑⏑⏑ –> ἐκ παντὸς τοῦ γένους καὶ τῷ Θεῷ ἀνακείμενος οὐκ ἔμελλές γε πάντως ἐν ἀδύτοις κρυβῆναι ἤχθης οὖν βασιλεῖ παντοκράτορι.

Ὅλος θυμοῦ ἀναμαθὼν ὁ παράνομος ἐγεγόνει τύραννος ἀνάμεστος τὴν πρὸς Χριστὸν σοῦ ἐπιστροφὴν ὅθεν δεινοτάταις καθυποβάλλει βασάνοις σε τὸ σῶμα κατακόψας μεληδὸν καὶ ὡς δένδρον εὐθαλὲς ἐκ τῆς γῆς ἐκριζώσας σε. {θεοτοκίον} Ὕλην ἐκ σοῦ σωματικὴν περιθέμενος φιλευσπλάγχνως ὁ τῇ φύσει ἄϋλος ταύτης ἡμᾶς <– ⏑⏑⏑ –> ὑπεραναβαίνειν πεποίηκε προσκαλούμενος πρὸς ἑαυτὸν τὰ στίφη τῶν σεπτῶν ἀθλοφόρων ὧν καὶ πρῶτος ὁ μέγας Ἰάκωβος.

ᾠδὴ εʹ. Ἵνα τί με ἀπώσω. Σαλευόμενον σάλῳ τῶν ἀναριθμήτων μου πταισμάτων, ἅγιε καὶ βυθῷ κακίας κατακείμενον καὶ ποντιζόμενον σὺ ὡς κυβερνήτης καὶ συμπαθὴς ἐμὸς προστάτης ὡς πρὶν νόσου, καὶ τούτων με λύτρωσαι.

Ἀνατείλας ὡς ἄστρον καὶ ὡς χρυσαυγής, ἑωσφόρος, γλυκύτατος τῇ κακῶν ἐν σκότει καὶ δεινῇ ἀπογνώσει κειμένῃ μου ψυχῇ παναθλίᾳ τῷ φωτισμῷ τῶν σῶν θαυμάτων ἀναστήσας ἐκλάμπρυνον δέομαι. Θαῦμα σύμπασα κτίσις τοὺς γενναίους ἔβλεπεν ἄθλους σου φρίττουσα τὸ στερρὸν τῆς γνώμης εὐγενοῦς τε ψυχῆς σταθερότητα πῶς κρεουργουμένων νεύρων, σαρκῶν, ἁρμῶν, ὀστέων οὐδαμῶς ἡ στερρότης ἠμβλύνετο.

Λόγου θείου προθύμως Ἀβραὰμ ἐκεῖνος ἐπακούσας προὔθηκε τὸν υἱὸν θυσίαν αὐτὸς δὲ σεαυτὸν παραδέδωκας συσφαγιασθῆναι ὑπὲρ Χριστοῦ ὡς ἱερεῖον καὶ δεκτὸν ὁλοκάρπωμα ἄμωμον. {θεοτοκίον} Γῆ ἁγία ἐφάνης δι’ ἧς τὴν ἀκήρατον γῆν ηὐμοιρήκειμεν καθαρὰ λαβίς τε μυστικῶς δεξαμένη τὸν ἄνθρακα Θεὸν λόγον ὅλον ἐν ὑλικῇ γαστρὶ ἀχράντῳ μὴ φλεχθεῖσα πυρὶ τῆς θεότητος.

ᾠδὴ ϛʹ. Ἱλάσθητί μοι Σωτήρ. Ηὐξήθης σὺ ψαλμικῶς ὥσπερ ἐλαία κατάκαρπος ὡς φοῖνιξ παρὰ Θεῷ ἀνθῶν ὡραιότατος καρπὸν προβαλλόμενος τὸν τοῦ μαρτυρίου πλεῖστον ὄντως καὶ ἐξαίρετον. Τὸ τῆς ψυχῆς σου θερμὸν καὶ λογισμῶν ἀμετάθετον καὶ τοῦ νοὸς τὸ στερρὸν ὡς εἶδεν ὁ τύραννος ὑποβάλλει τάχιστα ταῖς πικραῖς βασάνοις αἷς καὶ μεληδὸν ἐκτέμνει σε.

Ἡ τῶν αἱμάτων πηγὴ τοῦ πολυάθλου σου σώματος τῆς ἀθεΐας δεινοὺς χειμάρρους ἐξήρανε καὶ πιστῶν ἐνέπλησε πάντων τὰς καρδίας τῶν ὑμνούντων σε, πανένδοξε. Νικήσας δαιμονικὰς κακομηχάνους, πανάριστε ἐπιβουλάς, τοῖς χοροῖς ἀγγέλων ἠξίωσαι ἀθλητῶν τε τάγμασι συνα<νη>ριθμήθης εἰς αἰῶνας ἀγαλλόμενος. {θεοτοκίον} Ἐκλάμψας κόσμῳ παντὶ δικαιοσύνης ὁ ἥλιος Παρθενομῆτορ, ἐκ σοῦ πιστοὺς κατεφώτισε καὶ πάντας ἐλάμπρυνε τοὺς ἀνευφημοῦντας καὶ τιμῶντάς σε, Πανύμνητε.