Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κεφάλαια συλλογιστικὰ κατὰ Λατίνων περὶ τῆς ἐκ τοῦ πατρὸς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Μᾶρκος ὁ Εὐγενικός

Έλεγχος της θεωρίας περί εκπορεύσεως εκ της κοινής ουσίας και διάκριση των θείων ιδιωμάτων

Ανασκευή των λατινικών θέσεων περί εκπορεύσεως του Αγίου Πνεύματος από την κοινή ουσία της θεότητας. Επισήμανση της διαφοράς μεταξύ της χρονικής πέμψεως και της αϊδίου εκπορεύσεως, με βάση τα υποστατικά ιδιώματα των θείων προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 6

ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΕΦΕΣΟΥ ΚΥΡ. ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ΣΥΛΛΟΓΙΣΤΙΚΑ ΚΕΦΑΛΑΙΑ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ. αʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον ἢ ὡς ἐκ δύο ὑποστάσεων πρόεισιν, ἢ ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, ἢ ἐκ τῆς προβλητικῆς δυνάμεως. Ἀλλ’ εἰ μὲν ὡς ἐκ δύο ὑποστάσεων, δύο ἀρχαὶ προδήλως καὶ δύο τὰ αἴτια ἐπὶ τῆς θείας Τριάδος καὶ δύο οἱ προβολεῖς, καὶ ἡ μοναρχία ἀνῄρηται καὶ τὸ μόνην εἶναι πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα. Εἰ δ’ ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, πρῶτον μὲν οὐδέπω καὶ νῦν ἤκουσται, δυοῖν ὑποστάσεων ἑτέραν ἐκπεφυκυῖαν ὑπόστασιν μὴ ἐξ αὐτῶν εἶναι λέγειν, ἀλλ’ ἐκ τῆς κοινῆς φύσεως· ἔπειτα καὶ οὕτω πάλιν εἰς τὸ αὐτὸ περιενεχθήσονται· ἡ γὰρ ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν ἢ φύσις μετὰ τῶν ἰδιωμάτων, ὥστε τὸ ἐκ τῆς φύσεώς τινος ἤ τινων καὶ ἐκ τῆς ὑποστάσεως ἢ τῶν ὑποστάσεων εἶναι ἀνάγκη· πρὸς τῷ μηδ’ ἁπλῶς εἶναι τῆς θείας φύσεως ἴδιον τὸ προβάλλειν· ἦ γὰρ ἂν καὶ τὸ Πνεῦμα προέβαλλεν ἕτερον ἢ ἑαυτό, τῆς αὐτῆς κοινωνοῦν φύσεως.

Εἰ δὲ ἐκ τῆς προβλητικῆς δυνάμεως, ζητητέον, τίς αὕτη ἡ προβλητικὴ δύναμις, καὶ εἰ ἑτέρα παρὰ τὴν φύσιν ἢ ἡ αὐτή. Εἰ μὲν οὖν ἡ αὐτὴ τῇ φύσει, πάλιν οἱ αὐτοὶ λόγοι τὰς αὐτὰς ἐπιφέροντες ἀτοπίας· εἰ δὲ ἑτέρα παρὰ τὴν φύσιν, ἤδη μὲν συνεχώρησαν ἕτερόν τι τῷ Θεῷ προσεῖναι τῆς αὐτοῦ φύσεως, ὅπερ ἐν ἄλλοις διαλεγόμενοι μᾶλλον ἂν ἕλοιντο τὰς γλώσσας προέσθαι ἢ ὡς ὁμολογούμενον δέξασθαι· ἔπειτα πῶς οὐκ ἄτοπον, ἕτερόν τι παρὰ τὴν θείαν φύσιν ἀποτελεστικὸν εἶναι φύσεως θείας εἴτ’ οὖν ὑποστάσεως; Ἀλλὰ δὴ καὶ οὕτω πάλιν τὰς δύο ἀρχὰς οὐκ ἐκφεύξονται· καὶ γὰρ τὸ ἐκ πατρὸς καὶ μητρὸς γεννώμενον ἐκ τῆς γεννητικῆς αὐτῶν δυνάμεως πρόεισιν, ἢ διὰ τῆς γεννητικῆς δυνάμεως, ἥτις ἐστὶν αὐτοῖς κοινή, κἂν διαφέρῃ τοῖς τρόποις· ἀλλ’ οὐδὲν ἧττον ἐκ δύο τέ ἐστιν ὑποστάσεων καὶ δύο τὰς ἀρχὰς ἔχει τῆς ἑαυτοῦ γενέσεως, καὶ οὐκ ἄν τις ὅλως ἀρνήσασθαι τοῦτο τολμήσειεν. Ὥστε καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἐκ Πατρὸς καὶ Υἱοῦ πρόεισι διὰ τῆς προβλητικῆς δυνάμεως, δύο τὰς ἀρχὰς ἕξει τῆς ἑαυτοῦ ὑπάρξεως. «Ἀλλ’ ἡ κτίσις, φασίν, ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος οὖσα, διὰ τῆς δημιουργικῆς τούτων δυνάμεως ἐξ ἑνός τέ ἐστι Θεοῦ καὶ δημιουργοῦ, καὶ μίαν ἀρχὴν ἔχει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα.

Τί οὖν κωλύει καὶ τὸ ἅγιον Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ προερχόμενον ὡς ἐξ ἑνός τε εἶναι Θεοῦ καὶ προβολέως καὶ μίαν ἀρχὴν ἔχειν τὸν Πατέρα καὶ τὸν Υἱόν;» Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὦ βέλτιστε, τοῖς κτίσμασι συντάξας τὸ Πνεῦμα τὸ ἅγιον καὶ Πνευματομάχον καθαρῶς ἑαυτὸν ἀποφήνας. Εἰ γὰρ τὸν αὐτὸν τρόπον ἥ τε κτίσις ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος καὶ τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ, τί γε ἄλλο ἢ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ’ ἐγώ σοι τοὐναντίον ἀναστρέψας, εὐσεβεστέρως ἐρῶ, ὡς ἐπείπερ ἡ κτίσις οὕτως, οὐχ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ μὲν γὰρ δημιουργικῶς ἐκ δύο καὶ πολλῶν γενόμενον ἔστιν εἰπεῖν ὡς ἐξ ἑνὸς γεγονέναι πρὸς τὸν δημιουργικὸν ἀφορῶντας λόγον, οὐ μόνον ἐπὶ τῆς θείας δημιουργίας, καθ’ ἣν μία καὶ ἡ αὐτὴ βουλὴ καὶ θέλησις καὶ σοφία καὶ δύναμις καὶ ἐνέργεια, ἀλλὰ καὶ ἐπὶ τῆς ἀνθρωπίνης καὶ καθ’ ἡμᾶς. Εἷς γὰρ καὶ ὁ αὐτὸς ἐν διαφόροις τεχνίταις ὁ τεχνικὸς λόγος, καὶ ᾗ τεχνῖται, ἕν εἰσι πάντες· καὶ κατὰ τοῦτο τὸ ἐκ πολλῶν γενόμενον ἐξ ἑνὸς ἔστιν εἰπεῖν γεγονέναι καὶ μίαν ἀρχὴν ἔχειν.

Τὸ δὲ φυσικῶς ἐκ δύο τὴν ὕπαρξιν ἔχον οὐκ ἄν τις ὅλως ἐξ ἑνὸς εἴποι ποτέ· καὶ γὰρ ἀδύνατον τὸν αὐτὸν τρόπον ἑκάτερον εἰς τὸ εἶναι συμβάλλειν, καὶ αὐτοὶ δὲ Λατῖνοι λέγουσι, διάφορον εἶναι τὴν ἐκ Πατρὸς τοῦ Πνεύματος πρόοδον τῆς ἐκ τοῦ Υἱοῦ, καὶ τὴν μὲν ἄμεσον εἶναι, τὴν δ’ ἔμμεσον· ὥστ’ οὐκ ἂν ἐκφύγοιεν οὐδαμῆ οὐδαμῶς τὰς δύο ἀρχάς, εἰ μὴ μέλλοιεν ἑτέροις πλείοσιν ἀτόποις περιπεσεῖσθαι. «Καὶ τί κωλύει», φασί, «δύο μὲν εἶναι τὰς ἀρχάς, τὴν μέντοι ἑτέραν αὐτῶν ὑπὸ τὴν ἑτέραν, ὥστε καὶ οὕτω μίαν εἶναι τὰς δύο; Τοῦτο δέ που καὶ ὁ Θεολόγος Γρηγόριος εὕρηται λέγων·

Ἡ ἐκ τῆς ἀρχῆς ἀρχή». Εἰ οὕτω τὰς ἀρχὰς λέγεις, ὡς τὴν μὲν ἔγγιον εἶναι, τὴν δὲ πορρώτερον, οὐκ οἶδ’ εἰ μᾶλλον ἔσονται μία διὰ τὸ ὑπάλληλοι εἶναι, ἢ καὶ μάλα δύο, διότι καὶ μάλα διάφοροι. Σκόπει δέ. Ἑκατέρα τούτων μᾶλλον ἀρχὴ τῆς ἑτέρας καὶ ἧττον, πῂ μὲν μᾶλλον, πῂ δ’ ἧττον· ἡ μὲν ἔγγιον μᾶλλον ἀρχὴ δι’ αὐτὸ τοῦτο τὸ ἔγγιον εἶναι, ἡ δὲ πορρώτερον μᾶλλον διὰ τὸ περιέχειν τὴν ἔγγιον.

Αἱ οὖν οὕτω διάφοροι πῶς ἔσονται μία; Τίς δ’ ἂν εἴποι τὸν Ἀδὰμ καὶ τὸν Σὴθ μίαν ἀρχὴν τοῦ Ἐνὼς εἶναι; Καίτοι γε ἑκάτερος τούτων ἀρχή, ἡ μὲν ἔγγιον, ἡ δὲ πορρωτέρω. Πῶς οὖν αὗται μία; Πῶς δὲ καὶ ἀνεκτὰ βλασφημοῦσιν, οὕτω τιθέντες τὸ Πνεῦμα πόρρω τῆς πατρικῆς ὑποστάσεως καὶ οἷον υἱωνὸν αὐτὸ λέγοντες;

Καίτοι γε «τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον» εἴρηται, καὶ «Πνεῦμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως». —Ἀλλ’ ὅπερ ὁ Θεολόγος εἴρηκε, πρὸς τὰ κτίσματα βλέπων εἴρηκε τοῦτο, καθάπερ ἂν εἰ εἶπε δημιουργὸν ἐκ δημιουργοῦ, ὥσπερ καὶ φῶς ἐκ φωτὸς καὶ Θεὸν ἐκ Θεοῦ καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ· ἅπερ ἅπαντα μετὰ τοῦ Πατρὸς ὤν, εἷς ἐστι Θεὸς μετ’ αὐτοῦ καὶ ἓν φῶς καὶ ἀγαθὸς εἷς καὶ ἀρχὴ μία τῶν γεγονότων ἁπάντων.

Πάντα γάρ, φησί, δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ὡς ὃ μὴ γέγονεν, οὐκ ἐξ αὐτοῦ δήπουθεν ὂν οὐδὲ δι’ αὐτοῦ· τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δ’ οὕτως ἔχει τὸ εἰρημένον ὑπὸ τοῦ Θεολόγου, δῆλον ἐξ ὧν ἐν ἑτέροις φησίν· «Ἄναρχον καὶ ἀρχὴ καὶ τὸ μετὰ τῆς ἀρχῆς, εἷς Θεός». Οὐκ εἶπε τὸ ἐκ τῆς ἀρχῆς, ἀλλὰ τὸ μετὰ τῆς ἀρχῆς, ἐκ τοῦ ἀνάρχου δηλαδὴ προϊόν. Καίτοι γε εἰ ὅλως ἐφρόνει τοῦ Πνεύματος ἀρχὴν τὸν Υἱόν, ποῦ ἂν μᾶλλον εἴρηκε τοῦτο, βιαιότατοι πάντων ἀνθρώπων;

Ἀλλ’ οὔθ’ οὗτος οὔθ’ ἕτερός τις τῶν καθ’ ἡμᾶς θεολόγων τοῦτο φρονῶν φαίνεται, κἂν ὑμεῖς σοφιζόμενοι πάντα τὸν χρόνον καταναλώσητε. βʹ. «Πνεῦμα», φησὶν ὁ Νυσσαεὺς θεολόγος, «τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως».

Εἰ δὲ τὸ αὐτὸ καὶ τῆς τοῦ Υἱοῦ ὑποστάσεως ἐκπορεύεται, τί γε ἄλλο ἢ ἐκ δύο ἐκπορεύεται ὑποστάσεων; Τὸ δὲ ἐκ δύο ὑποστάσεων ἐκπορευόμενον τί γε ἄλλο ἢ δύο τὰς ἀρχὰς ἔχει τῆς ἑαυτοῦ ὑπάρξεως; Οὐκ ἄρα Λατῖνοι τὴν δυαρχίαν ἐκφεύξονται, μέχρις ἂν καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγωσιν.

γʹ. Εἰ ὥσπερ ἐκ τοῦ Πατρὸς ὁ Υἱός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, διὰ τί μὴ καὶ τὸ Πνεῦμα Υἱός; Ὅτι διαφέρει τῷ τῆς ὑπάρξεως τρόπῳ κατὰ τοὺς θεολόγους, καὶ οὐχ υἱϊκῶς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς οὐδὲ γεννητῶς πρόεισιν.

Εἰ τοίνυν μὴ ἔστι τὸ Πνεῦμα Υἱὸς ἐκ τοῦ Πατρὸς προϊόν, τίνα ταύτης ἔτι διάκρισιν ἀκριβεστέραν ζητήσομεν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος πρός τε τὸν Πατέρα καὶ πρὸς ἀλλήλους; Εἰ γὰρ τοῦ αὐτοῦ τὸ μὲν Υἱός, τὸ δ’ οὐχ Υἱὸς ἀλλ’ ἄλλο τι, δῆλον ὅτι πρὸς μὲν τὸν Πατέρα τῷ τῆς σχέσεως διακρίνονται λόγῳ καὶ ὡς αἰτιατὰ πρὸς αἴτιον ἔχουσι, πρὸς ἄλληλα δέ, τῇ κατὰ τὴν ἀντίφασιν ἀντιθέσει· τὸ γὰρ Υἱὸν εἶναι τῷ μὴ Υἱὸν εἶναι δῆλον ὡς ἀντιφατικῶς ἀντίκειται.

Οὐκ ἄρα καὶ ἐπὶ τούτων, Υἱοῦ λέγω καὶ Πνεύματος, ἀναγκαία ἡ κατὰ τὴν σχέσιν ἀντίθεσις πρὸς διάκρισιν, εἴπερ καὶ διὰ τῆς ἀντιφατικῆς ἀντιθέσεως δύνανται διακρίνεσθαι. δʹ. Οἱ Λατῖνοι μὴ θέλοντες ἕπεσθαι ταῖς κοινῇ παρὰ πᾶσιν ὁμολογουμέναις τῆς θεολογίας ἀρχαῖς, ἀλλ’ ἑτέρας ἐπινοοῦντες αὐτοὶ πρὸς τὴν ἰδίαν ὑπόθεσιν συντεινούσας, οὐ καθάπερ ἡμεῖς διαιροῦσι τὰ τῷ Θεῷ προσόντα, τὰ μὲν κοινὰ λέγοντες εἶναι, τὰ δὲ ἴδια τῶν θεαρχικῶν προσώπων, ἀλλ’ ἕτερόν τινα καινότερον τρόπον τὰ μὲν ἴδιά φασιν εἶναι, τὰ δὲ κοινά, τὰ δὲ κοινότατα· τὰ μὲν ἑνὶ προσώπῳ προσόντα λέγοντες ἴδια· τὰ δὲ δυσί, κοινά· τὰ δ’ ὁμοῦ τοῖς τρισί, κοινότατα. Ὅτι μὲν οὖν ἀσυνήθη ταῦτα καὶ τοῖς Λατίνοις συνήθως κεκαινοτόμηται, δῆλον ἐξ αὐτῶν τῶν φωνῶν. Ἀλλ’ ἴδωμεν καὶ τίνα ἐστίν, ἅ φασιν εἶναι κοινὰ καὶ οὐχὶ κοινότατα. Τῷ μὲν Υἱῷ καὶ Πνεύματι λέγουσιν εἶναι κοινὸν τὸ ἐκ τοῦ Πατρὸς εἶναι, δηλαδὴ τὸ αἰτιατόν, καὶ δὴ καὶ τὸ πέμπεσθαι παρ’ αὐτοῦ καὶ ὅσα τούτοις ὁμόστοιχα· τῷ δὲ Πατρὶ καὶ Υἱῷ, τὸ πέμπειν τὸ Πνεῦμα καὶ προχεῖν καὶ πηγάζειν, καὶ εἴ τι τοιοῦτον, οἷς ταὐτὸν εἶναι λέγουσι καὶ αὐτὸ τὸ προβάλλειν οὐσιωδῶς τὸ Πνεῦμα.

Σκεπτέον οὖν ἄνωθεν. Εἰ μὲν τὸ αἰτιατὸν ἄλλο τι παρὰ τὸ γεννητὸν καὶ ἐκπορευτὸν ἐδήλου περὶ Θεοῦ λεγόμενον, εἶχεν ἂν χώραν κοινὸν τοῖς δυσὶ τοῦτο λέγειν· εἰ δ’ οὐκ ἔστιν οὐδ’ ἐπινοίᾳ λαβεῖν τὸ αἰτιατὸν ἐφ’ ἑκατέρου τούτων ἄνευ τοῦ τρόπου (τὸ μὲν γάρ ἐστιν αἰτιατὸν γεννητῶς, τὸ δ’ ἐκπορευτῶς), φωνὴ μέν ἐστι μία τὸ αἰτιατόν, πράγματα δὲ δύο τὸ γεννητόν τε καὶ ἐκπορευτόν· αὐτὰ δὲ ταῦτα καὶ ἴδια λέγομεν ἑκατέρου τούτων. Οὐκ ἄρα τι κοινὸν ἄλλο τοῖς δυσὶν ὑπάρχει πρὸς τὸν Πατέρα παρὰ τὰ ἴδια τούτων, ἅπερ αὐτὰ καὶ τοῦ Πατρὸς διακρίνουσι καὶ ἀλλήλων. Τὸ δὲ δὴ πέμπεσθαι καὶ εἴ τι τοιοῦτον μάλιστα μὲν τὴν εὐδοκίαν δηλοῖ, κατὰ τὸν θεολόγον Γρηγόριον, καὶ τὸ πρὸς τὴν πρώτην αἰτίαν τὰ τῶν ἐξ αὐτῆς ἀναφέρεσθαι πάντα, καὶ ἵνα μὴ δοκῶσιν ἀντίθεοι.

Ἔπειτα καὶ χρονικὸν ὂν καὶ ποτὲ καὶ πρός τι καὶ διά τι γινόμενον, οὐκ ἂν εἰκότως προσλογίζοιτο τοῖς θείοις ἰδιώμασιν ἀνάρχοις τε καὶ ἀϊδίοις ὀφείλουσιν εἶναι. Τὰ δ’ αὐτὰ ταῦτα καὶ περὶ τοῦ πέμπειν ἐροῦμεν· δʹτι καὶ αὐτὸ χρονικὸν ὂν καὶ ποτὲ καὶ πρός τι καὶ διά τι γινόμενον, οὐκ ἂν εὐλόγως ὡς ἴδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸς τὸ Πνεῦμα δοθείη· πολλοῦ γε δεῖ ταὐτὸν εἶναι τῇ ἀνάρχῳ καὶ ἀναιτίῳ προόδῳ τοῦ Πνεύματος. Ἔπειτ’ οὐδὲ τὸ Πνεῦμα τοῦ πέμπειν ἀφῄρηται καὶ δῆλον ἐξ ὧν ὁ προφήτης φησὶν ἐκ προσώπου τοῦ Υἱοῦ λέγων·

Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ ὡς ἄνθρωπος ἀπεστάλθαι παρὰ τοῦ Πνεύματος λέγεται, πόθεν δῆλον; ἢ δεῖξον, ἢ μὴ κατασοφίζου. Καίτοιγε ὁ θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ παρὰ τοῦ Πατρὸς εἰρημένον τοῦτο δείκνυσιν ἐξ αὐτῶν τῶν τῆς Ἡσαΐου προφητείας ῥημάτων καὶ τοῦτον ἀπεστάλθαι παρὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διατείνεται. Κοινότατον ἄρα τὸ πέμπειν, καὶ οὐχὶ κοινόν, ὡς δοκεῖ τοῖς Λατίνοις. Οὐδ’ ἄρα τὸ προβάλλειν ἀϊδίως τὸ Πνεῦμα κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ. Πρὸς δὲ τούτοις τῷ μὲν Υἱῷ καὶ τῷ Πνεύματι θαυμαστὸν οὐδέν, εἴ τι κοινὸν ὑπάρχει πρὸς τὸν Πατέρα· ὁ μὲν γὰρ οὐκ ἀρχὴ μόνον, ἀλλὰ καὶ ἄναρχος καὶ ἀναίτιος· οἱ δ’ ἀρχὴν ἔχουσι τὸν Πατέρα καὶ ἄμφω. Τῷ δὲ Πατρὶ καὶ Υἱῷ πόθεν κοινόν τι δώσομεν, ὃ μὴ καὶ τῷ Πνεύματι πρόσεστιν; Οὐ γὰρ ἐφίησι τοῦτο Διονύσιος ὁ μέγας διαπρύσιον κεκραγώς· «Τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ὁ θεαρχικὸς ἀνατίθησι λόγος». Καὶ ὁ Θεολόγος Γρηγόριος· «Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας· πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως».

Ἔτι περὶ τῆς ἀποστολῆς ἀκριβέστερον ἐπισκεπτέον. Ἔγνωστο μὲν ὁ Πατὴρ ἐν τῇ παλαιᾷ Διαθήκῃ· ἔδει δὲ καὶ τὸν Υἱὸν γνωσθῆναι ἐν τῇ καινῇ. Τοῦτο οὖν ἐστι τὸ τὸν Υἱὸν ἀπεστάλθαι, τὸ οἱονεὶ πεφανερῶσθαι παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον. Πάλιν τοῦ Υἱοῦ γνωσθέντος, ἔδει γνωσθῆναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ τοῦτο παρὰ Πατρὸς καὶ Υἱοῦ τῶν ἤδη προεγνωσμένων ἀπεστάλθαι λέγεται, τουτέστι πεφανερῶσθαι· τίς γὰρ ἑτέρα πέμψις καὶ ἀποστολὴ Θεοῦ τοῦ πανταχοῦ παρόντος καὶ μηδαμοῦ μεταβαίνοντος;

Διὰ τοῦτό φησιν· Ἐὰν πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Τοῦτο δὲ οὐ τὴν ἀΐδιον πρόοδον δηλοῖ πάντως· οὐ γὰρ τοῦτο λέγει, ὅτι, «ἐὰν ἐγὼ μὴ ἀπέλθω, οὐ προβαλῶ τὸν Παράκλητον, ἐὰν δὲ πορευθῶ, τότε προβαλῶ», ἀλλ’ ὅτι, «ἐὰν αὐτὸς ἐξ ὀφθαλμῶν ὑμῶν γένωμαι, τὴν ἐκείνου χάριν καὶ δύναμιν ὑμῖν φανερώσω».

Ἔτι εἰ τὸ μεταβαίνειν Θεοῦ ἀλλότριον (σωμάτων γὰρ ἴδιον), εἰ μὲν περὶ τοῦ Υἱοῦ τὸ πέμπεσθαι λέγεται, τὴν σωματικὴν αὐτοῦ παρουσίαν εἰς τὸν κόσμον δηλοῖ· ἐξαπέστειλε γάρ, φησίν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον γενόμενον ἐκ γυναικός· εἰ δὲ περὶ τοῦ ἁγίου Πνεύματος, τὴν χάριν αὐτοῦ μηνύει καὶ τὴν ἐνέργειαν, οὐκ αὐτὴν τὴν ὑπόστασιν.

Ὅτι δὲ διαφέρουσα ἐκείνης αὕτη, μάρτυς ὁ θεῖος Χρυσόστομος ἐν ταῖς εἰς τὸ κατὰ Ἰωάννην ὁμιλίαις οὕτω λέγων· «Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα, ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα τὰ ὀνόματα, ἀλλ’ ἐνεργείας». Καὶ πάλιν· «Πνεῦμα ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· αὕτη τοιγαροῦν καὶ ἡ πεμπομένη· πέμπεται δὲ παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, κοινὴ τῆς Τριάδος οὖσα, μᾶλλον δὲ μία καὶ ἡ αὐτή». Οὐδὲν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ κοινὸν πρόσεστιν, ὅπερ μὴ καὶ τῷ Πνεύματι, καθὰ καὶ Διονύσιος ὁ κλεινὸς ἀποφαίνεται. εʹ. «Πνεῦμα», φησὶν ὁ Νυσσαεὺς θεολόγος, «τὸ τῆς Πατρικῆς ἐκπορευόμενον ὑποστάσεως».

Τίνι δῆλον οὐκ ἔστιν ἐντεῦθεν, ὅτι τὸ προβάλλειν τὸ Πνεῦμα τοῦ Πατρός ἐστιν ὑποστατικὸν εἴτ’ οὖν προσωπικὸν ἰδίωμα; Καθάπερ γὰρ τὴν τοῦ Μονογενοῦς ὑπόστασιν σαρκωθῆναι λέγοντες, ἀκοινώνητον τοῦτο τῷ Πατρὶ καὶ τῷ Πνεύματι δείκνυμεν, οὕτω καὶ τὴν τοῦ Πατρὸς ὑπόστασιν τὸ Πνεῦμα προβάλλειν εἰρηκότες τὸ ἅγιον, οὐκέτ’ ἂν εἰκότως καὶ τῷ Υἱῷ τοῦτο δοίημεν. Ἢ τοίνυν Λατῖνοι δειξάτωσάν τινα τῶν θεολόγων καὶ ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως τοῦτο λέγοντα, ἢ καθαρῶς ἐντεῦθεν ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἀναφαίνεται.