Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Κανόνας στις αγγελικές δυνάμεις και τον φύλακα άγγελο

Υμνολογικός κανόνας αφιερωμένος στα εννέα τάγματα των ασωμάτων δυνάμεων, με δεήσεις προς τους αρχαγγέλους και τον φύλακα άγγελο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 13

Κανὼν εἰς τὰ ἐννέα τάγματα τῶν ἀσωμάτων, οὗ ἡ ἀκροστιχίς· Τοῖς ἐννέα τάγμασιν ᾠδὰς ἐννέα Μάρκος μοναχὸς Εὐγενικὸς ἐξᾴδω. ᾨδὴ πρώτη. Ἦχος πλάγιος δʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Σ Τὸν τῶν ἀΰλων οὐσιῶν διάκοσμον ἀνευφημῆσαι τολμῶν ἐν ὑλικῇ γλώσσῃ καὶ ῥυπῶσι χείλεσι, Ε τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος, ἧς Ἡσαΐας ἠξίωται θείῳ φωτιζόμενος ἄνθρακι.

Ρ Ὁ ταῖς ἀμέσοις ἀστραπαῖς λαμπόμενος τῆς ἀρχιφώτου πηγῆς καὶ τριλαμποῦς αἴγλης νοερὸς διάκοσμος, Α τριαδικαῖς ἀκρότησι συμπληροῖ τὴν πρωτίστην ἱεραρχίαν, μυούμενος ἐξ αὐτοῦ Θεοῦ τὰ θειότατα. Φ Ἱερωτάταις ἑξαρίθμοις πτέρυξιν ἀνατεινόμενοι πρὸς ἐφικτὸν ὕψος, Σεραφὶμ θειότατοι, Ι τῇ ἀπροσίτῳ πάντοτε θεαρχίᾳ τὸν ὕμνον τὸν πολυύμνητον ᾄδετε, Μ τὸ «ἅγιος, ἅγιος, ἅγιος».

Συγκαλυπτόμενοι δυσὶ ταῖς πτέρυξι τὰ θεῖα πρόσωπα καὶ ταῖς δυσὶ πόδας, Σεραφὶμ ὑπέρτατοι, τὸ εὐλαβὲς ἐνδείκνυσθε πρὸς τὰ ὕψη καὶ βάθη, καὶ ταῖς δυσὶ προσπετόμενοι τὸ περὶ τὰ μέσα ταχύπορον. Ἐμπρηστικῆς καὶ καθαρσίου φύσεως ὄντες καὶ κλήσεως θεοειδεῖς νόες, Σεραφὶμ ὁλόφωτοι, τὸν ἐν τῷ σκότει κείμενον καταυγάσατε νοῦν μου καὶ τὰ ζοφώδη χειρόγραφα τῶν ἁμαρτιῶν μου συμφλέξατε.

Θ. Νοῦν καὶ ψυχὴν κεκαθαρμένη πρότερον ταῖς θεουργοῖς ἀρεταῖς, θεοειδὴς κόρη, ἡγιάσθης ὕστερον τῇ τοῦ ἁγίου πνεύματος ἐπελεύσει τὸ σῶμα καὶ ὅλη νοῦς ἐχρημάτισας, τῶν ἀΰλων νόων ὑπέρτερος.

ᾨδὴ δευτέρα. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς Νόες ἁπλούστατοι, ὅλοι δι’ ὅλων τῷ ἀΰλῳ φωτὶ κατηγλαϊσμένοι παμφαῶς, θρόνοι σεπτοί, φῶτα δευτερεύοντα τελεῖσθε, ἐπαναπαυόμενον Θ τὸν τοῦ φωτὸς ὑποστάτην ἐφ’ ὑμῖν θεοπρεπῶς ὑπανέχοντες.

Ρ Ἐπιφοιτήσεως θεαρχικῆς ὄντες ὅλοι δεκτικοί, θεοφόροι θρόνοι, καὶ πρὸς θείας εἰσδοχὰς Ο ἀναπεπταμένοι καὶ ἐφ’ ὕψους δυνάμεσιν ὁλικαῖς ἀσείστως ἐνιδρυμένοι, Ν πεπλουτήκατε τὴν κλῆσιν κατάλληλον. Ἄσειστον, ἄτρεπτον, Ω ἐξῃρημένον πάσης ὑφέσεως τῆς περιπεζίου τὸν ἐμὸν δείξατε νοῦν, ἐπηρμένοι θρόνοι, καὶ πρὸς θείας Ν ἐννοίας καὶ ὑψηλὰς καὶ λόγους με φιλοθέους συγκινήσατε, ὑμᾶς μεγαλύνοντα.

Τάξει κοσμούμενοι τριαδικῇ οἱ θεῖοι διάκοσμοι τῶν ἀΰλων νόων, ἐφ’ ἑκάστης τῶν τριῶν ἱεραρχιῶν προσδιαιροῦνται, τριχῶς εἰς πρώτους βαθμοὺς καὶ μέσους καὶ τελευταίους τετραγώνῳ ἀριθμῷ συμπληρούμενοι. Θ.

Ἄδυτον ἥλιον δικαιοσύνης ἐξανατείλασα φωτεινὴ νεφέλη, μητροπάρθενε ἁγνή, σκέπη κόσμου πέφηνας καὶ φύλαξ· σκέπασον δὴ καὶ ἐμὲ ἐξ ἐπηρείας παντοίας σὺν τῷ φύλακι ἀγγέλῳ, ὃν ἔλαχον.

ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχὰς Γνώσεως πλῆθος ὑψηλῆς, φωτοδοσίας ἀΰλου Χ χύσιν ἄφθονον θεόθεν πλουτοῦντες, τοῖς δευτέροις κοινωνοὶ τῶν δωρεῶν τυγχάνετε, τὴν σοφοδότιν κλῆσιν, Ε ὦ Χερουβίμ, ἐνδεικνύμενοι.

Μυρίοις ὄμμασιν ὑμᾶς ὁ θεοφόρος προφήτης Ρ διαπρέποντας ἑώρα, θεόπται Χερουβίμ, πρὸς μετοχὴν θεαρχικῶν ἐλλάμψεων ὅλους ἐπιτηδείους Ο ὑπερφυῶς διδασκόμενος. Ἄνω τῆς θείας κιβωτοῦ χρυσοῦς ὑμᾶς εἰκονίζει, Υ Χερουβίμ, δόξης Μωσῆς ὁ θεόπτης, ἱλαστήριον σεπτὸν σεπτῶς κατασκιάζοντας, Β φυλακτικοὺς τῶν θείων πανευλαβῶς αἰνιττόμενος.

Συντονωτάτῃ καὶ στερρᾷ Ι φωνῇ πολλῶν ὡς ὑδάτων ἀνακράζετε τὸν ἔνθεον ὕμνον, Χερουβὶμ φωτοειδεῖς· «εὐλογημένη πέφυκεν Μ ἡ δόξα τοῦ Κυρίου πάντοτε ἐκ τοῦ τόπου αὐτοῦ». Τοῦ φύλακος Ἰδιαιτάτην φυλακὴν ἐκ σοῦ πλουτῶν, ὁδηγέ μου, παρεμβάλλοντος, κυκλόθεν φρουροῦντος, οἰκειοῦντος τοῖς καλοῖς, τῶν ἐναντίων εἴργοντος, εὕροιμι καὶ μεσίτην ἐν τῷ καιρῷ σε τῆς κρίσεως.

Θ. Νοῦ τοῦ μεγάλου καὶ πατρὸς ὁ πρὸ αἰώνων ἐκλάμψας, νοερὰν καὶ λογικὴν πᾶσαν φύσιν ὑποστήσας ὡς Θεός, ἐν σοί, παρθένε, ὕστερον νοῦν καὶ ψυχὴν καὶ σῶμα ἀνθρώπινον προσελάβετο.

Κάθισμα. Ἦχος πλάγιος δʹ. Τὴν σοφίαν καὶ λόγον ἐν σῇ γαστρὶ Σεραφὶμ ἐμπρησταὶ καὶ καθαρτικοί, Χερουβὶμ φωτοδόχοι καὶ γνωστικοί, θρόνοι, κυριότητες, ἐξουσίαι, δυνάμεις, ἀρχαί, ἀρχάγγελοι καὶ ἄγγελοι ἅπαντες, ὁ ἐκ Θεοῦ μοι φύλαξ, οἱ θεῖοι ταξίαρχοι, μέγιστοι προστάται, Μιχαὴλ Γαβριήλ τε, παντοίων κινδύνων με καὶ μελλούσης κολάσεως διασώσατε, δέομαι, ἱκετεύοντες Χριστὸν τὸν Θεὸν τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι· μετ’ αὐτὸν γὰρ εἰς ὑμᾶς ὁλοψύχως προσέφυγον.

ᾨδὴ τετάρτη. Σύ μου, Χριστέ, Ὡς ἀγαθὸς καὶ πανσθενὴς ὑποστήσασθαι ἐκ μὴ ὄντων Κ βουληθεὶς τὰ σύμπαντα, ὁ παντουργὸς πρῶτον ἐννοεῖ τὰς ἄνω δυνάμεις Υ καὶ τὸ ἐννόημα ἔργον ἦν, τῷ λόγῳ παραχρῆμα συμπληρούμενον θείως Ρ καὶ τῷ πνεύματι πέρας δεχόμενον.

Διαπρεπῶς Ι ἱεραρχίας ἐξάρχουσαι τῆς δευτέρας, θεῖαι κυριότητες, Ο δουλοποιοῦ καὶ μειωτικῆς ὑφέσεως πάσης ἐλευθερίως ὑπέρκεισθε, Τ τῆς ὄντως βασιλίδος καὶ μιᾶς θεαρχίας ἀκορέστως ἀεὶ ἐφιέμεναι. Η Ἀπολυθεὶς ἐκ τῶν παθῶν, οἷς δεδούλωμαι, πρὸς τὴν μίαν Τ μόνην κυριότητα καὶ τῶν ἁπάντων δημιουργὸν βλέπειν ἀνενδότως ἀξιωθείην δεήσεσιν Ω ὑμῶν ταῖς εὐπροσδέκτοις, κυριότητες θεῖαι, μετανοίᾳ ἀνθρώπων συγχαίρουσαι.

Ν Συναπτικῇ ὁμοφροσύνῃ συνδούμενοι τοῖς ἐσχάτοις οἱ μέσοι διάκοσμοι τῶν θείων νόων, τὰς ἐκ Θεοῦ διαδιδομένας διὰ τῶν πρώτων λαμπρότητας ἀφθόνῳ χορηγίᾳ, μεταδόσει πλουσίᾳ ἀναλόγως αὐτοῖς ἐπιπέμπουσιν. Τοῦ φύλακος Ἐπιμελῶς ἡ τοῦ ἀνθρώπου διάνοια πρὸς τὰ φαῦλα ῥέπει ἐκ νεότητος· διὸ κἀμοῦ τὴν πρὸς τὸ κακὸν ἀνένδοτον σχέσιν ἀρχῆθεν ἐπικρατήσασαν ἀνάστειλον, εἰς πράξεις θεαρέστους ἐνάγων, ὦ Θεοῦ παντοκράτορος ἄγγελε.

Θ. Νύμφην Θεοῦ καὶ βασιλίδα τῆς κτίσεως ἐγνωκώς σε, πάναγνε, προσπίπτω σοι καὶ ἐξαιτοῦμαι τῆς τῶν παθῶν ἀτόπου κυρείας ἐλεύθερόν με ἐργάσασθαι· τῶν γὰρ κυριοτήτων δεηθεὶς τῶν ἀΰλων εὐμενῶν ἐπὶ τούτῳ τετύχηκα.

ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Νοῦς ὁ μέγας καὶ πρῶτος νόας ὑπεστήσατο δευτέρους, πνεύματα Δ λειτουργὰ καὶ φλόγας ἐμπυρίους αὐτοῦ τοῖς προστάγμασιν, Υ ὑπουργοῦντας φόβω καὶ ὑμνῳδοὺς τῆς ἀπροσίτου καὶ ἐνδόξου αὐτοῦ κυριότητος.

Ν Ἐνεργεῖ τῇ δυνάμει πρὸς τὸ θεομίμητον ἀνατεινόμεναι Α καὶ πρὸς μηδεμίαν τῶν ἐπιδιδομένων ἐλλάμψεων ἀτονοῦσαι, κλήσει τῇ προσφυεῖ καὶ καταλλήλῳ Μ τῆς ἀνδρείας ὑμῶν ὀνομάζεσθε. Ἀραρότως ἑστᾶναι Ε ἐν ταῖς ἀρεταῖς καὶ τοῖς θείοις χαρίσμασι, νοεραὶ δυνάμεις, δυναμώσατε πᾶσαν τὴν κίνησιν Ω ἐπὶ θεωρίας πνευματικὰς ὑψηλοτάτας ἐν δυνάμει Θεοῦ με ποιούμενον.

Ν Μεγαλώνυμον κλῆσιν, ᾗπερ ὁ υἱὸς τοῦ Θεοῦ ὀνομάζεται, κραταιαὶ δυνάμεις, κληρωσάμεναι, πάσαις ταῖς τάξεσι ταῖς ἀΰλοις ταύτης μεταδεδώκατε ἀφθόνως, τὴν πρωτίστην μιμούμεναι δύναμιν. Τοῦ φύλακος Ἀπορρήτῳ δυνάμει πλῆθος μυριάριθμον ἄρδην συνέκοψεν ὑπὸ μίαν νύκτα στρατιᾶς Ἀσσυρίων εἷς ἄγγελος· σὺ δέ, ὁδηγέ μου, τοὺς πολεμοῦντας με ἀφ’ ὕψους νοητοὺς Ἀσσυρίους ἀφάνισον.

Θ. Ῥαθυμίᾳ ἀσχέτῳ κατακεκλιμένος, εἰς θάνατον ὕπνωσα, τῆς ψυχῆς δυνάμεις παρεθεὶς καὶ τοὺς τόνους τοῦ σώματος, σὺ δέ, ἡ τεκοῦσα τὸν κραταιὸν δυνάστην μόνον, τὴν ἐξ ὕψους με δύναμιν ἔνδυσον.

ᾨδὴ ἕκτη. Ἱλάσθητί μοι, σωτήρ Ε Κατανοήσας ὑμᾶς ὁ Ἰακὼβ ὡς ἐν κλίμακι προβαίνοντας μυστικῶς, τὴν τάξιν τὴν εὔρυθμον Ξ ὑμῶν ἐδιδάσκετο, φωτοφόροι νόες, εἰς ἡμᾶς θεόθεν φθάνουσαν. Ο Ὁμοταγεῖς ταῖς δυσὶ μέσαις ὑπάρχουσαι τάξεσιν, αἱ ἐξουσίαι σαφῶς τῇ κλήσει τὴν ἔνθεον Υ αὐτεξουσιότητα παριστῶσι, μόνα αἱρουμένην τὰ θειότατα.

Σ Σεσυλημένος αἰσχρῶς τὸ τοῦ νοὸς αὐτεξούσιον, ὑπέκυψα τοῖς αἰσχροῖς λογισμοῖς καὶ πάθεσιν, Ι ἀλλ’ ἐξουσιάσαι με τούτων, θεοφόροι ἐξουσίαι, ἀξιώσατε. Ω Μονὰς ἁπλῆ καὶ τριὰς ἡ θεία φύσις ὑπάρχουσα, τριπλῆς τριάδος ὑμᾶς ἀριθμῷ τετίμηκε, Ν φύσεις θεαυγέσταται, κατὰ τὴν εἰκόνα τῆς ἰδίας τελειότητος.

Τοῦ φύλακος Ὅτε προστάξει Θεοῦ τοῦ σκήνους τούτου χωρίζομαι, παράστηθι εὐμενὲς προσβλέπων καὶ ἵλεων, φύλαξ καὶ προστάτα μου, τοὺς πικροὺς διώκων τοῦ ἀέρος κοσμοκράτορας. Θ. Ναὸς Θεοῦ νοερὸς καὶ λογικὸς χρηματίσασα, τῆς θείας δόξης αὐτοῦ πεπλήρωσαι, πάναγνε, καὶ μεγάλα δύνασαι· τὴν γὰρ ἐξουσίαν τῇ θελήσει φέρεις σύνδρομον.

Κοντάκιον. Ἦχος βʹ. Τὰ ἄνω ζητῶν Προστάται θερμοί καὶ φύλακες ἀκάματοι τῶν πίστει ὑμᾶς τιμώντων, διασώζετε ἐκ παντὸς κινδύνου με, πρὸς ζωὴν ἀρίστην ἰθύνοντες, νοεροὶ Θεοῦ λειτουργοί, τὴν δόξαν Κυρίου ἐποπτεύοντες.

ᾨδὴ ἑβδόμη. Θεοῦ συγκατάβασιν Ἀεὶ ἐποπτεύοντες Α τὸ θεῖον πρόσωπον τοῦ ὑψίστου πατρός, τὴν ἀσίγητον φόβω δοξολογίαν ἀνακραυγάζετε Ρ καὶ μελῳδεῖτε συντόνως καὶ λέγετε· «εὐλογητὸς ὁ Θεὸς εἰς τοὺς αἰῶνας, ἀμήν».

Χ Χορείαν στησάμενοι τῷ σαρκωθέντι Θεῷ τὴν αἴνεσιν, ἁγιώτατοι νόες, ἀγαλλιώμενοι προσηνέγκατε, Ω χαρὰν μεγάλην εὐαγγελιζόμενοι καὶ τὴν εἰρήνην τῇ γῇ δι’ εὐδοκίας Θεοῦ. Ν Ὁμοίωσιν ἄρρητον πρὸς τὴν ἀρχίθεον φύσιν ἔχουσαι, τοῖς ἑξῆς ἀναλόγως τὰς ἀρχικὰς ἐλλάμψεις πορθμεύετε, ἱεραρχίας τῆς τρίτης ἐξάρχουσαι, φιλανθρωπόταται φύσεις, θεοφόροι ἀρχαί.

Συγκάμψας τὰ γόνατα δουλοπρεπῶς εἰς γῆν, προσεκύνησα ὡς δεσποίνῃ τῇ Βαὰλ τὴν μοχθηρὰν τιμῶν ἡδυπάθειαν, ἀλλ’ ἀναστῆναι ποτὲ ἀξιώσατε τὸ τοῦ νοὸς ἀρχικόν, ὦ φωτοφόροι ἀρχαί. Τοῦ φύλακος Ἐλαύνω σε πόρρωθεν τὸν ἀντιλήπτορα καὶ προστάτην μου τῇ πολλῇ βδελυγμίᾳ τῶν πονηρῶν μου λόγων καὶ πράξεων· τίς γὰρ πρὸς σκότος τῷ φωτὶ συνέλευσις; ἀλλ’ ἐπιστρέψαι ποτὲ δός μοι Θεὸν δυσωπῶν.

Θ. Ὑμνοῦσι σε, δέσποινα, τῶν ἀσωμάτων ἄϋλα στόματα καὶ πυρίμορφοι γλῶσσαι τῶν οὐρανίων ἀρχῶν γεραίρουσι· τὸν γὰρ δεσπότην αὐτῶν, εὐδοκήσαντα σῶσαι τὸ γένος ἡμῶν, ἄνθρωπον ἔδειξας.

ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Α Γεγωνοτέραν ἄραντες τὴν φωνήν, εὐφημήσατε, νόες φωταυγεῖς, τὸν φωτοδότην Κύριον, ἰδόντες τὴν ἄφθονον Ρ τῆς φωτουργίας χύσιν αὐτοῦ, πρὸς τὴν αἰσθητὴν ὑπερεκβλύσασαν κτίσιν, ἡνίκα οἱ φωστῆρες καὶ τῶν ἄστρων ὁ κύκλος ἐγένοντο τῇ τούτου Χ παντουργικῇ βουλήσει.

Ἐπὶ τῆς μέσης τάξεως τῶν ἀρχῶν, ὦ ἀρχάγγελοι, καὶ τῶν ἱερῶν ἀγγελικῶν δυνάμεων Α εὐκόσμως ἱστάμενοι, τῇ κοινωνίᾳ τούτων ἀμφοῖν διαπρεπεστάτην πεπλουτήκατε κλῆσιν, ἀγγέλοις καὶ ἀνθρώποις Γ ἐξηγούμενοι πάσης σεπτῆς ἱεραρχίας καὶ πρὸς Θεὸν ἀνόδου.

Γ Νύξ με συνέσχε πάντοθεν, ἀγνοοῦντα τὸν δείλαιον· φωτισμὸν γὰρ εἶναι τὴν τρυφὴν ὑπέλαβον· ἐντεῦθεν ἠλλοίωμαι Ε τὴν οὐ καλὴν ἀλλοίωσιν, ἐν τοῖς σκοτεινοῖς παραφερόμενος ἔργοις· φωτὸς ἀΰλου σκεύη, τηλαυγέστατοι νόες, Λ φωτίσατε εὐσπλάγχνως ψυχὴν ἐσκοτισμένην.

Ἱερωτάτης φάλαγγος Ω τῶν ἀγγέλων ἡγούμενοι, θεῖοι ἀρχιστράτηγοι, τοῖς πρώτοις τάγμασιν ἐνδόξως συντέταχθε, τὴν ὑπερτάτην ἕνωσιν Ν πρὸς τὰς θεουργοὺς ἐκφαντορίας αὐχοῦντες, αὐτόπται τῶν ἀρρήτων, Μιχαὴλ Γαβριήλ τε καὶ πρῶτοι τῷ δεσπότῃ προσφέροντες τὸν ὕμνον.

Τοῦ φύλακος Κατανοῶν ὀδύρομαι τὴν αἰσχύνην τῶν ἔργων μου, πῶς τῷ φοβερῷ καὶ ἀδεκάστῳ βήματι γυμνὸς παραστήσομαι, τῆς πονηρίας λόγους διδούς; ἀλλ’ ὁ ἐκ Θεοῦ μοι παραστάτης καὶ φύλαξ, καὶ τότε πρόστηθί μου, τῆς πικρᾶς καταδίκης ὡς ἔχων παρρησίαν μεγάλην ἐξαρπάζων.

Θ. Ὁ ἱερὸς ἀρχάγγελος Γαβριὴλ ἀφικόμενος ἐκ τῶν οὐρανῶν, τὸ ἱερὸν μυστήριον τῆς θείας σαρκώσεως εὐαγγελίζεταί σοι, σεμνή, πρῶτος μυηθεὶς τὸ ἀπ’ αἰώνων ἀγνώστως ἀγγέλοις καὶ ἀνθρώποις κεκρυμμένον· διό σοι χαρᾷ συμμίκτῳ φόβῳ τὸ «χαῖρε» προσεφώνει.

ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Α Συνάψας τὰς ἀπείρους πανστρατιὰς τῶν ἁγίων ἀΰλων δυνάμεων ὁ εὐκλεὴς μέγας ἀρχιστράτηγος Μιχαήλ, Γ «στῶμεν» καλῶς ἐβόησε, «στῶμεν μετὰ φόβου δουλοπρεπῶς, λατρεύοντες τῷ κτίστῃ· ὁ πρὶν γὰρ ἑωσφόρος Γ εἴδετε οἷον πτῶμα γέγονεν».

Ἐπέστησεν ὑμᾶς ὁ κοσμοποιὸς θεῖος λόγος, πανάγιοι ἄγγελοι, Ε τῇ τῶν ἐθνῶν προνοητικῇ διεξαγωγῇ καὶ τοῖς πιστοῖς ἐμέρισε καθ’ ἕνα συνεῖναι καὶ συνεργεῖν Λ τοῖς θείοις ἱεράρχαις, καθαίρειν καὶ φωτίζειν καὶ τελειοῦν διὰ τοῦ πνεύματος.

Ω Ξενίζεσθε τῇ ξένῃ τοῦ παντουργοῦ τῆς στολῆς ὡραιότητι, ἄγγελοι, εἰς οὐρανὸν ἐπανερχομένου μετὰ σαρκὸς Ν καὶ πρὸς ἀλλήλους, «τίς ἐστιν ὁ παραγενόμενος ἐξ Ἐδώμ;» θαμβούμενοι βοᾶτε· «ἐπάρατε τὰς πύλας· τῆς δόξης γὰρ ὁ βασιλεύς ἐστιν».

Ἀΰλων ἀσωμάτων παρεμβολαί, Σεραφίμ, Χερουβίμ, κυριότητες, θρόνοι, ἀρχαί, δυνάμεις, ἐξουσίαι πανευκλεεῖς, ἀρχάγγελοι καὶ ἄγγελοι, τὸν ἐκ διαθέσεως ἐντελοῦς μικρόν μου τοῦτον ὕμνον δεξάμενοι, μεγάλην φιλοτιμήσασθε ἀντίδοσιν.

Τοῦ φύλακος Δυνάμει ἀηττήτῳ καὶ κραταιᾷ τοὺς ἐπιτιθεμένους μοι σκέδασον, ὁ ἀγαθὸς ἐκ Θεοῦ μοι φύλαξ καὶ ὁδηγός, τοὺς πονηροὺς ἀλάστορας τοὺς ἀνθρωποκτόνους καὶ δυσμενεῖς, εἰρήνην μοι βραβεύων ἐν βίῳ τῷ παρόντι καὶ σωτηρίαν ἐν τῷ μέλλοντι.

Θ. Ὡς μήτηρ τοῦ ὑψίστου τὴν πρὸς αὐτὸν παρρησίαν ἀσύγκριτον ἔχουσα, διὰ παντὸς ὑπερεντυγχάνεις τῆς συγγενοῦς ἀνθρώπων οἰκειότητος· ὅθεν καὶ ἐμέ, τὸν ἐπὶ τῇ σῇ θαρροῦντα προστασίᾳ, τῆς δίκης τῆς μελλούσης, θεομακάριστε, διάσωσον.