Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι
Ακολουθία στα Άγια Πάθη του Σωτήρος
Ακολουθία, στιχηρά και κανόνας αφιερωμένα στα Άγια Πάθη, τη Σταύρωση και την προσκύνηση των λυτρωτικών συμβόλων του θείου πάθους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ακολουθία στα Άγια Πάθη του Σωτήρος
Ακολουθία, στιχηρά και κανόνας αφιερωμένα στα Άγια Πάθη, τη Σταύρωση και την προσκύνηση των λυτρωτικών συμβόλων του θείου πάθους.
Ἀκολουθία εἰς τὰ ἅγια πάθη. Στιχηρά. Ἦχος πλάγιος βʹ. Ὅλην ἀποθέμενοι Σήμερον τὰ τίμια δορυφορούμενα πάθη τοῦ σωτῆρος βλέποντες, αὐτὸν ἐννοήσωμεν ἀπαγόμενον, ὦ φρικτὸν θέαμα, ὡς ἀμνὸν ἄφωνον εἰς σφαγὴν τὸν ἀναμάρτητον, ὀνειδιζόμενον καὶ κολαφισμοὺς ὑφιστάμενον, γελώμενον, πτυόμενον καὶ ὡς βασιλέα παιζόμενον καὶ κατακαμφθέντες, δακρύων ὀχετοὺς ποταμηδὸν ἀπὸ βλεφάρων προχέωμεν εἰς ψυχῶν καθάρσιον.
Αἱ ὑπερουράνιοι τῶν ἁσωμάτων δυνάμεις, ὁρῶσαι κατάκριτον τὸν δεσπότην πάσχοντα, κατεπλήττοντο· οὐρανὸς ἄνωθεν καὶ ἡ γῆ κάτωθεν ἐπεσήμαινε τῷ θαύματι, ὁ μὲν τὸν ἥλιον δείξας παρὰ φύσιν σκοτούμενον, ἡ δὲ φρικτῶς κυμαίνουσα καὶ ἀναρρηγνῦσα τὰ μνήματα τῶν κεκοιμημένων ἁγίων, ὁ ναὸς δὲ πενθικῶς ἀνακαλύπτων τὰ ἔνδοθεν τοῦ καταπετάσματος.
Τοὺς νόμους, φιλάνθρωπε, τῆς ἱερᾶς πολιτείας, ἧς ἡμῖν ὑπέδειξας ἐν σαρκὶ γενόμενος, ἐβεβαίωσας ταῖς κλειναῖς πράξεσι, τοῖς σεπτοῖς πάθεσιν, ἃ ὑπήνεγκας, ἰώμενος πάθη ὀλέθρια, τὰ παραφυέντα τῷ πτώματι, οἰκτίρμον, τοῦ προπάτορος καὶ πρὸς τὸν ἀρχαῖον καὶ ἔνθεον βίον ἐπανάγων τοὺς πίστει προσκυνοῦντας τὴν φρικτὴν οἰκονομίαν σου, εὔσπλαγχνε, δι’ ἧς ἡμᾶς ἔσωσας.
Τὸ σῶμα τὸ ἅγιον καὶ θεοφόρον θεώσας, μετὰ τὴν ἀνάστασιν τῷ πατρὶ ὁμόθρονον ἀπετέλεσας καὶ ἡμῖν, δέσποτα, τοῖς πιστοῖς δούλοις σου ὑπομνήματα τῆς χάριτος τὰ τούτου ἄμφια καὶ τῶν παθημάτων τὰ σύμβολα φυλάττεις ἀδιάφθορα, οἷς ἡ εὐκλεὴς αὕτη πόλις σου κράτος ἀραμένη βαρβάρων κατ’ ἐχθρῶν περιφανῆ καὶ θαυμαζόμενα τρόπαια πᾶσιν ἀνεστήσατο.
Ὅμοιον. Τὴν πόλιν σου φύλαττε, τοὺς βασιλεῖς, τὸν ποιμένα, ἱερεῖς, μονάζοντας, τὸν λαόν σου ἅπαντα, πολυέλεε, τὰ σεπτά πάθη σου ἱεροῖς ᾄσμασι κατὰ χρέος μεγαλύνοντας καὶ προπομπεύοντας ἐπὶ τὸν ναὸν τὸν οὐράνιον, τὸ μέγα τοῦτο θέαμα καὶ θεοπρεπὲς ἐνδιαίτημα, ἐν ᾧ προσιόντες σωμάτων θεραπείαν καὶ ψυχῶν περιφανῶς κομιζόμεθα, σέ, Χριστέ, δοξάζοντες.
<Θεοτοκίον.> Δέσποινα πανύμνητε, χριστιανῶν ἡ μεσίτις, ὁρᾷς οἷα πάσχομεν, οἵαις συνεχόμεθα περιστάσεσιν· οἱ ἐχθροὶ ἤχησαν, κεφαλὴν ὕψωσαν, οἱ μισοῦντες τὸ μυστήριον τῆς σῆς γεννήσεως ἐπὶ τὸν λαόν σου συνέστησαν καὶ τοῦτον ἐταπείνωσαν.
Στῆθι, τὸν υἱόν σου δυσώπησον, προβαλοῦ τὸ πάθος, τὸ αἷμα τὸ χυθὲν ὑπὲρ ἡμῶν, τῇ μητρικὴ παρρησίᾳ σου τοῦτον ἐξιλέωσαι. Ὁ κανών, οὗ ἡ ἀκροστιχίς· Σύμβολα δεσποτικῶν παθῶν ἐν ὕμνοις γεραίρω· ᾠδὴ Μάρκου.
ᾨδὴ πρώτη. Ἦχος πλάγιος βʹ. Κύματι θαλάσσης Σὲ τὸν ἐπὶ πάντων Θεὸν καὶ δεσπότην ἡ κτίσις ἄνθρωπον ὁρῶσα πάσχοντα συνεκλονεῖτο, δηλοῦσα μετακίνησιν παγκόσμιον ἐξ ἀγνοίας ἔσεσθαι πρὸς ἔνθεον ἐπίγνωσιν.
Ὕμνοις ἐπαξίοις δοξάσωμεν πάντες τὰ θεῖα σύμβολα τῆς σωτηρίας ἡμῶν, τὸ τοῦ σταυροῦ σεπτὸν ξύλον, τὴν πορφύραν καὶ τὸν κάλαμον σὺν τῷ σπόγγῳ λόγχην τε καὶ αἷμα τὸ θεόρρυτον. Μόνον ἐν πολέμοις ἀήττητον ὅπλον τὸν πανσεβάσμιον σταυρὸν κατέχοντες, τοὺς καθ’ ἡμῶν βρυχωμένους δυσμενεῖς ἀποκρουόμεθα καὶ διασῳζόμεθα ποικίλων περιστάσεων.
Βάλλει καὶ σκοτίζει σφοδραῖς ταῖς ἀκτίσι τοὺς ἀντιβλέποντας ἐχθροὺς ἀλάστορας ἡ βασιλὶς λαμπρὰ πόλις, ὡς βασίλειον διάδημα τὴν χλαμύδα φέρουσα, Χριστέ, σου τὴν τῆς ὕβρεως. Ὅπλῳ εὐδοκίας στεφάνωσον, λόγε, τὸν τῷ τιμίῳ σου σταυρῷ φρουρούμενον πιστὸν ἡμῶν βασιλέα νικηφόρον, ἀριστεύοντα, τὰ σεπτὰ παθήματα διαπρεπῶς τιμῶντα σου.
Θ. «Λύεται τὰ μέλη, δονεῖται τὰ σπλάγχνα καὶ ἡ καρδία μου πικρῶς σπαράττεται», ἡ Θεοτόκος ἐβόα, τοῦ δεσπότου πάθη φέροντος· «ὢ τῆς μεγαλόφρονος, υἱέ, μακροθυμίας σου».
ᾨδὴ τρίτη. Σὲ τὸν ἐπὶ ὑδάτων Αἴροντες ἐπὶ ὤμων τὸν τίμιον σταυρὸν τοῦ ζωοδότου καὶ πάθη τὰ φρικώδη, συννεκρωθῶμεν θελήματι τῷ δι’ ἡμᾶς ἑκούσιον φέροντι θάνατον, ὅπως τούτῳ καὶ συζήσωμεν. Δύναμιν οὐρανόθεν περίζωσον, οἰκτίρμον, τὸν λαόν σου, οὐ ῥάβδῳ καλαμίνῃ τῇ ἀδρανεῖ στηριζόμενον, τῷ δὲ σεπτῷ καλάμῳ σου, δι’ οὗ τὴν ἄτιμον χλεύην ἤνεγκας, μακρόθυμε. «Ἔκχεον τὴν ῥομφαίαν, τὴν τρώσασαν τὴν ἄχραντον πλευράν σου, καὶ σύγκλασον ἀθρόον ἐξ ἐναντίας, φιλάνθρωπε, τῶν καταδιωκόντων με», ἡ πόλις κράζει σοι, ἣν τῷ αἵματί σου ἔσωσας.
Σπόγγῳ τῷ ὀξυδόχῳ τοῦ στόματος τοῦ θείου ἁψαμένῳ κακίας ἡ ὑγρότης ἐκ τῶν ψυχῶν ἡμῶν αἴρεται, καρδίαι δὲ δροσίζονται, τακεῖσαι καύσωνι πειρασμῶν παντοδαπῶν ἐμβολῆς. Πάλαι μὲν ἐτιμᾶτο τὰ σύμβολα τῆς χάριτος ἐν τύποις, νῦν δὲ τῆς ἀληθείας ὑπερφανείσης σεσίγηται τὰ σκιωδῶς τελούμενα καὶ νέαν σέβομεν κιβωτὸν τῶν παθημάτων Χριστοῦ.
Θ. Ὅτε ἐπὶ τοῦ ξύλου προσήλωτο ὁ κτίστης τῶν ἁπάντων, ἡ μήτηρ καθορῶσα τὴν κτίσιν ὅλην συμπάσχουσαν, θαμβητικῶς ἐξίστατο, δόξαν τὴν μέλλουσαν ἐκφανήσεσθαι προβλέπουσα.
Κάθισμα. Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε, παρθένε, Ἐλπίδα μόνην τὴν εἰς σὲ φυλακτήριον ὅπλον καὶ τὰ σεβάσμια τῆς σῆς ἀγαθότητος πάθη κατέχοντες, ἀπὸ παντοίων πειρασμῶν ῥυσθείημεν τῇ μεσιτείᾳ τῆς ἁγνῶς τεκούσης σε, υἱὲ Θεοῦ, ὁ μόνος λυτρωτὴς τοῦ γένους τῶν ἀνθρώπων.
ᾨδὴ τετάρτη. Τὴν ἐν σταυρῷ σου θείαν κένωσιν Τῇ παντουργῷ σου χειρί, Κύριε, ὡς ὁλκὰς εὐσταλὴς ἐν μέσῳ τρικυμίας ἡ πόλις σου ἰθύνεται, τὰς ἐπαγωγὰς τοῦ σταυροῦ τῷ ἱστίῳ καθυπερβαίνουσα. Ἰδίῳ αἵματι ὁ Κύριος εἰς τὰ ἅγια νῦν εἰσέρχεται καθᾶραι λαὸν τὸν περιούσιον ῥύπου ψυχικοῦ ῥαντισθῶμεν καρδίας ἀγαλλιώμενοι.
Κεκαθαρμέναις χερσὶ ψαύωμεν τῇ σεπτῇ κιβωτῷ τῶν θείων παθημάτων, ὅπως μὴ τεθνηξόμεθα κατὰ τὸν Ὀζὰν τολμηρῶς τοῖς ἁγίοις ἐπιτιθέμενοι. Ὡς ἐθαμβοῦντο τότε πάσχοντος τοῦ δεσπότου ἡμῶν αἱ νοεραὶ δυνάμεις, οὕτως ἡμῖν συγχαίρουσιν ἄρτι τὰ σεπτὰ συνδοξάζουσαι πάθη καὶ συμπροπέμπουσαι.
Νενικηκὼς τὸν κόσμον, εὔσπλαγχνε, τοὺς σοὺς δούλους θαρρεῖν ἐν κόσμῳ θλιβομένους. ἐκέλευσας, ἀλλ’ ἄνεσιν δὸς ἤδη τινὰ τῷ λαῷ σου χρονίοις κακοῖς ἐκλείποντι. Θ. Παρισταμένη τοῖς σοῖς πάθεσιν ἡ τεκοῦσα, Χριστέ, σὺν μαθητῇ τῷ φίλῳ ἐβόα τούτῳ, λέγουσα· «τοῦτο, ὃ πιεῖν σὺν ὑμῖν ὁ δεσπότης ἔφη ποτήριον.»
ᾨδὴ πέμπτη. Θεοφανείας σου, Χριστέ, Ἀνετυποῦτο ἐξαρχῆς ἡ αἰσθητὴ πᾶσα κτίσις καὶ νόμος ὁ γραπτός, τὰ σύμβολα τῆς χάριτος, ἃ ἡμεῖς ἐν πίστει σεβόμενοι, τὰ μὲν σώματα προσφυῶς ἁγιαζόμεθα, τὰς ψυχὰς δὲ ἅμα πρὸς πλήρωσιν ἐντολῶν θείων ῥυθμίζομεν.
Θανάτου σύμβολον ποτὲ ὁ Ἰακὼβ ᾑμαγμένον χιτῶνα τοῦ υἱοῦ κατεῖχε, λύπης φάρμακον, ἡ δὲ πόλις αὕτη τὸν θάνατον καταγγέλλουσα καὶ ζωὴν τὴν σὴν γινώσκουσα, τὸν χιτῶνα φέρει τοῦ σοῦ, Χριστέ, ἐμπαιγμοῦ, φθορᾶς ὑπέρτερον.
Ἐπὶ φρικώδους ὡς Θεὸς ἐν οὐρανοῖς ὑψιβάμονος θρόνου συνεδρεύων τῶ πατρί, ὡς ἄνθρωπος, ἐν τῇ γῇ παρέστης κρινόμενος ἐπὶ βήματος, Ἰησοῦ, ἀνθρώπου κρίνοντος, τυραννίδος φεύγων, καὶ κάλαμον παικτικῶς ὡς σκῆπτρον ἤνεγκας.
Ὡς ἐν ἐρήμῳ ὁ λαὸς ὁ ἀπειθὴς τὸν τροφέα ἠρνεῖτο, βρῶσιν ἔτι φέρων ἐν τῷ στόματι, οὕτω νῦν ἀρνεῖται τὸν δίκαιον κατὰ πρόσωπον τοῦ Πιλάτου ἀπολύοντος καὶ ἀντὶ τοῦ μάννα χολῆς καὶ ὄξους μεστὸν σπόγγον ἀμείβεται.
Νεοποιεῖς τὴν παλαιὰν Σιών, Χριστέ, ἐν τῇ Ῥώμη τῇ νέᾳ ὡς Ἐδὲμ αὐτὴν ἀπεργασάμενος, φρουρουμένην τοῖς σοῖς παθήμασι καὶ τὴν λόγχην τῆς σῆς πλευρᾶς, ῥομφαίαν δίστομον, φλογεράν, φρικώδη προβάλλουσα κατ’ ἐχθρῶν τῶν πολεμούντων αὐτήν.
Θ. Ἐπὶ τῷ τόκῳ σου, υἱέ, τὴν φυσικῶς ἑπομένην ὀδύνην, ἔνθα ἡδονὴ σαρκὸς ἡγήσατο, ὡς ἁγνῶς τεκοῦσα ἠγνόησα, νῦν δὲ βέλος λύπης πικρᾶς τομῶς διέρχεται τὴν ἐμὴν καρδίαν, τῆς κρείττονος ἡδονῆς πάντως ἡγούμενον.
ᾨδὴ ἕκτη. Συνεσχέθη Νῦν ἐπέστη ἡ ὄντως μεγάλη καὶ σεβασμία ἑβδομάς, ἐν ᾗ τὰ θεῖα πάθη τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡ μεγαλόπολις τιμᾷ προπέμπουσα πρὸς τὸν μέγιστον ναῶν ἁπάντων· πόθῳ συνδράμωμεν ἅπαντες οἱ πιστοί, τὸν ἁγιασμὸν ἀπαρρυσόμενοι.
Ὑμνολόγοις, ἀλλ’ οὐ μυθολόγοις ἡ ἐκκλησία τοῦ Θεοῦ τοῖς ποιηταῖς κοσμεῖται· οὐ Τυφῶνος συμφορὰς ληροῦσιν, οὐδὲ Ὀσίριδος δεινὰ σπαράγματα, τὰ δὲ τίμια μέλπουσι πάθη, δι’ ὧν ὁ κόσμος ἐκ πλάνης ἐπιστραφεὶς τὴν θεογνωσίαν κατεπλούτησεν.
Μετὰ φόβου καὶ αἰδοῦς ἁπάσης καὶ εὐλαβείας τὰ φρικτὰ τῶν θείων παθημάτων θεῖα σύμβολα προσκυνητέον, ἅπερ ἡ κτίσις ἐμφανῶς ἡ ἄψυχος ἐπαθαίνετο κατανοοῦσα, ἡ γῆ ἐσείετο, ἥλιος καὶ ἀὴρ σκότος ἀμειδὲς περιεβάλοντο.
Νέα Ῥώμη, πόλις τοῦ ὑψίστου, Σιὼν ἁγία ἐκλεκτή, ἀνάβαινε ὡς νύμφη πρὸς τὸν διὰ σὲ συγκαταβάντα μέχρι θανάτου τοῦ πρὸς σὲ γὰρ ἔρωτος τὰ ἐνέχυρα ἔχεις ἐν κόλποις, αἷμα τὸ τίμιον, λόγχην καὶ τὸν σταυρόν, σπόγγον καὶ πορφύραν καὶ τὸν κάλαμον.
Ὁπηνίκα Ἰσαὰκ ἐτύπου πάθος τὸ τίμιον Χριστοῦ, φορτίζεται τὰ ξύλα τεθνηξόμενος, εἰ καὶ ἐσώθη· νῦν δὲ τὰ ξύλα τοῦ σταυροῦ τὰ τίμια καὶ τὸ αἷμα τὸ φρικτὸν ἐπ’ ὤμων ἀναλαμβάνωμεν, θνήσκοντες τῇ σαρκὶ καὶ ζωοποιούμενοι τῷ πνεύματι.
Θ. Ἱερός τις λόγος, ἀπορρήτοις Θεοῦ σοφίας θησαυροῖς ἐναποκεκρυμμένος, τὴν κακίστην ἡδονήν, ὧ μῆτερ, δι’ ἀντιρρόπου τῆς ὀδύνης παύσεσθαι· τὴν οὖν ἔκτισιν ὑπὲρ τοῦ γένους ὑφισταμένῳ συγκάμνουσα τῷ υἱῷ, πρώτη κοινωνήσεις καὶ τῆς χάριτος.
Κοντάκιον. Τὰ ἄνω ζητῶν Παρθένε ἁγνή, Θεοῦ δόξης σκήνωμα, τὴν πόλιν τὴν σήν, τὴν ἄχραντον εἰκόνα σου καὶ τὰ πάθη σέβουσαν τοῦ υἱοῦ σου, παντὸς ἐξάρπασον κινδύνου, πάθους, συμφορᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ ἑβδόμη. Ἄφραστον θαῦμα Στήτω ἡ ῥύσις τῆς ἐμπαθοῦς διαθέσεως τῶν σωμάτων, λόγε, καὶ ψυχῶν, τῶν πίστει τὴν σὴν ἐγνωκότων δύναμιν καὶ ἁπτομένων τοῦ θείου σου κρασπέδου τοῦ χιτῶνος τῆς χλεύης, ἐλεῆμον.
Ἴαμα πᾶσιν ἡ παρὰ σοῦ δρόσος, Κύριε, γενηθήτω, καύσωνι πικρῷ καὶ δίψει σφοδρῷ συμφορῶν παλαίουσι καὶ ἀπογνώσει δεινῇ συνεχομένοις, τὸν σωτήριον σπόγγον σου τιμῶσιν. Γέρας ἀνθρώποις ἐκ τοῦ ἀτίμου θανάτου σου ἀφθαρσία, σῶτερ, καὶ ζωὴ ἡ διηνεκὴς καὶ τούτου μαρτύριον τὰ ἁγιώτατα σύμβολα τοῦ πάθους, ἀδιάφθορα μένοντα εἰσέτι.
Ἐν τῷ φανῆναι ἐν οὐρανῷ τὸ σημεῖον σου, ἐξαστράπτον αἴγλῃ φαεινῇ πρὸς τὴν ἀπαντὴν τῆς σῆς ἐπελεύσεως, συνεπαρθῆναι τοὺς δούλους σου, οἰκτίρμον, καταξίωσον ἔργοις λαμπρυνθέντας. Ῥάβδος ἰσχύος σεσαθρωμένῃ τῇ ποίμνῃ σου καὶ ῥυείσῃ γήρᾳ χαλεπῷ γένοιτο, Χριστέ, ὁ σεπτός σου κάλαμος, ἐν ᾧ τὴν κάραν τυφθεὶς ἐπιτιμήσεις τοῖς ἀγρίοις θηρίοις τοῦ καλάμου.
Θ. Ἀναλαβοῦσα φωνὴν ἡ κτίσις ἡ ἄψυχος συνᾳδέτω μέλος γοερὸν μητρὶ ἐφ’ υἱῷ, θρηνῳδούσῃ πάσχοντι τῷ εὐεργέτῃ τοῦ γένους καὶ δεσπότῃ καὶ λαοῦ τοῦ ἀγνώμονος σωτῆρι.
ᾨδὴ ὀγδόη. Ἔκστηθι φρίττων, οὐρανέ, Ἴδιον ἔχομεν οὐδὲν τῷ παντοκράτορι σοί, Χριστέ, προσενεγκεῖν οἱ δοῦλοι οἱ οἰκτροὶ καὶ πένητες, τὰ ὑπομνήματα δὲ τῆς σῆς ἀπορρήτου συμπαθείας προτείνοντες, πταισμάτων δυσωποῦμεν ῥυσθῆναι καὶ τῆς βασιλείας τῆς σῆς ἀξιωθῆναι.
Ῥύσιον φύτλης ἐμπαθοῦς, ἧς κεκοινώνηκας, αἷμα χέεις ἐν σταυρῷ τὸ πάσης ἁμαρτίας ἄγευστον, προσενεχθὲν τῷ πατρί, καὶ κλῆρος ἡμῖν διαιωνίζων εἰς πίστιν τῆς μελλούσης βασιλείας καὶ δόξης τῆς ἀκαταλύτου, σωτήρ, πεφυλαγμένον.
Ὢ βάθος πλούτου, ὢ πολλῆς σοφίας γνώσεως καὶ ἀγάπης τοῦ Θεοῦ, τὸ πάθος ἀπαθείας αἴτιον· ἐξ ἀσθενείας σαρκὸς ἡ δύναμις ἡ θεία τρανοῦται καὶ θάνατος μνηστεύει τοῖς πιστῶς δεχομένοις τὴν ἀθανασίαν εἰς πάντας τοὺς <αἰῶνας>.
Ὦ βασιλεῦ τῶν οὐρανῶν, τοὺς τὴν ἐπίγειον διϊθύνοντας ἀρχὴν ἐν πίστει ὀρθοδόξῳ φύλαττε, τῇ μὲν παρούσῃ ζωῇ κατάλληλον βραβεύων εἰρήνην, τῆς σῆς δὲ βασιλείας κοινωνοὺς καὶ τῆς δόξης ἐπὶ τοῦ αἰῶνος τοῦ μέλλοντος δεικνύων.
Δέχου τὸν ὕμνον ἐκ ψυχῆς ποθούσης, δέσποτα, τῇ τιμίᾳ κιβωτῷ τῶν θείων παθῶν προσφερόμενον, ἀντιδιδούς μοι ζωὴν τὴν ἄλυπον ἐκεῖθεν καὶ κλῆρον ἐν χώρᾳ τῇ τῶν ζώντων καὶ σκηναῖς τῶν δικαίων ἐν ἑορταζόντων συμφώνοις μελῳδίαις.
Θ. Ἤδη ἡ πόλις σου, σεμνή παρθένε δέσποινα, ἐκλιποῦσα τοῖς μακροῖς κινδύνοις, οὐ δυνάμει πέποιθε τῇ ἑαυτῆς, οὐ στρατῷ, οὐχ ὅπλοις, οὐ ναυσίν, οὐ συμμάχοις, πρὸς σὲ δὲ μόνην βλέπει καὶ τὴν σὴν προστασίαν· σῷζε ταύτην, σῷζε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ ἐνάτη. Μὴ ἐποδύρου με, μῆτερ, Ὁ δεσπότης Μὴ ἀντιβόλει με, μῆτερ, ὑπὲρ ὧν ἑκουσίως ἐγὼ παθεῖν ἐξέδωκα ψυχὴν τὴν ἐμαυτοῦ τὴν γὰρ χάριν ταύτην κακῶς φρονήσαντες ἀθετοῦσι, τοὺς νόμους πατοῦντες τοὺς ἐμούς· τῆς δικαίας οὖν κρίσεως πειραθήσονται.
Ἡ μήτηρ Ἀλλὰ τῆς σῆς εὐσεβείας καὶ τῶν θείων ἐλπίδων οὐδὲν αὐτοὺς ἐξέωσεν, υἱέ μου καὶ Θεέ· τοὺς ἐχθροὺς γὰρ ὁρῶντες ἐξυβρίσαντας καὶ δεινῶς βλασφημοῦντας, αὐτοὶ τῷ σῷ σταυρῷ καὶ τοῖς θείοις σου πάθεσιν ἐναβρύνονται.
Ὁ δεσπότης Ῥήμασι μόνοις τὴν πίστιν καταγγέλλουσι, μῆτερ, τοῖς ἔργοις δὲ ἀρνοῦνται, ὃ πιστεύουσι, σαφῶς· ἀδικία γὰρ τούτοις τὸ μελέτημα καὶ ἀσέλγεια πᾶσα καὶ μέθη καὶ ὀργὴ καὶ οὐκέτι ἀνήσω τὰς ἀνομίας αὐτῶν.
Ἡ μήτηρ Κατὰ τὸν μέγαν σου πλοῦτον τοῦ ἐλέους, οἰκτίρμον, κρῖνον αὐτοῖς δεχόμενος ἐκ σπλάγχνων μητρικῶν ἱκεσίαν ταύτην, τὸ θεῖον αἷμα σου καὶ τὰ τίμια πάθη προβάλλουσι πιστῶς καὶ θαρροῦσιν ἐντεῦθεν συγγνώμης τεύξεσθαι.
Ὁ δεσπότης Οὐδὲν μητρὸς δεομένης βιαιότερον ὄντως· τὴν γοῦν ἐπὶ τοῖς φθάσασι συγγνώμην διὰ σὲ χαριζόμενος τούτοις, ἄν προσέλθωσι πρὸς ἐμὲ κοπιῶντες ὡς εἶπον ἀψευδῶς, ἀναπαύσω, δοξάσω καὶ μεγαλύνω αὐτούς.
Θ. Ὕμνον ἐπάξιον πάντες τῇ μητρὶ τοῦ Κυρίου ᾄσωμεν· αὕτη γὰρ ἡμῖν μεσίτις, τὸν υἱὸν πλημμελοῦσιν ἄμετρα διαλλάττουσα καὶ τὰς κρείττους ἐλπίδας προτείνουσα λαμπρῶς, ἡ τοῦ κόσμου κυρία, πιστῶν τὸ καύχημα.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ Τὰ τίμια πάθη τοῦ λυτρωτοῦ τῆς Ἀδαμιαίας αἰχμαλώτου διασπορᾶς οἱ λελυτρωμένοι καρδίαις εὐαγέσι καὶ χείλεσιν ἀχράντοις περιπτυξώμεθα. Τὸν σταυρόν, τὴν λόγχην καὶ τὸ φρικτὸν αἷμα τοῦ δεσπότου προσκυνήσωμεν εὐσεβῶς, τὸν ἁγιασθέντα χερσὶν ἁγίαις ἄρτον, τὸν σπόγγον, τὸ ἱμάτιον καὶ τὸν κάλαμον.
Αἱ τῆς θεοφόρου Χριστοῦ σαρκὸς τρίχες ἐκρυεῖσαι, φυλαττόμεναι παρ’ ἡμῖν, φυλάττουσι μᾶλλον τοὺς πίστει προσκυνοῦντας καὶ σῴζουσι κινδύνων καὶ περιστάσεων. Τὸν ἐξ οὐρανοῦ τε καὶ ζωτικὸν ἄρτον τοῖς ἀνόμοις ὁ ἀχάριστος μαθητὴς προδούς, ἀργυρίου μικροῦ τιμὴν λαμβάνει καὶ θάνατον ἀγχόνης τὸν ἀπευκτότατον.
Τῷ θαυματουργήσαντι ἐκ πηλοῦ πτύσματι φυρέντος τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ οἱ πεπυρωμένοι τὸν νοῦν ἐν ἁμαρτίαις ἐμπτύουσι, γελῶντες οἱ θρήνων ἄξιοι. Τῆς πικρᾶς δουλείας τῶν ἀσεβῶν τοὺς δεδουλωμένους ἐλευθέρωσον, λυτρωτά, ὁ τὴν ἐπὶ κόρρης πληγὴν παρὰ τῶν δούλων δεξάμενος ὡς δοῦλος εἰς πάντων λύτρωσιν.
Οἱ ἀπεκτονότες τοὺς ἑαυτῶν προφήτας ἐμπαίζειν ὡς προφήτῃ τῷ ποιητῇ δοκοῦσι, πληροῦντες τὸ μέτρον τῶν πατέρων, Θεοῦ τολμῶντες φόνον, ὃν μεγαλύνομεν. Τυραννίδος δόξαν ὁ βασιλεὺς τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου δημιουργὸς ὑπήνεγκε, θέλων ἐχθροῦ τῆς τυραννίδος ἡμᾶς ἐλευθερῶσαι, ὃν μεγαλύνομεν.
Ὢ τῆς μιαιφόνου τῶν ἀσεβῶν τόλμης καὶ μανίας· οὐκ ἠρκέσθησαν τῷ σταυρῷ, εἰ μὴ καὶ ποικίλαις κακώσεων ἰδέαις ἐμπαίξουσι τῷ κτίστῃ οἱ ματαιόφρονες. Τὴν τοῦ φραγγελίου οἱ ἀναιδεῖς παρρησίαν, ὅτε ἐξεβλήθησαν τοῦ ναοῦ, ἀμύνονται, μάτην τὸν κτίστην φραγελοῦντες, συντρίβοντες δὲ μᾶλλον τὰς ἑαυτῶν κεφαλάς.
Ἡ ἀκανθηφόρος συναγωγή, οὐ στοργήν, οἰκτίρμον, σοὶ φυλάξασα μητρικήν, ἀκάνθινον στέφος ἀνέπλεξεν, ἀκάνθης τὸ πάλαι ἐπιτίμιον διαλύοντι. Ὁ ἐν ταῖς νεφέλαις τὸν οὐρανὸν καὶ τὴν γῆν ὁμίχλῃ περιβάλλων πρὸ τοῦ σταυροῦ ὑπὸ ἀγνωμόνων χειρῶν ὕβρεως χλαῖναν ἐνδύεται παιζόμενος ὁ μακρόθυμος.
Σκῆπτρον καὶ πορφύραν πεφορηκὼς παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν, βασιλεῦ, προσκύνησιν δῆθεν ὡς βασιλεὺς ἐδέχου ὁ ἄνω ὑπ’ ἀγγέλων δορυφορούμενος. Σὺ ἐπιτιμήσαις τοῖς πονηροῖς θηρσὶ τοῦ καλάμου ὁ τὴν κάραν, σῶτερ, τυφθεὶς, διὰ τοῦ καλάμου δεινῶς κατερραγμένην τὴν ποίμνην σου στηρίζων ὡς παντοδύναμος.
Ὁ τὴν ἁμαρτίαν αἴρων ἀμνὸς σχήματι κακούργου τὸν οἰκεῖον αἴρει σταυρόν· ἑπώμεθα πάντες τῷ ἀγαθῷ δεσπότῃ, μὴ θρήνοις, ἀλλ’ εὐφήμοις ᾠδαῖς γεραίροντες. Ὁ ἐξ ἀκροτόμου πέτρας λαῷ βλύσας ἀπειθοῦντι ὑπὲρ μέλι ὕδωρ γλυκύ, ὄξος μεμιγμένον χολῇ διὰ τοῦ σπόγγου ποτίζεται, τελῶν τὰ προφητευόμενα.
Ληστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρόσδεξαι βοῶντας τοὺς σοὺς δούλους ὡς ἀγαθὸς καὶ τῆς βασιλείας σοῦ κληρονόμους δεῖξον, ἐν χώρῳ παραδείσου διαιωνίζοντος. Τῷ ἠγαπημένῳ σοι μαθητῇ καὶ τῆς παρθενίας ἀκροτάτῳ μυσταγωγῷ, τὴν ἠγαπημένην μητέρα καὶ παρθένον παρέθου ἐπὶ ξύλου, Χριστέ, κρεμάμενος.
Ὁ τὸν ἐπονείδιστον ἐν σταυρῷ θάνατον, οἰκτίρμον, προσδεξάμενος σαρκικῶς, θανάτωσον ζῶσαν ἐμοὶ τὴν ἁμαρτίαν καὶ ζῆν με κατὰ νόμους τοὺς σοὺς εὐδόκησον. Λόγχῃ ἐκεντήθης σου τὴν πλευράν, αἷμα τε καὶ ὕδωρ ὡς ἐκ κρήνης ποταμηδὸν ἀνέβλυσας, λόγε, καθάρσιον τοῦ κόσμου, ἀλλ’ ὄψονται οἱ ἄφρονες, ὃν ἐκέντησαν.
Ἐπαίχθης, ἐτύφθης ὁ συμπαθής, ἤρθης ἐπὶ ξύλου, προσηλώθης, θαῦμα φρικτόν, λόγχῃ ἐκεντήθης τὴν ἄχραντον πλευράν σου καὶ πάντα ὑπομείνας ἅπαντας ἔσωσας. Ἀποκαθηλούμενον τὸν υἱὸν ἡ παρθένος μήτηρ περισχοῦσα, ὀλολυγαῖς καὶ θρήνων ἀμέτροις βοαῖς ἀνεκαλεῖτο· «μὴ λίπης τὴν τεκοῦσαν μόνην, μακρόθυμε.» Ὡς αἱ μυροφόροι τῷ δι’ ἡμᾶς νεκρωθέντι μύρα προσκομίσωμεν εὐλαβῶς, τὰ πάθη τιμῶντες, ὥσπερ αὐτὸ τὸ σῶμα τὸ θεῖον τὸ πηγάσαν ἡμῖν ἀπάθειαν.
Τοὺς τὰ θεῖα πάθη σου ὁ Θεὸς καὶ τὴν ζωηφόρον ἑορτάζοντάς σου ταφὴν ἀξίωσον πάντας ἰδεῖν τὴν λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου σου ἀναστάσεως. Τὴν πόλιν σου φύλαττε, Ἰησοῦ, τὴν τετιμημένην τοῖς παθήμασι τοῖς σεπτοῖς, οἷς ὑπὲρ τοῦ κόσμου ὑπέμεινας, ἐκ πλάνης τὸ γένος τῶν ἀνθρώπων ἀπολυτρούμενος. <Τριαδικόν> Ἡ μεγαλουργὸς ἁγία τριάς, ὁ πατήρ, ὁ λόγος καὶ τὸ πνεῦμα τὸ ἀγαθόν, τοὺς πίστει τιμῶντας τὴν σὴν μεγαλωσύνην κακώσεως παντοίας καὶ βλάβης λύτρωσαι.
Θ. Ἡ ἀρραγεστάτη χριστιανῶν ἐλπὶς καὶ προστάτις καὶ ὑπέρμαχος ἐν δεινοῖς, τὴν πόλιν σου ταύτην τὴν σοὶ ἀνακειμένην κινδύνων ἀνωτέραν παντοίων φύλαττε.
Στιχηρά. Ἦχος πλάγιος βʹ. Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον Ἡ ἀπεγνωσμένη βουλαῖς ἀνθρώπων καὶ ἐπεγνωσμένη εἰς σωτηρίαν Θεῷ παντοκράτορι μεγάλη πόλις αὕτη, πόνους μυρίους ἀνατλᾶσα καὶ χαλεποὺς κινδύνους, σέσωσται πάντων ἐλευθέρᾳ τῇ θείᾳ προμηθείᾳ· διὸ πάθεσι τοῖς ζωηφόροις ἀνατιθεῖσα τὸ παράδοξον ᾄσμασι θείοις τὴν χάριν ἀμείβεται.
Οἱ συννεκρωθέντες διὰ νηστείας τῷ ὑπὲρ ἀνθρώπων ἀποθανόντι, φαιδρύνεσθε σήμερον τῆς δόξης κοινωνοῦντες, πᾶσα γὰρ κτίσις αἰσθητὴ τε καὶ νοουμένη χαίρει, πάθη τὰ θεῖα τοῦ δεσπότου λαμπρῶς δορυφοροῦσα, ὅπως χάριτι συναναστάντες καὶ ἐπαρθέντες εἰς οὐράνιον οἴκησιν εἰς τοὺς αἰῶνας ἀγάλλησθε.
Οἱ ἀπεγνωσμένοι ταῖς ἁμαρτίαις, οἱ βοσκηματώδεις καὶ νενευκότες πρὸς γῆν καὶ τὰ γήϊνα μὴ πρόφασιν κακίας ταύτας ποιεῖσθε τὰς ἁγίας καὶ ἱερὰς ἡμέρας, πάσας ἀνέδην τὰς αἰσθήσεις πρὸς ἡδονὰς κινοῦντες, ἀλλὰ φρίττοντες τῶν μυστηρίων τὸ μεγαλεῖον ἐπιστρέψωμεν δείλαιοι καὶ τὸν σωτῆρα ἱλεωσώμεθα.
Τὰ διῃρημένα τῆς ἐκκλησίας καὶ νενεκρωμένα σαφῶς ἐντεῦθεν μέλη τὰ τίμια πρὸς μίαν ἁρμονίαν σύναψον αὗθις, τὸν χιτῶνα τὸν ὑφαντὸν διόλου, σῶτερ, τιμῶντας, ὃν ἀτμήτως οἱ φονευταὶ διεῖλον, καὶ τὸ αἷμα σου τὸ ζωηφόρον, δι’ οὗ πρὸς μίαν συμφωνίαν τὰ πέρατα κατὰ τὴν πίστιν ἡνώθησαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.