Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι
Κανόνας και ύμνοι στον πατριάρχη Ευθύμιο
Υμνογραφικά κείμενα, ωδές και στιχηρά που εξαίρουν τον βίο, το έργο, τις αρετές και την ποιμαντική δράση του ιεράρχη Ευθυμίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνας και ύμνοι στον πατριάρχη Ευθύμιο
Υμνογραφικά κείμενα, ωδές και στιχηρά που εξαίρουν τον βίο, το έργο, τις αρετές και την ποιμαντική δράση του ιεράρχη Ευθυμίου.
Κανὼν εἰς τὸν ἁγιώτατον καὶ σοφώτατον πατριάρχην Εὐθύμιον, οὗ ἡ ἀκροστιχίς· τῷ πατριάρχῃ δουλικῶς προσφθέγγομαι Εὐθυμίῳ ἀμήν. Ἐν τοῖς θεοτοκίοις: Μανουήλ. ᾨδὴ πρώτη. <Ἁρματηλάτην Φαραὼ ἐβύθισε> Τῶν ἐγκωμίων ἡ μεγίστη θάλασσα τῶν προσηκόντων τῷ σῷ περιφανεῖ βίῳ, πάτερ ἱερώτατε, κορυφουμένη πάντοθεν, ἀπωθεῖται τὸ σκάφος τῆς εὐτελοῦς διανοίας μου ὅμως ταῖς εὐχαῖς σου τολμήσω θαρρῶν.
Ὥσπερ ἀστὴρ ἑωθινὸς ἀνέτειλας ἐν τοῖς ἐσχάτοις καιροῖς, ὅτε ἡ νὺξ αὕτη τοῦ βίου προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε, πρὸς τὸ φῶς διεγείρων τῆς τοῦ κριτοῦ ἐπιλάμψεως τοὺς ἐν ἁμαρτίαις καθεύδοντας. Πρέμνος ἐκ ῥίζης εὐγενοῦς ἀνέδραμες, φύλλοις ὡραίοις κομῶν, τοῖς φυσικοῖς δώροις, οἷς θεόθεν εἴληφας, ταῖς ἀρεταῖς δὲ κύκλωθεν ὡς ἐλαία ἐν οἴκῳ θεοῦ κατάκαρπος, ὅσιε πάτερ ἱεράρχα Εὐθύμιε.
Ἀπὸ νεότητος ζυγὸν ἀράμενος τὸν ἐλαφρότατον, ὑπεριδὼν πλούτου καὶ τρυφῆς, ἀοίδιμε, καὶ τοῦ κενοῦ φυσήματος, κατελέγης τῷ θείῳ τῶν μοναζόντων συστήματι, λάμπων ἀρεταῖς ὑπὲρ ἥλιον. Θ. Μεγαλυνέσθω θεοπλόκοις ᾄσμασιν ἡ πολυΰμνητος λόγου θεοῦ μήτηρ, τῶν ἀγγέλων καύχημα, τῶν ἀθλητῶν τὸ στήριγμα, τῶν ὁσίων ἡ δόξα, πατριαρχῶν ἐγκαλλώπισμα, ὧν σφραγὶς ὁ μέγας Εὐθύμιος.
ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχὰς Τοῖς βουλομένοις τὰ λαμπρὰ τῶν ἐπὶ γῆς τιμωμένων ἀπορρίψας νουνεχῶς, ἀντὶ πάντων ἓν ἐτήρησας σαυτῷ, τὴν περὶ λόγους δύναμιν· ὅθεν ἡ οἰκουμένη μέγαν πλουτεῖ σε διδάσκαλον.
Ῥητορικὴ μὲν ἡ πυρὸς πνείουσα μένος εἰς ἄκρον ἐκπεπόνητο συντόνῳ μελέτῃ· τὸ δὲ ἦθος σοι, σοφέ, μηδὲν προσῆκον ῥήτορσι φιλοσοφίαν ὄντως ὑψηλὴν ἐμνηστεύσατο. Ἵνα συλλέξῃς τὸ γλυκὺ καὶ νεκταρῶδες κηρίον, ὡς ἡ μέλιττα, σοφέ, τοὺς λειμῶνας περιΐπτασο, παντὸς λόγου συλῶν τὸ χρήσιμον καὶ διανοίας σίμβλοις φιλοπονῶν ἐθησαύριζες.
Ἀπὸ τῆς δύσεως φανεὶς ὡς ἥλιος τὴν πορείαν ἐναντίαν τῷ παντὶ σὺν ὀλίγοις ἐν τῇ σπάνει τοῦ καλοῦ περιφανῶς ἐβάδισας· ὅθεν τὴν ἐκκλησίαν ὑψόθεν πᾶσαν κατέλαμψας. Ἀδυνατοῦσι προφανῶς οἱ δυνατοὶ περὶ λόγους τὰς ἀπείρους ἀφορμὰς ἐξαντλῆσαι τῶν ἐπαίνων τῶν εἰς σέ· διὸ κἀγώ, πανύμνητε, τὸν ἱεράρχην ᾄδων, καὶ σοὶ τῶν ὕμνων ἀπάρχομαι.
ᾨδὴ τετάρτη. Σύ μου, Χριστέ Ῥεῦμα χωροῦν κατὰ πρανοῦς ἐπιστάμενος τὸ τοῦ κόσμου μάταιον δοξάριον, οὐ παρεσύρης τὸν λογισμόν· ὅθεν ὁ τῆς δόξης θεός σε ἐπισκεψάμενος εἰς δόξαν ὑπερτάτην ἀπὸ δόξης ἀνάγει καὶ δυνάμεως, πάτερ, εἰς δύναμιν.
Χρίσμα σεπτὸν ἱερωσύνης δεξάμενος ἐκ τῆς θείας ψήφου, ἱερώτατε, καὶ λογικῆς μάνδρας προστατεῖν κατηξιωμένος, τῇ βασιλίδι τῶν πόλεων ἐπέστης, ὡρισμένος ἄνωθεν τῇ προνοίᾳ ταύτης θεῖος ποιμὴν καὶ διδάσκαλος.
Ἡ ἀρετὴ καὶ βασιλεῦσιν αἰδέσιμον, ἡ σοφία φοβερόν σε ἔδειξε τοῖς περὶ λόγους διηνεκῶς κατατριβομένοις, ἡ ἐν τοῖς πράγμασι σύνεσις ἐξαίρετον ἐν πᾶσι νομοθέτην καὶ στάθμην, τὰ πρακτέα καὶ μὴ δοκιμάζουσαν.
Δουλαγωγῶν τὸ τῆς σαρκὸς χεῖρον φρόνημα καὶ παιδεύων ἕπεσθαι τῷ πνεύματι καὶ καθυπείκειν δουλοπρεπῶς, νηστείαις συντόνοις καὶ ἀγρυπνίαις ἐκέχρησο καὶ πόνοις ἀνενδότοις, τὴν ἰλὺν ἐκκαθαίρων καὶ τὸ πάχος λεπτύνων, θεόπνευστε.
Θ. Νέον ἡμῖν Θεὸν παιδίον ἐγέννησας πρὸ αἰώνων, τὸν συγκαθεζόμενον τῷ προανάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ συνδοξαζόμενον πνεύματι, Μαρία Θεοτόκε, διὰ σπλάγχνα ἐλέους χρηματίσαι υἱόν σου θελήσαντα.
ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Ὀρθοδόξῳ στοιχήσας δόγματι, πανόλβιε, τῆς ἐκκλησίας Χριστοῦ, τοὺς πολυκινδύνους Ἀκινδύνου τοῦ λήρου κακόφρονας θιασώτας ἤλεγχες ἰσχυραῖς ἀντιλογίαις καὶ σοφαῖς ἀποδείξεσι χρώμενος.
Ὑπὲρ δόξης ματαίας τοὺς ἀποσκιρτήσαντας πατρῴου δόγματος καὶ περιπεσόντας τῷ κρημνῷ τοῦ Λατίνων φρυάγματος νουθετῶν, ἐλέγχων ἀδιαλείπτως οὐ κατώκνεις, κἂν εἰς τέλος ἀσύνετοι ἔμειναν. Λάμπων βίῳ καὶ λόγῳ πρὸς τοὺς Ἰταλοὺς ἐξαπεστάλης ἥλιος, τῶν ἀντιβλεπόντων ἀμαυρώσας τὰς ὄψεις καὶ θαύματος τὰς ψυχὰς πληρώσας τῶν συνιέντων τοῦ μεγέθους τῆς ψυχῆς σου, θεόφρον Εὐθύμιε.
Ἱερᾶς ποίμνης, πάτερ, οἴακας ἐδέξω μοναστῶν ἡγούμενος τῶν ἐνασκουμένων τῇ μεγίστῃ ποτὲ τῶν Στουδίου μονῇ, τὴν τροφὴν εὐκαίρως ἐπιμετρῶν ὡς οἰκονόμος καὶ ψυχῶν καὶ σωμάτων πιστότατος. Θ. Ὁ τὸ πᾶν οὐσιώσας λόγος ὑπερούσιος καὶ ὁμοούσιος τῷ πατρὶ δι’ οἶκτον οὐσιοῦται ἐν μήτρᾳ σου, δέσποινα, καὶ ἀρχὴν λαμβάνει ὁ χρονικῆς ἀρχῆς ἁπάσης ἀπειράκις ἀπείρως ἐπέκεινα.
ᾨδὴ ἕκτη. Ἱλάσθητί μοι, σωτήρ Καθέδραν τὴν ὑψηλὴν προσαναβῆναι καλούμενος, τῷ πόθῳ τῆς ἱερᾶς ἡσυχίας, ὅσιε, προληφθείς, ἀνένευες, τοὺς θορύβους πάντως καὶ τὴν δόξαν ἐκτρεπόμενος. Ὡς λύχνος ἀειλαμπὴς οὐκ ἔμελλες ὑπὸ μόδιον ἐναποκεῖσθαι ἀεί· διό σε ὁ ὕψιστος εἰς λυχνίαν τίθησι τὴν ὑψηλοτάτην καταυγάζοντα τὰ πέρατα.
Σιγῶσα, πάτερ σοφέ, καὶ φθεγγομένη παραίνεσις, ἁγνείας ὑπογραμμός, ἐλέους διδάσκαλος ὁ σὸς βίος προὔκειτο, εὐτελείας τύπος καὶ λιτότητος ὑπόδειγμα. Παρατιθεὶς λογικὴν καὶ ψυχοτρόφον ἑστίασιν πολυτελῶς τοὺς πιστοὺς δαιτύμονας ἔτρεφες, ἄρτον χαριζόμενος καὶ τροφὴν ἀγγέλων οὐρανόθεν καταβαίνουσαν.
Θ. Ὑπερφυῶς ἐπὶ σοὶ τὰ κατὰ φύσιν μαχόμενα συνῆλθε, μῆτερ ἁγνή, παρθενία, γέννησις, ὢ φρικῶδες ἄκουσμα· τὸν Θεὸν γὰρ τίκτεις τὸν τὸ πᾶν ὑποστησάμενον.
ᾨδὴ ἑβδόμη. Θεοῦ συγκατάβασιν Ῥημάτων αἱ χάριτες τῶν προϊόντων ἀπὸ τοῦ στόματος τοῦ τιμίου σου, πάτερ, ὑπὲρ σειρήνια μέλη θέλγουσαι, τῶν ἀκουόντων ψυχὰς κατευφραίνουσι καὶ λογισμοὺς θολεροὺς ἐξαποπλύνουσιν.
Ὀρθίως τῷ βήματι ἐστηλωμένος τὰς ὑπὲρ πάντων εὐχὰς τῷ δεσπότῃ προσῆγες, εἰρηνικάς τε θυσίας ἔθυες τὰς ἀναιμάκτους καὶ λαὸν ἀφήγνιζες ταῖς μυστικαῖς τελεταῖς καὶ σωτηρίοις, σοφέ. Σαλπίσας ἐκάλεσας ἐν ὑψηλῷ καὶ θείῳ κηρύγματι τῆς ἐλεημοσύνης πτωχῶν ἀγέλας ὑπὲρ τοὺς μύρμηκας, οὓς διατρέφων ἀφθόνως οὐκ ἔληγες, τὸν σιτοδότην σαφῶς ὑπερβαλὼν Ἰωσήφ.
Φωνῆς σου ἐπήκουε καὶ σιωπῶντος ὡς τοῦ Μωσέως ποτὲ ὁ δεσπότης τῶν ὅλων, ὅτε τὰς χεῖρας εἰς προσευχὴν ἐπηρκώς, ἔνθεος ὅλος ἐφαίνου μετάρσιος καὶ ἐκδημῶν πρὸς αὐτὸν τῇ ἀνατάσει τοῦ νοῦ. Ἡ ὄντως ἀλήθεια γῆς τῆς ἁγίας σου ἐξανέτειλεν· ἀπὸ τοῦ οὐρανοῦ δὲ δικαιοσύνη σαφῶς διέκυψεν, ὁ τῶν ἁπάντων θεός, ὑπεράμωμε, ὁ ἐπὶ γῆς οὐρανόν σε δείξας ἔμψυχον.
ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Θεοειδὴς γενόμενος καὶ λαμπρὸς τὴν διάνοιαν, τὰς ἱεραρχίας τῶν ἀΰλων τάξεων ἀΰλως κατώπτευσας, καθηγεμόνι τῷ ἱερῷ μάρτυρι Χριστοῦ Διονυσίῳ κατ’ ἴχνος ἑπόμενος καὶ μέλπων· «τῶν ἀγγέλων οἱ δῆμοι τὸν Κύριον ὑμνεῖτε φωνῇ τῇ τρισαγίᾳ».
Ἐπιτιμῶν τοῖς πταίουσι κατὰ λόγον, ἀοίδιμε, κέντρῳ τῆς μελίσσης φειδομένως ἔπληττες, οὐ ξίφει καὶ δόρατι, ἀλλ’ ὡς πατὴρ φιλόστοργος τέκνα τοῦ καλοῦ παρὰ μικρὸν ἐκτραπέντα παιδεύων ἐνουθέτεις, ἐπιστρέφων εὐτέχνως καὶ πάλιν ἐπανάγων εἰς τὸ προσῆκον, πάτερ.
Γήρᾳ καὶ νόσῳ σώματος καὶ καμάτοις τρυχόμενος τοῖς ἐξ ἀρετῆς, τῶν ἱερῶν συνάξεων οὐδόλως ἠμέλησας, ἀλλ’ ἐν αὐταῖς ἑκάστοτε, μάκαρ, παραβάλλων προθυμίας ἐπλήρους τοὺς ψάλλοντας τῷ κτίστῃ· «ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Γενναιοτάτῃ χρώμενος τῇ ἐνστάσει, θεόληπτε, πρὸς τὴν καινοτόμον τοῦ φρικτοῦ χαρίσματος κηλίδα ἀνέκπλυτον ἐν τοῖς ἀγῶσι μέσοις ἀρθεὶς εἰς τὴν μακαρίαν ἐξεδήμησας λῆξιν, λυθέντος τοῦ συνδέσμου καὶ τοῦ βάρους ἀσμένως τῇ γῇ καταλειφθέντος, ἐξ ἧς καὶ διεπλάσθη.
Θ. Λόγων ἐμῶν τὰ πίονα καὶ πρωτότοκα θρέμματα ἐστεατωμένα πιμελῇ τῆς πίστεως ἐκ πόθου προσάγω σοι, πενιχρὰν ὁλοκαύτωσιν εὐεργεσιῶν ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν πάλαι νηπιόθεν παραπήλαυσα, κόρη, ἐκ σοῦ, θεογεννῆτορ, τῆς κεχαριτωμένης.
ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός Ὁ μέγας τὴν σοφίαν τὴν καθ’ ἡμᾶς καὶ τὴν ἔξω, ποιμένων ὁ κράτιστος, ὁ ὑψηλός, πράξει τε καὶ λόγω περιφανής, ὁ ἱερὸς Εὐθύμιος ἄνθεσιν ἐπαίνων χρεωστικοῖς, στεφάνοις ἐγκωμίων τιμάσθω ἐπαξίως, ὡς ἱεράρχης ἐνθεώτατος.
Μετέχων ἀκηράτου μαρμαρυγῆς καὶ ἀΰλου φωτὸς ἐμφορούμενος, ὃ τριλαμπὲς ἄκτιστον ἐκήρυξας, εὐσεβῶς τοὺς ἐπὶ γῆς τιμῶντας σε ἄνωθεν φωτίζοις ἡλιακῶς, ἰθύνων πρὸς τὸ κρεῖττον, τὴν νύκτα διαλύων τῶν δυσχερῶν, θεομακάριστε.
Ἀξίως εὐφημῆσαι σε ἀτονῶν, τὴν ᾠδὴν κατὰ δύναμιν ἔπλεξα· σὺ δὲ σκοπῶν τὸ τῆς προαιρέσεως ὑγιὲς καὶ τῆς ψυχῆς τὸ πρόθυμον, ἄφθονον ἀντίδος τὴν ἀμοιβήν, λεαίνων μοι τὴν τρίβον τοῦ βίου καὶ τὰ νέφη τῶν πειρασμῶν ἀποκρουόμενος.
Ἰδού σοι νῦν προσπίπτω ἱκετικῶς· ἣν ἐπέθηκας χεῖρα μοι ἱεροτελεστικὴν ταύτην ἀναπέτασον πρὸς θεόν, εἰρηνικὴν αἰτούμενος καὶ γαληνιῶσαν μοι τὴν ζωήν, συγχώρησιν πταισμάτων καὶ δόξης μετουσίαν τῆς σῆς, κἂν μέγα τὸ ζητούμενον.
Εὐθύμιε, τὸ κλέος πατριαρχῶν, Ὑπὲρ τέκνων τῶν σῶν καθικέτευε μετὰ πολλῆς Θεῷ παριστάμενος τῆς τιμῆς, Ὑφαιρεθέντος, ἅγιε, Μέσου προκαλύμματος ὑλικοῦ, Ἰδέας τῆς ἀΰλου ἀμέσως ἐκφανείσης Ὡς καθαρῷ σοι, ἱερώτατε.
Θ. Ἀγγέλων εὐφημοῦσιν αἱ στρατιαὶ πυριμόρφοις ἀΰλοις ἐν χείλεσι τὸ κατά σε Μυστήριον, κόρη, τὸ φοβερὸν αὐτοῖς καὶ ἀθεώρητον Ἡμεῖς τε συμφώνως οἱ διὰ σοῦ σωθέντες ὥσπερ δῶρον τὸν ὕμνον ἐπαξίως Νέμομέν σοι, θεοχαρίτωτε.
Στιχηρά. Ὢ τοῦ παραδόξου θαύματος Χαίροις, ἱερέων καύχημα, τῶν μοναζόντων φωστήρ, ὁ τοῦ γένους διάκοσμος, ὁ πολὺς τὴν σύνεσιν καὶ τὸν ζῆλον θερμότατος, τῆς ἡσυχίας στύλος ὁλόφωτος, τῆς ἀκριβείας γνώμων εὐθύτατος, πράξεως ἔρεισμα, θεωρίας ἄβυσσος, πάντων ὁμοῦ τῶν καλῶν ἀρχέτυπον, πάτερ Εὐθύμιε.
Ὅμοιον. Ὡς ἐξ οὐρανοῦ διήχησεν ἐπὶ τῆς γῆς ἡ φωνὴ τῆς βροντῆς σου, ἀοίδιμε, ἐν τροχῷ ὡς γέγραπται τῷ τοῦ κόσμου πληρώματι αἱ ἀστραπαὶ δὲ τῆς πολιτείας σου τῇ οἰκουμένῃ πάσῃ ἐπέφαναν· ὡς γὰρ ὑπόπτερος πανταχοῦ διέδραμεν ἡ περὶ σοῦ φήμη διαγγέλλουσα τὰ σὰ θαυμάσια.
Ὅμοιον. Πόλιν βασιλίδα νεύματι θείῳ διέπειν λαχών, τὸ βασίλειον ἔδειξας τῆς ψυχῆς σου μέγεθος ἐν καιροῖς ἀντιβαίνουσι, κοσμῶν παντοίως τὴν ἐκκλησίαν Χριστοῦ, πτωχοῖς ἀφθόνῳ χειρὶ δωρούμενος, ζῆλον τὸν ἔνθεον ὑπὲρ ἀξιώματος τοῦ ἱεροῦ καὶ δώρου τοῦ κρείττονος ἐπιδεικνύμενος.
Ὅμοιον. Τὸ τῶν ἀρετῶν κειμήλιον, ὁ τῆς σοφίας κρατήρ, τῶν χαρίτων τὸ τέμενος, ἡ πηγὴ ἡ βρύουσα νεκταρώδη διδάγματα πνεύματι θείῳ ἀναστομούμενα, γαληνοτάταις ῥοαῖς ἐπάρδοντα γῆς τὰ πληρώματα, ὁ λαμπρὸς Εὐθύμιος, ἱεραρχῶν κλέος τὸ περίφημον, ἀνευφημείσθω πιστῶς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.