Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Παρακλητική ακολουθία στην Αγία Τριάδα και τους Αγίους Πάντες

Ικετήριος κανόνας και στιχηρά απευθυνόμενα στην Αγία Τριάδα, τις αγγελικές δυνάμεις, τον Τίμιο Πρόδρομο, τους Αποστόλους και τη χορεία των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 13 από 13

Ἀκολουθία παρακλητικὴ εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα καὶ τὸν αὐτῆς ἕνα τὸν δι’ ἡμᾶς σαρκωθέντα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εἰς τοὺς ἀσωμάτους καὶ εἰς τοὺς ἁγίους ἅπαντας. Στιχηρά, ὧν ἡ ἀκροστιχίς· Μάρκου ἱερομονάχου. Ἦχος βʹ. Ποίοις εὐφημιῶν στέμμασιν Μέγα τὸ εὐσεβὲς κήρυγμα, πάσης διανοίας ὑπερέχον· εἷς γὰρ ἐν τρισὶν ὑποστάσεσιν ὁ Θεὸς ἡμῖν πεφανέρωται διὰ τῆς φρικτῆς οἰκονομίας τοῦ λόγου, τοῦ σαρκωθέντος ἐν ὑστέροις καιροῖς, καὶ πᾶσι τὴν ἀπλανῆ πίστιν γνωρίσαντος τὴν εἰς πατέρα υἱόν τε καὶ ἅγιον πνεῦμα μίαν δύναμιν καὶ μορφήν, μίαν φύσιν ἐν ἀσυγχύτοις ταῖς ἰδιότησιν.

Ἆρον τὴν χθαμαλὴν φρένα μου τῆς περιπεζίου προσπαθείας εἰς τὰ τῶν ἁγίων ἐνδότατα, ἡ τῶν Σεραφὶμ θείαις πτέρυξι συγκαλυπτομένη ἀπροσίτως, τρισὶν ἐν ἁγιασμοῖς δοξαζομένη τε εἰς μίαν συναγομένοις κυριότητα, τριὰς ἁπλῆ παναγία, καὶ τὸ θεῖον ᾆσμα τῆς κρυφιομύστου μολπῆς ἀκοαῖς ταῖς ἔνδον ἐνηχηθῆναι με ἀξίωσον.

Ῥήσεις τῶν προφητῶν ἄνωθεν καὶ τῶν θεηγόρων ἀποστόλων ἕνα κατ’ οὐσίαν ἀμέριστον ἐν δὲ τοῖς προσώποις τρισσούμενον τὸν τριαδικὸν Θεὸν ὑμνοῦσιν· οἷς ἕπεσθαι θεμιτὸν εἶναι ἡγούμενος ἐξ ὅλης μου τῆς ψυχῆς καὶ διαθέσεως, κρατύνω ταύτην τὴν πίστιν καὶ φρονῶ καὶ σῴζω διὰ πάσης μου τῆς ζωῆς καὶ δι’ αὐτῆς πταισμάτων αἰτοῦμαι λαβεῖν ἄφεσιν.

Κλίνας τοὺς οὐρανοὺς ὕπερθεν ἐκ τῶν τῆς θεότητος ἀδύτων, σαρκικὴν στολὴν περιθέμενος, ὁ ἀρχιερεὺς προελήλυθας τοῦ Θεοῦ ὁ μέγας πρὸς τοὺς δούλους, ἐν αἵματι τῷ ἰδίῳ προθυόμενος καὶ λύτρωσιν αἰωνίαν κομισάμενος τοῖς ὑπευθύνοις, οἰκτίρμον, οὗ μετέχοντά με διαφύλαξον ἀσινῆ καὶ ἐν τῷ νῦν αἰῶνι τούτῳ καὶ ἐν τῷ μέλλοντι.

Ὅλον τὸν παλαιὸν ἄνθρωπον ἐν τῇ τοῦ βαπτίσματος ἐκπλύσει συνεξεδυσάμην ταῖς πράξεσι καὶ ἐπιθυμίαις τῇ χάριτι τοῦ τετιμηκότος με δεσπότου· ἐντεῦθεν λοιπὸν ὀφείλων πολιτεύεσθαι τοῖς νόμοις τοῖς ὑπ’ αὐτοῦ τεθεῖσιν, ἔγωγε τὴν ἐναντίαν ὁδεύω, προστροπαῖς ἁπάσαις κηλιδώσας μου τὴν ψυχήν· ἀλλ’ αὖθις, ὁ συμπαθής, τὴν πρώτην χάριν μοι δώρησαι.

Ὕψος ἐπὶ σταυροῦ ἄτιμον παραδειγματίζων τὴν κακίαν ὁ τιμῆς ἁπάσης ἐπέκεινα ἔτλης, Ἰησοῦ μου, καὶ θάνατον τὸν μετὰ ἀνόμων, ἀλλ’ ἀνέστης τριήμερος, συνεγείρας τὸ ἀνθρώπινον· ἐκεῖνα σκυθρωποτέρας διαθέσεως, ταῦτα χαρᾶς ἀνεκφράστου· διὸ τῷ σῷ φόβῳ καθηλώσας μου τῆς σαρκὸς τὸ φρόνημα, τὴν ψυχὴν ἀγάπῃ θείᾳ ἀνάστησον.

Ἕτερα. Ἦχος δεύτερος. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν Τῶν ἀσωμάτων Ἴλας οὐρανίου στρατιᾶς ὁ τὴν ἐπιχθόνιον ταύτην ἕλκων ζωὴν καὶ λυπρὰν εὐφημεῖν τετόλμηκα, τὰ Σεραφίμ, Χερουβίμ, κυριότητας, θρόνους τε ἀρχάς, ἐξουσίας, δυνάμεις ἀγγέλους τε καὶ ἀρχαγγέλων χορούς, οὓς ὡς παραστάτας τοῦ θρόνου τοῦ δεσποτικοῦ ἱκετεύω δεξιᾶς μερίδος ἀξιῶσαι με.

Τοῦ Προδρόμου Ἔργῳ τοῦ Σωτῆρος ἡ φωνὴ ἡ παναληθὴς μαρτυρεῖται ἐν γεννητοῖς γυναικῶν, μείζονά σου φάσκουσα μὴ ἐγηγέρθαι βροτόν, Ἰωάννη· τὴν ἔρημον καὶ γὰρ οἰκεῖς πρῶτος ἀκριδομελίτροφος, θριξὶ καμήλου ῥιγῶν· ὅθεν καὶ μειζόνων χαρίτων κατηξιωμένος θεόθεν μεταδοίης τούτων τοῖς ὑμνοῦσι σε.

Ἀποστόλων Ῥήματα ζωῆς ἀληθινῆς φέροντες ἐν κόσμῳ, θεόπται, ἐξαπεστάλητε, Πέτρε, Παῦλε, Φίλιππε, Θωμᾶ, Ἀνδρέα, Λουκᾶ, Ἰωάννη, Ἰάκωβε καὶ Βαρθολομαῖε, Ματθαῖε, Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων καὶ Ματθία καὶ Μάρκε σὺν τοῖς ἑβδομήκοντα· ὅθεν λόγον μοι ζωῆς νῦν ἐνηχήσατε.

Προφητῶν Ὅλην τὴν ἀκτῖνα τοῦ φωτὸς τοῦ θεοποιοῦ καὶ ἀΰλου καθαρωτάτῃ ψυχῇ δέδεχθε, τυπούμενοι τῷ θείῳ πνεύματι νοῦν, ὡς παροῦσι τοῖς μέλλουσι συνόντες, προφῆται· ὅθεν ὑμῶν δέομαι τὸν σκοτισθέντα μου νοῦν πάσαις ἐνθυμήσεσι φαύλαις ταῖς ὑμῶν φωσφόροις πρεσβείαις, ὦ θεομακάριστοι, φωτίσατε.

Ἱεραρχῶν Μέγαν τὸν μισθὸν ἐν οὐρανοῖς οἱ τοῦ ἀμπελῶνος ἐργάται νῦν ἀπειλήφατε, καύσωνα βαστάσαντες τὸν τῆς ἡμέρας, σοφοί, ἱεράρχαι θεόκλητοι· διό με μερίτην δέξασθε, σμικρότατον τοῦτο δωρούμενοι, βλέπειν τὴν ὑμῶν ἐκεῖ δόξαν καὶ τοὺς ἀκηράτους στεφάνους, οἷς ὑμᾶς ὁ Κύριος ἠμείψατο.

Μαρτύρων Ὅπλῳ εὐδοκίας κραταιῷ καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων ἐστεφανώθητε, μάρτυρες πανόλβιοι, καὶ μετὰ τέλος σεπτόν, ἀθλοφόρε Γεώργιε, Δημήτριε μάκαρ, ἄμφω οἱ Θεόδωροι σὺν τοῖς λοιποῖς ἀθληταῖς· δεῦρο δὴ μικροῖς ἐφυμνίοις καὶ τοῖς ἐκ τῶν λόγων στεφάνοις καὶ αὐτὸς ὑμᾶς φιλοτιμήσωμαι.

Ἱερομαρτύρων Νέαν πολιτείαν καὶ ᾠδὴν ἄρτι καθιστάμενος πίστει, τῷ νεουργῷ τοῦ παντὸς ᾆσμα καινουργόπλοκον ᾄδω συντόνῳ ῥυθμῷ· «θαυμαστὸς ὁ Θεὸς ἡμῶν ἐστὶν ἐν ἁγίοις τοῖς ἱερομάρτυσι, διπλοῦς ἀγῶνας ἐν γῇ τόλμῃ λογισμῶν ἐνεγκοῦσι καὶ καταβαλοῦσι τοῦ πλάνου τὸ λυσσῶδες θράσος ἀνδρικώτατα».

Ὁσίων Ἄρτι μεταβὰς πρὸς τὸν χορὸν τὸν τῶν ἀσκητῶν, κατοπτεύω λειμῶνα βρύοντα ποικίλοις τοῖς ἄνθεσι καὶ ἀρετῶν ταῖς ὀδμαῖς τὰς αἰσθήσεις ἡδύνομαι ψυχῆς καὶ κραυγάζω· δόξα τῷ δοξάσαντι τοὺς νικητὰς τοῦ ἐχθροῦ, δόξα τῷ μεγάλα σημεῖα δι’ αὐτῶν καὶ τέρατα πᾶσιν ἐπιδειξαμένῳ θαυμαστῷ Θεῷ.

Γυναικῶν μαρτύρων Χαίροις, τῶν ἁγίων γυναικῶν ὁ τῇ τοῦ Χριστοῦ μαρτυρίᾳ τετιμημένος χορός, Θέκλα ἡ πρωτόαθλος, Αἰκατερίνα σοφή, Εὐφημία πανεύφημε, Μαρίνα θεόφρον, Εὔας τῆς προμήτορος ἀναπαλαίσασαι νῦν ἥτταν τὴν ἀρχαίαν ἐκείνην καὶ τὸν τοῦ Θεοῦ ἀποστάτην ποσὶ τοῖς ὡραίοις συμπατήσασαι.

Γυναικῶν ὁσίων Ὅσιαι γυναῖκες αἱ μακροὺς ὑπὲρ ἀρετῆς τοὺς ἱδρῶτας καταβαλόμεναι, παθῶν τε νεκρώσεως ἀποτινάξασαι τὸν δυσαίσθητον θύλακον καὶ πίστει τελείᾳ τῶν ἐπουρανίων νῦν κατατυχοῦσαι γερῶν, δέησιν Κυρίῳ ποιεῖσθε ὑπὲρ οἰκτροτάτου οἰκέτου, σφόδρα παροξύναντος τὸν εὔσπλαγχνον.

Δόξα Ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὴν τρισσομονόθεον φύσιν καὶ τοὺς ἁγίων χοροὺς εὐφημῶν ἱκέτευσα καθ’ ἕνα καὶ ἰλαδόν, νῦν δὲ ἅπαντας ᾄσμασιν εἰς ἓν συναγείρας, ἵστημι πρεσβεύσοντας τῷ σαρκωθέντι Θεῷ λύμης ἐγκλημάτων ῥυσθῆναι καὶ αἰωνιζούσης φλογός με καὶ τῆς ἐκλεκτῶν τυχεῖν λαμπρότητος.

Καὶ νῦν Θ. Ἅλις τῶν ᾀσμάτων μοι λοιπόν· σὲ τὴν τοῦ Θεοῦ μου μητέρα κορώνην οἷα χρυσῆν φέρων, ἐπιτίθημι καὶ ὡς σφραγίδα λαμπράν· μεμνημένος οὖν, ἄχραντε, φωνῆς τοῦ ἀγγέλου, ταύτην σοι προσφθέγγομαι· «χαῖρε, χαρὰ τῶν πιστῶν, ἡ τῶν οὐρανῶν πλατυτέρα καὶ ἐνδοξοτέρα τῶν νόων, νέα κιβωτέ, σκηνὴ τῆς χάριτος».

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς· Τῆς Τριάδος τὸν ἕνα σὺν τοῖς ἁγίοις ἰλιτάζω, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος πλάγιος δʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Τριαδικόν Τὸ τῆς τριττῆς καὶ ἑνιαίας φύσεως ἀπαραλλάκτῳ μορφῇ ἓν ἀμερὲς κράτος προσκυνῶ καὶ δέομαι τὴν τῆς ψυχῆς τριμέρειαν ἀπαθείας πελάγει καταποντίσαι καὶ δεῖξαι με ζῶντα καὶ φθεγγόμενον πνεύματι.

Δεσποτικόν Ἡ τοῦ σωτῆρος πρὸς ἀνθρώπους κάθοδος μέχρι θανάτου σταυροῦ σωφρονισμὸς ἔστω καὶ τομὴ τοῦ χείρονος, σοί, ὦ ψυχὴ ταλαίπωρε, ἐπὶ μνήμην ἰοῦσα καὶ τὴν πρὸς τοῦτον ἀγάπησιν ἔνθερμον ἀεὶ ὑπανάπτουσα.

Τῶν ἀσωμάτων Σεραφίμ, θρόνοι, Χερουβὶμ σοφώτατοι, δυνάμεις τε καὶ ἀρχαί, ἐξουσιῶν στίφη, θεῖαι κυριότητες, σὺν ἀρχαγγέλοις ἄγγελοι, τὸν δεσπότην τῶν ὅλων ἐκδυσωπεῖτε σωθῆναι με, πταίσμασι πολλοῖς συνεχόμενον.

Τῶν ἁγίων πάντων Τὴν βασιλείαν τοῦ πατρὸς ἀσάλευτον κλῆρον εἰλήφατε, τῆς τοῦ υἱοῦ δόξης κοινωνοὶ γενόμενοι, τῶν ἀποστόλων θίασος, προφητῶν καὶ μαρτύρων, ἱεραρχῶν καὶ ὁσίων τε καὶ σεπτῶν γυναίων τὰ τάγματα.

Θεοτοκίον Ῥάβδος ἐκ ῥίζης Ἰεσσαί, θεόνυμφε, τὸν βασιλέα Χριστὸν ὡς εὐπρεπὲς ἄνθος, ὡς καρπὸν ἡδύπνοον τῷ κόσμῳ προενήνοχας, ἁγιάζοντα πίστει τοὺς δρεπομένους καὶ τρέφοντα καὶ ψυχῶν αἰσθήσεις καθαίροντα.

ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχὰς Τριαδικόν Ἰσοκλεής, ἰσοσθενής, ἰσότιμος πεφυκυῖα, τοῖς προσώποις τρισσουμένη τῇ φύσει, ἑνουμένη τὴν ἐμὴν διάνοιαν ἰσόρροπον ἐν τοῖς καλοῖς ἑστᾶναι, τριάς μονάς, καταξίωσον.

Δεσποτικόν Ἅδου κευθμῶνας ὡς Θεὸς τῷ κράτει σου ἀναρρήξας, ὁ παθὼν ὑπὲρ ἡμῶν ἑκουσίως, τὴν κατάκριτον, Χριστέ, φύσιν σαυτῷ συνύψωσας· διὸ καὶ νῦν τὸν νοῦν μου παθῶν κοπρίας ἀνάγαγε. Τῶν ἀσωμάτων Δυνάμωσόν μου τὴν ψυχήν, ὁ τὰς ἀΰλους δυνάμεις ὑποστήσας ἐξ οὐκ ὄντων βουλήσει, Χερουβὶμ καὶ Σεραφίμ, θρόνους καὶ κυριότητας, ἀρχὰς καὶ ἐξουσίας, σὺν ἀρχαγγέλοις ἀγγέλοις τε.

Τῶν ἁγίων πάντων Ὁ μετανοίας ἀκριβὴς διδάσκαλος, ἐκ ψυχῆς με τῷ Θεῷ μετανοῆσαι γνησίως ἐκδυσώπει, βαπτιστά, σὺν ἀποστόλοις, μάρτυσιν, ὁσίοις, ἱεράρχαις καὶ γυναικῶν ταῖς θεόφροσιν. Θεοτοκίον Σαλευομένην προσβολαῖς τῶν τῆς κακίας πνευμάτων καὶ ἀνθρώπων πονηρῶν ἐπηρείαις, κλονουμένην τὴν ἐμὴν καρδίαν στῆσον, δέσποινα, καὶ ἀραρότως ἔχειν ἐν τοῖς καλοῖς με ἀξίωσον.

ᾨδὴ τετάρτη. Σύ μου, Χριστέ, Τριαδικόν Τριὰς ἡμῖν ἀπὸ μονάδος τὴν κίνησιν εἰς δυάδα μέχρι καὶ τριάδος αὐτῆς ποιησαμένη, ἔστη λοιπὸν ὁ πατὴρ υἱός τε καὶ πνεῦμα τὸ ὁμοούσιον, εἰς ἃ καὶ ἐβαπτίσθην καὶ πιστεύων αἰτοῦμαι τῶν πταισμάτων λαβεῖν τὴν συγχώρησιν.

Δεσποτικόν Ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς καὶ τὸν θάνατον τῇ ταφῇ σου καταργήσας, δίδου μοι σαρκὶ τεθνᾶναι, τῇ δὲ ψυχῇ ζωοποιηθῆναι καὶ νοῦν μετάρσιον δείκνυσθαι τῆς γῆς καὶ τῶν γηΐνων, ἐν τῇ ἄνω πατρίδι τὸ πολίτευμα ἤδη ποιούμενον.

Τῶν ἀσωμάτων Νόες ἁπλοῖ καὶ φωτεινοὶ χρηματίζοντες, τὸν ζοφώδη νοῦν μου καταυγάσατε, οἱ Σεραφὶμ σὺν τοῖς Χερουβὶμ καὶ ταῖς ἐξουσίαις, θρόνοι, ἀρχαί, κυριότητες, ἀρχάγγελοι, δυνάμεις καὶ ἀγγέλων χορεῖαι τὸν τῶν ὅλων Θεὸν ἱκετεύοντες.

Τῶν ἁγίων πάντων Εἴ τις ὑμῖν ἀγάπης νόμος καὶ ἔλεος, εἴ τις μνήμη ὁμογνίου φύσεως, ὑπὲρ ἡμῶν δέησιν Θεῷ, δῆμοι ἀποστόλων καὶ προφητῶν, προσαγάγετε, μαρτύρων καὶ ὁσίων καὶ γυναίων ἁγίων, ἀθλησάντων ὁ θεῖος κατάλογος.

Θεοτοκίον Νέον ἡμῖν Θεὸν παιδίον ἐγέννησας πρὸ αἰώνων τὸν συγκαθεζόμενον τῷ προανάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ συνδοξαζόμενον πνεύματι, Μαρία Θεοτόκε, διὰ σπλάγχνα ἐλέους χρηματίσαι υἱόν σου θελήσαντα.

ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Τριαδικόν Ἀπὸ ῥίζης στελέχη δύο τεθηλότα καλὸν ἀνεφύησαν, ἐξ ἡλίου ἄλλοι διφαεῖς συνανήφθησαν ἥλιοι τοῦ πατρὸς ὁ λόγος καὶ πνεῦμα, ὧν ταῖς φρυκτωρίαις ἐλλαμφθείην τὸν νοῦν ὁ ἀσύνετος.

Δεσποτικόν Σέ, τὸν ἄκτιστον λόγον, φύσιν τὴν κτιστὴν συμπαθῶς περιθέμενον, δυσωπῶ, τὸ κτίσμα μὴ ἐάσῃς τὸ σόν με πλανώμενον ὑποθήκαις, δόλοις τοῦ πονηροῦ κτίσματος ὄντως καὶ δραπέτου δεινοῦ κοσμοκράτορος.

Τῶν ἀσωμάτων Ὕμνοις ἐνδελεχέσι τὴν πανυπερύμνητον φύσιν γεραίροντες, Σεραφίμ, δυνάμεις, Χερουβὶμ καὶ ἀρχαί, κυριότητες, ἐξουσίαι, θρόνοι σὺν ἀρχαγγέλοις καὶ ἀγγέλοις, τῆς ἡμῶν οὐθενότητος μέμνησθε. Τῶν ἁγίων Νόμοις θείοις ὑπείκειν τὸν παρανομοῦντα με νῦν ἐνισχύσατε, ὁ τοῦ νόμου μέσος καὶ τῆς χάριτος, μέγιστε Πρόδρομε, σὺν προφήταις θείοις καὶ ἀποστόλοις, ἱεράρχαις καὶ μαρτύρων χοροῖς καὶ ὁσίων ὁμοῦ.

Θεοτοκίον Τὴν ἀθάνατον φύσιν ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα καὶ παρθένος κόρη τοὺς ἀσάρκους ἀγγέλους παρήλασεν, ὡς Θεὸν τεκοῦσα τὸν βασιλέα τῶν ἀγγέλων, ᾧ προσβλέπειν ἐκείνοις ἀδύνατον.

ᾨδὴ ἕκτη. Ἄβυσσος ἁμαρτιῶν Τριαδικόν Ὄλβιος, ὃς ἀτρεμεῖ νοὸς ὄμματι ἰδεῖν ἠδυνήθη τὴν τριφεγγῆ ἀκτῖνα καὶ τὸ κάλλος τὸ ἄρρητον, συμμορφούμενος αὐτῷ καὶ ἐλλαμπόμενος ὡς ἐντεῦθεν θεοειδὴς ὅλος γνωρίζεσθαι.

Δεσποτικόν Ἵλεων ὁ συμπαθὴς ἐπιβλέψας τῇ ἐμῇ ταπεινώσει, ταλαιπωρίας λάκκου καὶ πηλοῦ παραπτώσεων ἀνελκύσας μου τὸν νοῦν, στήριξον πέτρᾳ τῆς ἀπαθείας, οὗ τῷ σταυρῷ πέτραι ἐρράγησαν. Τῶν ἀσωμάτων Σέλας τὸ τρισσοφεγγὲς ἀκλινέσιν ὀφθαλμοῖς δεδορκότες οἱ Σεραφίμ, δυνάμεις, Χερουβίμ, κυριότητες, ἐξουσίαι καὶ ἀρχαί, θρόνοι, ἀρχάγγελοι σὺν ἀγγέλοις, δεύτερα φῶτα χρηματίζουσιν.

Τῶν ἁγίων πάντων Ἄγγελος ἐπὶ τῆς γῆς ἐχρημάτισας, σοφὲ Ἰωάννη· διὸ τοὺς ἀποστόλους, ἱεράρχας καὶ μάρτυρας καὶ ὁσίους προσλαβὼν σὺν τοῖς προφήταις καὶ ἅπασι τοῖς δικαίοις, ὑπὲρ ἡμῶν πρεσβείαν ποίησαι. Θεοτοκίον Γέρας τοῦτο ἐκ Θεοῦ τοῖς ἐν βίῳ καθαρθεῖσι τελείῳ, μαρμαρυγῇ ἀΰλῳ τὴν καρδίαν ἐλλάμπεσθαι τοῦ φωτὸς τοῦ νοητοῦ· οὗ μετασχεῖν μοι, θεογεννῆτορ, τῇ σῇ πρεσβείᾳ μόνη δώρησαι.

Κάθισμα. Ἦχος πλάγιος δʹ. Τὴν σοφίαν καὶ λόγον ἐν σῇ γαστρὶ Ἀσωμάτων ἀγγέλων θεία πληθύς, παλαιᾶς ὁ μεσίτης καὶ τῆς καινῆς, ἀπόστολοι ἔνδοξοι, πατριάρχαι καὶ δίκαιοι, τῶν προφητῶν ὁ σύλλογος, μαρτύρων τὰ τάγματα, ἱεραρχῶν ὁ δῆμος καὶ ἱερομάρτυρες, ὅσιοι καὶ πᾶσαι γυναικῶν αἱ χορεῖαι ἀνδρείως ἀσκήσασαι καὶ γενναίως ἀθλήσασαι, ἐκτενῶς νῦν ἅπαντες μετὰ τῆς Θεοτόκου πρεσβεύσατε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν εἰς ὑμᾶς ὁλοψύχως προστρεχόντων.

ᾨδὴ ἑβδόμη. Θεοῦ συγκατάβασιν Τριαδικόν Ἰδών σε τυπούμενον τρισὶν ἀγγέλοις τὸν ἐν Τριάδι Θεόν, Ἁβραὰμ προσεκύνει Κύριον ἕνα τὸν ὁραθέντα καλῶν· διὸ τῇ φαύλῃ τῆς ψυχῆς οἰκίᾳ μου κἀγὼ ξενίσαι σε νῦν ἐκδυσωπῶ, ὁ Θεός.

Δεσποτικόν Ὁ πάθος μακάριον τὸ ἀπαθείας πρόξενον ἀνασχόμενος, τὴν καρδίαν μου πεῖσον τῷ σῷ προσπάσχειν ἔρωτι καὶ ἀπέχεσθαι τῶν παθημάτων τῆς σαρκὸς καὶ ὄνομα τὸ σὸν ἀεὶ μελετᾶν ἐγρηγορότι νοΐ. Τῶν ἀσωμάτων Ἱλάσθητι, Κύριε, ἱλάσθητί μοι διὰ τῶν σῶν λειτουργῶν, Σεραφίμ, Χερουβίμ τε κυριοτήτων, θρόνων, δυνάμεων ἐξουσιῶν τε, ἀρχῶν ἀρχαγγέλων τε καὶ τῶν ἀγγέλων, ὧν ἄρχει Μιχαὴλ Γαβριήλ.

Τῶν ἁγίων πάντων Συνήφθητε τάγμασι τοῖς ἀσωμάτοις θεῖοι ἀπόστολοι, ἱεράρχαι, προφῆται, μαρτύρων στίφη καὶ ἀσκητῶν οἱ χοροὶ καὶ τῶν ἁγίων γυναικῶν συστήματα σὺν τῷ Προδρόμῳ, Χριστὸν ἐξιλεοῦντες ἡμῖν. Θεοτοκίον Ἰδού, παναμώμητε, ἐλπίδος πάσης ἐκτὸς γεγένημαι ἀγαθῆς· οἱ γὰρ φίλοι καὶ οἱ πλησίον με ἐγκατέλιπον, αὐτὴ δὲ μόνη ἀρωγὸν ἐξ ὕψους μοι τὴν κραταιάν σου νῦν χεῖρα ἐξαπόστειλον.

ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Τριαδικόν Λόγῳ Κυρίου πέπηγεν ἡ οὐράνιος δίνησις, περιστρεφομένη κυκλικαῖς ἑλίξεσι καὶ πνεύματι στόματος πᾶσα ἡ τούτων δύναμις ἔσχηκε τὸ εἶναι καὶ κινεῖσθαι καὶ μένειν· διὸ τὴν βασιλίδα καὶ αἰτίαν ἁπάντων τριάδα μεγαλύνων, αἰτῶ πταισμάτων λύσιν.

Δεσποτικόν Ἴδε τὴν θλίψιν, ἴδε μου τῆς ψυχῆς τὴν κατήφειαν καὶ τὴν τῆς καρδίας συνοχὴν καὶ κάκωσιν, ἥν μοι προεξένησεν ἁμαρτημάτων, Λόγε, πληθύς, καὶ ἐπικουρίαν ἐξ ἁγίου παράσχου, ὁ σάρκα φιλανθρώπως περιθέσθαι θελήσας καὶ πάθη ὑπομεῖναι καὶ θάνατον, οἰκτίρμον.

Τῶν ἀσωμάτων Τὸν ὑψηλὸν ἀμφέποντες θεῖον θρόνον, ὑπέρτατοι θρόνοι, Σεραφὶμ καὶ Χερουβίμ, δυνάμεις τε ἀρχαί, κυριότητες καὶ ἐξουσίαι αἱ ἱεραὶ σὺν τοῖς ἀρχαγγέλοις καὶ ἀγγέλοις, τῷ κτίστῃ πρεσβείαν φιλανθρώπως προσαγάγετε ἅμα τῷ θείῳ Ἰωάννῃ ὑπὲρ παντὸς τοῦ κόσμου.

Τῶν ἁγίων πάντων Ἀγαλλιᾶσθε, δίκαιοι· ἐν Κυρίῳ ἡ αἴνεσις· πρέπει γὰρ ὑμῖν, τοῖς ἀληθῶς εὐθέσι τὸν νοῦν, ἀπόστολοι, μάρτυρες καὶ ἱεράρχαι καὶ ἀσκηταί, ὅσιοι καὶ δίκαιοι καὶ πάντες προφῆται σὺν γυναιξὶν ἁγίαις· ἀλλὰ τοῦτον τὸν ὕμνον ἵλεῳ δεδεγμένοι σώσατε τὸν ὑμνοῦντα.

Θεοτοκίον Ζωῆς προσκαίρου δότειρα τοῖς ἀνθρώποις καθέστηκε πνεύματος λεπτοῦ καὶ καθαροῦ μικρὰ εἰσπνοή, ἐμοὶ δὲ τὸ ὄνομα τὸ τοῦ υἱοῦ σου, δέσποινα, γένοιτο καρδίας φλεγομένης ἡδύτης, ἀνάψυξις καὶ δρόσος, γλυκασμός, εὐφροσύνη, πνοή, ζωὴ καὶ τέρψις καὶ φῶς καὶ θυμηδία.

ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Τριαδικόν Ὦ θεία καὶ σεβάσμιε μοι τριάς, τὸ μελέτημά τε καὶ καλλώπισμα σὺ τὸ ἐμόν, σῴζοιό μοι βίου διὰ παντὸς καὶ σῴζεις ἐν τῷ μέλλοντι εἰς τὴν ἐπουράνιόν με ζωήν, εἰς θείας καταπαύσεις, εἰς τὰς σκηνὰς δικαίων, εἰς αἰωνίαν ἀγαλλίασιν.

Δεσποτικόν Μεγάλων ἠξιώθημεν δωρεῶν ἡ κατάκριτος φύσις καὶ ἔκπτωτος διὰ τῆς σῆς, λόγε, ἀπορρήτου καὶ θαυμαστῆς οἰκονομίας, δέσποτα· διό με μεγάλων ἁμαρτιῶν καθάρας μετανοίᾳ, μεγάλων χαρισμάτων ὡς μεγαλόδωρος ἀξίωσον.

Τῶν ἀσωμάτων Ἀΰλων ἀσωμάτων παρεμβολαί, Σεραφίμ, Χερουβὶμ πολυόμματα, θρόνοι, ἀρχαί, δυνάμεις, ἐξουσίαι πανευκλεεῖς καὶ θεῖαι κυριότητες, ἄγγελοι, ἀρχάγγελοι, τῷ Θεῷ πρεσβεύσατε ζωῆς με καὶ θείας βασιλείας καταξιῶσαι τὸν ἀνάξιον.

Τοῦ Προδρόμου Ῥεόντων ἀλογήσας βίου τερπνῶν ἐν ἐρήμοις ηὐλίσθης, ἀοίδιμε, σωματικῶς, τῷ θεαυγεστάτῳ δὲ λογισμῷ τὴν οὐρανίαν ἄντυγα διασχών, ἀγγέλοις συνηριθμοῦ· μεθ’ ὧν τὸν βαπτισθέντα ἐν Ἰορδάνῃ λόγον ὑπὲρ ἐμοῦ δυσώπει, Πρόδρομε.

Τῶν ἀποστόλων Κατ’ ἴχνος με βαδίζειν ὅλῳ ποδὶ τῆς ὑμῶν ὁδηγίας ἰθύνατε, οἱ ὁδηγοὶ τῶν πεπλανημένων μύσται Χριστοῦ, καὶ τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὰς αἰωνίους ἐκεῖ μονὰς ἀπρόσκοπον ὁδεύειν, ἀκλόνητον ἰέναι καὶ ἀσφαλῆ καταξιώσατε.

Τῶν ἁγίων Ὁ πρῶτος τὸ σὸν αἷμα διὰ Χριστὸν ἐκκενώσας, μακάριε Στέφανε, σὺν τοῖς λοιποῖς μάρτυσι, προφήταις, ἱερουργοῖς καὶ τῶν ὁσίων τάγμασι πάντων τε δικαίων καὶ γυναικῶν ἁγίων ταῖς χορείαις καὶ ἱερομαρτύρων ὑπὲρ ἡμῶν πρεσβείαν στήσασθε.

Θεοτοκίον Σωτήριος γενοῦ μοι πύργος, ἁγνή, τῶν δαιμόνων ἀπείργουσα φάλαγγας καὶ πειρασμῶν ὄχλον καὶ κινδύνων τῇ καρτερᾷ σοῦ προβολῇ διώκουσα καὶ περιφυλάττουσά μου τὸν νοῦν ἐν μάχῃ στρατηγέτην, ἐν ζάλῃ κυβερνήτην, ἐν τοῖς ἀγῶσιν ἀκατάβλητον.