Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Κανόνες παρακλητικοὶ εἰς τὴν Θεοτόκον
Τρίτος παρακλητικός κανόνας και έτερες ωδές
Έναρξη του τρίτου κανόνα και συμπληρωματικές ωδές, με προφητικές προτυπώσεις και ικεσίες για την προστασία του λαού από συμφορές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τρίτος παρακλητικός κανόνας και έτερες ωδές
Έναρξη του τρίτου κανόνα και συμπληρωματικές ωδές, με προφητικές προτυπώσεις και ικεσίες για την προστασία του λαού από συμφορές.
Ἕτερος κανών, οὗ ἡ ἀκροστιχίς· Ἡ κοσμοχαρμόσυνος ὑμνείσθω κόρη Μάρκου. ᾨδὴ πρώτη. Ἦχος πλάγιος αʹ. Ἵππον καὶ ἀναβάτην Ἥκουσιν ἐν νεφέλαις οἱ θεῖοι μυσταγωγοὶ τοῦ τῆς χάριτος λόγου πρὸς τὴν τὸν λόγον τέξασαν· συνδράμωμεν ἅπαντες καὶ ἡμεῖς θεάσασθαι τὰ ἐκεῖσε θείως τελούμενα.
Κλίναντες γόνυ πάντες ὁμοῦ προσκύνησιν δουλικὴν τῇ δεσποίνῃ πανευλαβῶς ἀπέδωκαν καὶ πρῶτος ὁ ἔνθεος κορυφαῖος ἔλεξε προπεμπτήριον λόγον ἔνθεον. Οἵους ἄρα τοὺς λόγους, ἡ τῆς σοφίας πηγή, οἵους δὲ οἱ θεόπται φίλοι Χριστοῦ πεποίηνται, ὧν σκιαὶ τοῦ σώματος καὶ χρωτὸς σουδάρια πᾶσαν νόσον ὀξέως ἤλαυνον.
Σέ, τὴν τῷ θείῳ λόγῳ ψυχὰς ἐκτρέφουσαν, ὡς μητέρα τοῦ λόγου οἱ λόγῳ ὁδηγούμενοι τοῖς λόγοις γεραίρομεν καὶ τοὺς ὕμνους πλέκομεν, λογικῶν ἀνθέων ἐκλέγοντες.
ᾨδὴ τρίτη. Ὁ πήξας ἐπ’ οὐδενὸς Μεγάλυνον ἐφ’ ἡμᾶς, ἁγνή, τὰ ἐλέη σου καὶ τὴν συντριβὴν τοῦ λαοῦ σου ἴασαι, στῆσον τοῦ θανάτου τὴν τομήν, ἐλάφρυνον τὰς νόσους, τοὺς πυρετοὺς ἐπιδροσίζουσα καὶ τὴν ἀθυμίαν πραΰνουσα.
Ὁπότε ἐπιφανεὶς ὁ θεῖος ἀρχάγγελος τὸ τῆς μεταστάσεως εὐαγγέλιον χαίρων σοι προσήγγειλεν, ἁγνή, χαρᾶς σου τὴν καρδίαν πλήρης ὀφθεῖσα, ἐμεγάλυνες τὸν σοὶ μεγαλεῖα ποιήσαντα. Χαρᾶς μὲν ἡ τοῦ Θεοῦ πρὸς σὲ ἐπιφοίτησις τοῖς πιστοῖς ὑπόθεσις ἐχρημάτισε, χαρᾶς δὲ ἡ σὴ πρὸς τὸν Θεὸν ἀνάβασις, παρθένε· καὶ γὰρ ἀμφοῖν προκαθηγήσατο θεϊκῆς χαρᾶς εὐαγγέλια.
Ἀνύστακτον τοῦ νοὸς τὸ ὄμμα προφέροντες, οἱ σεπτοὶ προφῆται προεθεώρουν σε στάμνον, ῥάβδον, πλάκα, κιβωτόν, τράπεζαν καὶ λυχνίαν, ναόν καὶ πύλην ἀδιόδευτον καὶ θυμιατήριον χρύσεον.
ᾨδὴ τετάρτη. Τὴν θείαν ἐννοήσας σου κένωσιν Ῥεούσης ἡδονῆς ἀντεχόμενοι, πυρὸς δεόμεθα πικροῦ πρὸ γοῦν ἐκείνου τοῦ μέλλοντος ὁ πυρετὸς ὁ ἐνταῦθα τὴν ὕλην τῆς κακίας μετέρχεται. Μεγάλα σου, παρθένε, τὰ θαύματα· γῆ γὰρ τυχοῦσα διὰ σοῦ τῆς εὐλογίας ἀγάλλεται καὶ τὰ φυτὰ ἐπικλίνει, τῇ σῇ πρὸς οὐρανὸν ὁδῷ χαίρουσα.
Ὁ πόκος, ὃν προεῖδεν ἐν πνεύματι ὁ Γεδεών, σὺ εἶ, σεμνή, τοὺς ἐκτακέντας τῷ καύσωνι τῶν νοσημάτων ἀλύπως ἐνδρόσοις ἐπαφαῖς ἀναψύχουσα. Σεισμοῦ τε καὶ πυρὸς καὶ ποντώσεως καὶ ἐθνικῆς ἐπιδρομῆς, αὐχμοῦ λιμοῦ τε καὶ στάσεως καὶ τῆς πληγῆς τοῦ θανάτου τὴν πόλιν σου, παρθένε, διάσωσον.
ᾨδή πέμπτη. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον Ὕμνοις εὐφημοῦμεν σε καὶ μεγαλύνομεν ψυχῇ καὶ γλώσσῃ, καρδίας πόθῳ καὶ κινήσει στόματος, ἄχραντε παρθένε, τῶν γηγενῶν τὸ καύχημα. Νύμφη Θεοῦ πάντιμε, ἡλίου ὄχημα, φωτὸς δοχεῖον, εὐῶδες ἄνθος, φυτὸν εὐθαλέστατον, κλέος τῶν ἀνθρώπων, τοὺς δούλους σου περίσῳζε.
Ὁ φῶς ὡς ἱμάτιον ἀναβαλλόμενος, φωτὶ ἀπλέτῳ περιαστράπτων ἐν δόξῃ κατέρχεται, σοῦ τὴν φωτοδόχον ψυχὴν ἀναληψόμενος. Σέ, τὴν τὸν ἀχώρητον Θεὸν χωρήσασαν, ἐκδυσωποῦμεν ἐστενωμένοι τοῖς ποικίλοις πάθεσι, πλάτυνον ἐν θλίψει καρδίας τὰς τῶν δούλων σου.
ᾨδή ἕκτη. Ἐκύκλωσε με ἄβυσσος Ὑλώδους διαθέσεως καὶ πάσης γηΐνης προσνεύσεως ἀμέθεκτος μείνασα, παρθένε ἀμόλυντε, ζωὴν πρὸς ἄϋλον μεταβαίνεις χαίρουσα. Μακάριος ὁ ἄνθρωπος, ὃς εὖρε σοφίαν καὶ φρόνησιν, σὺ δέ, παμμακάριστε, σοφίαν ἐνούσιον καὶ λόγον θεῖον ἐν τῇ γαστρὶ συνέλαβες.
Νομίμων δίχα φύσεως ὁ κτίστης τῆς φύσεως ἄνθρωπος ἐκ σοῦ ἐχρήματισεν, ἐν δύο ταῖς φύσεσιν ἀναλλοιώτως φανεὶς εἰς σωτηρίαν ἡμῶν. Ἐκύκλωσε τὴν πόλιν σου, παρθένε, ἡ θραῦσις ἡ ἔνδικος, ὁ τέμνων δὲ ἄγγελος τὴν χεῖρα ἐξέτεινεν ἀνηλεῶς· προφθασάτω σου τὸ ἔλεος.
ᾨδὴ ἑβδόμη. Ὁ ὑπερυψούμενος Ἱερὰν πανήγυριν ἐφ’ ἑκάστης ἄγομεν, τὴν θείαν σου κοίμησιν πιστῶς ἑορτάζοντες τὸν μῆνα τοῦτον ὅλον, ὑπερένδοξε παρθένε. Σὲ πρέσβιν εὐπρόσδεκτον ἀνιοῦσαν, ἄχραντε τῷ κτίστῃ προβάλλομεν, ἡμῶν τὰ αἰτήματα μετὰ εὐχαριστίας διὰ σοῦ δηλοποιοῦντες.
Θιασῶται ἔνδοξοι οὐρανίου τάξεως ἀμφέπουσι, δέσποινα, τὴν θείαν σου ἄνοδον, προπέμποντες ἐν ὕμνοις τὴν ἀμώμητον ψυχήν σου. Ὦ πανυπερθαύμαστε Θεοτόκε, φύλαττε τοὺς πίστει τιμῶντάς σε καὶ πόθῳ προστρέχοντας τῇ θείᾳ σου εἰκόνι χαλεπῶν ἀρρωστημάτων.
ᾨδὴ ὀγδόη. Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες Κλῖμαξ νοητή, δι’ ἧς Θεὸς κατέβη, μετάγουσα γέφυρα πρὸς οὐρανὸν ἀπὸ γῆς, θαῦμα ἀγγέλων, δαιμόνων τραῦμα μέγα, χαῖρε Θεοτόκε, πιστῶν ἐλπὶς βεβαία. Ὁ μετὰ σαρκὸς οὐρανοδρόμος Παῦλος τὸ σκεῦος τῆς χάριτος τῇ Θεοτόκῳ φησί· «χαῖρε, τοῦ λόγου ὑπόθεσις μοι θεία· σὲ γὰρ πόθῳ βλέπων Χριστὸν ἐδόκουν βλέπειν».
Ῥέουσιν ἐκ σοῦ πηγαὶ τοῦ σωτηρίου, ἀφέσεως νάματα, ζωῆς ὀμβρήματα· σὺ γὰρ τὴν πέτραν Χριστὸν ἐν τῇ κοιλίᾳ φέρεις, ἐξ οὗ ὕδωρ γλυκὺ ὡς μέλι ῥέει. Ἡ περικαλλὴς καὶ θεαυγὴς παρθένος καλῶν ταῖς ἰδέαις με κάλλυνον, δέομαι, ἵνα δοξάζω τὴν σὴν ἀγαθωσύνην καὶ ὑπερυψῶ σου τὴν θείαν εὐσπλαγχνίαν.
ᾨδὴ ἐνάτη. Ἠσαΐα χόρευε· ἡ παρθένος Μακαρίας λήξεως ἐπιβαίνεις, ἄχραντε ἁγνή, ἡ Θεὸν μακάριον καὶ δυνατὸν μόνον ἀναδείξασα ἐπὶ τῆς γῆς ἐν τῇ σῇ γαστρὶ σάρκα γενόμενον, ἵνα σώσῃ τὸ ἀνθρώπινον. Ἄρουρα βλαστάνουσα εὐφορίαν θείων ἱλασμῶν καὶ τρέφουσα τοὺς πιστοὺς ἄφθονον τροφήν, τράπεζα βαστάζουσα τῶν οἰκτιρμῶν ἄρτον ζωηρόν, χαῖρε, πανύμνητε, χαῖρε, κόσμου καταφύγιον.
Ῥήμασιν ἑπόμενοι τοῦ ἀγγέλου, «χαῖρε σοι, σεμνή», προσᾴδομεν οἱ πιστοί· «χαῖρε, τὸ στερρὸν τῆς πίστεως ἔρεισμα, χαῖρε, λαμπρὸν χάριτος Θεοῦ γνώρισμα, δέσποινα, δι’ ἧς δόξαν ἐνεδύθημεν». Κράτος ἀπροσμάχητον τῇ σῇ πόλει, δέσποινα, γενοῦ καὶ φύλαττε τοὺς πιστοὺς ἡμῶν βασιλεῖς, σοφίᾳ καὶ χάριτι καὶ ἀρετῇ λάμποντας πολλῇ, καὶ τὴν ἀκρίβειαν τοῦ δικαίου διασῴζοντας.
Ὁ μόνος φιλάνθρωπος καὶ οἰκτίρμων, δέσποτα Χριστέ, τὰ ἔργα σου τῶν χειρῶν σῶσον δωρεάν· οὐδὲν γὰρ ἐπάξιον τῶν οἰκτιρμῶν ἔχομεν τῷν σῶν· ῥῦσαι δεόμεθα τὴν σὴν πόλιν τῆς δικαίας πληγῆς. Ὕψιστον κυήσασα Θεὸν λόγον καὶ δημιουργόν, ἀπὸ κοπρίας παθῶν ὕψωσον ἡμᾶς ἀρετῶν ἀκρώρειαν πρὸς ὑψηλήν, τὰ ἐν οὐρανοῖς μόνα διδάσκουσα καὶ φρονεῖν καὶ πραγματεύεσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.