Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κεφάλαια συλλογιστικὰ κατὰ Λατίνων περὶ τῆς ἐκ τοῦ πατρὸς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Μᾶρκος ὁ Εὐγενικός

Ανθρωπολογικά ανάλογα και τελικοί συλλογισμοί κατά της δυαρχίας

Χρήση του αναλόγου του νου, του λόγου και του πνεύματος για την ερμηνεία της συμπροελεύσεως. Τελική ανασκευή της λατινικής διδασκαλίας, η οποία καταδεικνύεται ότι οδηγεί σε πνευματομαχικές πλάνες και άρνηση του ομοουσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 6 από 6

μδʹ. Εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μὲν τοῦ Υἱοῦ προσεχῶς ἐκπορεύεται, ἐκ δὲ τοῦ Πατρὸς οὐ προσεχῶς κατὰ τοὺς Λατίνους, δῆλον ὅτι ἐκ μὲν τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἐκπορεύεται, ἐκ δὲ τῆς ὑποστάσεως τοῦ Πατρὸς οὐδαμῶς· πῶς γάρ, τὸ μὴ προσεχῶς ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχον; Οὐδὲ γὰρ ὁ Ἰακὼβ ἐκ τοῦ Ἁβραὰμ οὐ προσεχῶς ἔχων τὸ εἶναι, λέγοιτο ἂν ἐκ τῆς τοῦ Ἁβραὰμ ὑποστάσεως, πλὴν εἰ ἄρα θέλοι τις λέγειν ἐκ τῆς οὐσίας· καὶ πάντες δὲ ἄνθρωποι τὸ γένος ἕλκοντες ἐξ Ἀδάμ, ἐκ μὲν τῆς οὐσίας τοῦ Ἀδὰμ λεγόμεθα, ἐκ τῆς ὑποστάσεως δὲ οὐδαμῶς. Ἀλλὰ μὴν οἱ ἅγιοι τοὐναντίον ἐπὶ τοῦ Πνεύματος λέγουσιν, ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς αὐτὸ θεολογοῦντες, ὅ τε θεηγόρος Γρηγόριος ὁ τῆς Νύσσης καὶ ὁ μέγιστος τῷ ὄντι Μάξιμος καὶ οἱ λοιποὶ πάντες· ἐκ τῆς ὑποστάσεως δὲ τοῦ Υἱοῦ οὐδεὶς αὐτὸ εἶπεν, ὅσα γε ἡμᾶς εἰδέναι.

Μάτην ἄρα Λατῖνοι τὴν ὑπόστασιν τοῦ Υἱοῦ προσεχῆ αἰτίαν τοῦ Πνεύματος τίθενται. μεʹ. Ὅταν οἱ Λατῖνοι λέγωσι τὸν Πατέρα μὴ προσεχῆ αἴτιον τοῦ ἁγίου Πνεύματος, ἐρώμεθα τούτους, πότερον διὰ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον λέγουσιν αὐτὸν καὶ τοῦ Πνεύματος αἴτιον, ἢ διὰ τὸ καὶ αὐτόν τι συμβάλλεσθαι παρ’ ἑαυτοῦ πρὸς τὸ εἶναι τῷ Πνεύματι; Εἰ μὲν οὖν διὰ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον λέξουσι, δῆλον ὅτι αὐτὸς οὐ κυρίως ἐστὶ τοῦ Πνεύματος αἴτιος· τοιοῦτον γὰρ τὸ πόρρω καὶ οὐ προσεχὲς αἴτιον, καὶ εὑρίσκεται ὁ Πατὴρ τοῦ μὲν Υἱοῦ κυρίως ὢν αἴτιος, ἅτε καὶ προσεχής, τοῦ δὲ Πνεύματος οὐ κυρίως, ἅτε οὐ προσεχής. Ἀλλὰ ταύτην τὴν θεολογίαν, ἢ θεομαχίαν εἰπεῖν μᾶλλον, οὐδέπω μέχρι καὶ νῦν ἠκούσαμεν, ἀλλ’ ἐκεῖνό γε ἀκούομεν, ὅτι ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός· μάτην δὲ καὶ ἡμῖν ἐγκαλοῦσι τὸ ἐκ μόνου τοῦ Πατρός, αὐτοὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Υἱοῦ λέγοντες. Εἰ δὲ καὶ τὸν Πατέρα συμβάλλεσθαι φήσουσι πρὸς τὸ εἶναι τῷ Πνεύματι, τί τις ἂν φαίη πάλιν πρὸς τὸν ἐσμὸν τῶν ἀναφυομένων ἀτόπων; Δύο τε γὰρ ἐντεῦθεν ἔσται τὰ αἴτια, ἐπεὶ καὶ αἱ ὑποστάσεις δύο, καὶ μεριστὸν τὸ εἶναι τῷ Πνεύματι, τὸ μὲν ἐκ τοῦ Πατρός, τὸ δ’ ἐκ τοῦ Υἱοῦ χορηγούμενον, καὶ τὸ Πνεῦμα σύνθετον, ἐξ ἀμφοῖν ἔχον τὴν ὕπαρξιν, καὶ ὅσα ἄλλα τοῖς τοιούτοις ἕπεται δόγμασιν.

μϛʹ. Ἀλλὰ τούτοις οἱ Λατῖνοι στενοχωρούμενοι, πρὸς τὸ παράδειγμα τῆς κτίσεως ἀποβλέψουσι πάλιν, ἵνα δηλονότι Πνευματομάχους καθαρῶς ἑαυτοὺς ἀποδείξωσι καὶ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον εὑρεθῶσι φρονοῦντες. Ἐροῦσι γὰρ ὅτι καὶ ἡ κτίσις ἐκ Πατρὸς δι’ Υἱοῦ λεγομένη τὸ εἶναι ἔχειν, ὅμως αἴτιον ἕνα καὶ δημιουργὸν ἔχειν πεπίστευται, καὶ οὔτε δύο ἢ τρεῖς αἰτίους, οὔτε τὸν μὲν κυρίως, τὸν δὲ οὐ κυρίως, οὔτε μέρος ἑκάτερον αὐτῇ πρὸς τὸ εἶναι συμβάλλειν. Ἂν οὖν ταῦτα λέγωσιν, ἢ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογείτωσαν κτίσμα φρονεῖν φανερῶς, ἢ μαθέτωσαν, ὅτι ἔξω μὲν τῆς ἑαυτῶν οὐσίας καὶ ὑποστάσεως δύνανται καὶ παρ’ ἡμῖν δύο πρόσωπα μιᾷ ἐνεργείᾳ καὶ ἑνὶ λόγῳ τεχνικῶς ὑφιστᾶν ὅπερ ἂν βούλωνται, ἐκ δὲ τῆς ἑαυτῶν ὑποστάσεως ἑκάτερον φυσικῶς προάγειν ἓν πρόσωπον διὰ μιᾶς ἐνεργείας, ἀδύνατον, εἰ μὴ μέρος, ὅπερ εἴρηται, πρὸς τὸ εἶναι συμβάλλειν, ὥστε εἶναι δύο τὰς ἀρχὰς καὶ δύο τὰς ἐνεργείας, καὶ τὸ προαγόμενον σύνθετον. Πόθεν οὖν αὐτοὶ μίαν προσωπικὴν ἐνέργειαν δυσὶ προσώποις ἀπονέμουσι καὶ μίαν ἀρχὴν τὰ δύο φασί, θαυμάζειν ἄξιον.

μζʹ. Καὶ ὁ ἐν ἡμῖν νοῦς, ὁ ἀνθρώπινος λέγω, λόγον ἐξ ἑαυτοῦ γεννᾷ καὶ πνεῦμα προβάλλει, τὸν μὲν οἷον ἄγγελον τῶν ἑαυτοῦ κινημάτων καὶ νοημάτων, τὸ δὲ ζωοῦν καὶ κινοῦν τὸ σῶμα καὶ τὸν λόγον αὐτὸν συναναφαῖνον καὶ διαρθροῦν. Συμπρόεισι μὲν οὖν ἀλλήλοις ὁ λόγος τε καὶ τὸ πνεῦμα παρὰ τοῦ νοῦ, καὶ ὁ μὲν ἀγγέλλει τοῖς ἔξω τὰ τοῦ γεννήτορος, τὸ δὲ ζωοῖ καὶ ἄγει τὸ σῶμα, ὅποι ἂν ὁ προβολεὺς βούληται· παρὰ τοῦ λόγου δὲ προϊέναι τὸ πνεῦμα καὶ τὴν αἰτίαν ἔχειν, οὐκ ἄν τις εὖ φρονῶν εἴποι ποτέ· πῶς γάρ, τὸ καὶ τῷ λόγῳ πρὸς τὴν φανέρωσιν συνεργοῦν καὶ δι’ αὐτοῦ πάλιν αὐτὸ φανερούμενον; Οὔτω δὴ καὶ ὁ ἀΐδιος Λόγος συμπροϊὸν μὲν ἔχει τὸ Πνεῦμα παρὰ τοῦ πρώτου νοῦ καὶ Πατρός, οὐ μὴν αὐτὸς αὐτῷ τὴν αἰτίαν τοῦ εἶναι παρέχει, καθάπερ οὐδὲ παρ’ αὐτοῦ ταύτην λαμβάνει. Ταῦτα θεολογεῖ μεθ’ ἡμῶν τε καὶ πρὸ ἡμῶν ὁ θειότατος Μάξιμος καὶ τὴν εἰκόνα θαυμασίως ἐφαρμόζει τῷ ἀρχετύπῳ.

Καθάπερ γὰρ ὁ ἐν ἡμῖν λόγος ἄγγελός ἐστι τῶν τοῦ νοῦ κινημάτων, οὕτω καὶ ὁ θεῖος Λόγος τῆς μεγάλης βουλῆς τοῦ Πατρὸς ἄγγελος ὀνομάζεται· καὶ καθάπερ τὸ ἐν ἡμῖν πνεῦμα ζωτικόν ἐστι καὶ κινητικὸν τοῦ σώματος, οὕτω καὶ τὸ θεῖον Πνεῦμα ζωοποιὸν ὑπάρχον καὶ κινητικὸν καὶ συνεκτικὸν καὶ ἁγιαστικὸν τῆς κτίσεως, ζωὴ ὀνομάζεται.

Λέγει γοῦν ὁ εἰρημένος θεῖος ἀνὴρ ἐν κεφαλαίῳ τρίτῳ τῆς τρίτης ἑκατοντάδος τῶν Γνωστικῶν· «Οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται τοῦ λόγου λόγος ἀνώτερος· λόγος δὲ οὐκ ἄνους ἢ ζωῆς ἄμοιρος, ἀλλ’ ἔννους καὶ ζῶν, ὡς γεννῶντα νοῦν ἔχων οὐσιωδῶς ὑφεστῶτα, τὸν Πατέρα, καὶ ζωὴν ὑφεστῶσαν οὐσιωδῶς ἐνυπάρχουσαν, τὸ Πνεῦμα τὸ ἅγιον». Ὅρα νοῦν μὲν γεννῶντα καλούμενον τὸν Θεὸν καὶ Πατέρα, λόγον δὲ γεννώμενον ἐξ αὐτοῦ τὸν Υἱὸν καὶ Θεόν, ζωὴν δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐνυπάρχουσαν τῷ Υἱῷ, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ὑπάρχουσαν. Καὶ τοῦτό ἐστιν ὅπερ ἕτερος θεολόγος φησίν· «Ἐκ τοῦ Πατρὸς ἐκπορεύεται καὶ ἐν τῷ Υἱῷ μένει».

μηʹ. Εἰ τῷ ἐμμέσῳ καὶ ἀμέσῳ μόνον διαφέρουσιν αἱ πρόοδοι τῶν θείων προσώπων κατὰ τοὺς Λατίνους, τῷ τὸν μὲν Υἱὸν ἐκ μόνου τοῦ Πατρὸς εἶναι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς δι’ Υἱοῦ, καὶ τοῦτό ἐστιν ἡ ἐκπόρευσις κατ’ αὐτούς, ταὐτὸν ἄρα τῇ γεννήσει ἡ ἐκπόρευσις καὶ τῇ ἐκπορεύσει ἡ γέννησις. Δύο ἄρα ἐν τῇ Τριάδι υἱοί, ὁ μὶν ἐκ μόνου τοῦ Πατρὸς γεννώμενος, ὁ δὲ ἐκ Πατρὸς δι’ Υἱοῦ, καὶ ὁ μὲν τῷ Πατρὶ προσεχής, ὁ δὲ τῷ μὲν Υἱῷ προσεχής, τοῦ δὲ Πατρὸς υἱωνός. Ἀλλὰ τοῦτο τὸ θεολόγημα, μᾶλλον δὲ παραλήρημα, μέχρι τοῦ νῦν οὐκ ἠκούσαμεν.

μθʹ. Ἢ ἡ αὐτή ἐστιν ἀρχὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ἄλλη καὶ ἄλλη. Εἰ μὲν δὴ ἡ αὐτή, τοῦ Υἱοῦ δὲ ὁ Πατὴρ μόνος ἀρχή, καὶ τοῦ Πνεύματος ἄρα ὁ Πατὴρ μόνος· εἰ δὲ ἄλλη καὶ ἄλλη, πῶς οὐ δύο ἀρχαί;

νʹ. Ἡ ὑπόστασις τοῦ Πατρός ἐστιν ἀρχὴ τοῦ ἁγίου Πνεύματος· ἔστι δὲ καὶ ἄλλη ὑπόστασις, ἡ τοῦ Υἱοῦ, τοῦ ἁγίου Πνεύματος ἀρχὴ κατὰ τοὺς Λατίνους. Ἄλλη ἄρα καὶ ἄλλη ὑπόστασις, ὅπερ ἐστὶν ὑποστάσεις δύο, τοῦ Πνεύματός εἰσιν ἀρχαὶ κατ’ αὐτούς. Δύο ἄρα τοῦ Πνεύματός εἰσιν ἀρχαὶ κατ’ αὐτούς.

ναʹ. Ὁ Πατὴρ καὶ ὁ Υἱὸς οὕτως ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος, ὡς ἑκάτερος μόνος, ἢ ἄλλως. Εἰ μὲν δὴ οὕτως ἄμφω ὡς ἑκάτερος μόνος, ἑκάτερος δὲ μόνος οὕτως ἓν αἴτιον ὡς ἓν πρόσωπον, καὶ ἄμφω ἄρα οὕτως ἓν αἴτιον ὡς ἓν πρόσωπον, καὶ οὕτως ἀναζῇ Σαβέλλιος. Εἰ δὲ ἄλλως μὲν ἄμφω ἓν αἴτιον, ἄλλως δὲ ἑκάτερος μόνος, πῶς οὐ δύο τὰ αἴτια; Τὸ γὰρ ἄλλως καὶ ἄλλως καὶ ἡ διαφορὰ πάντως δήπου καὶ ἀριθμὸν συνεισάγει.

νβʹ. Ἐν τοῖς θείοις προσώποις ἕν ἐστι τὸ αἴτιον, ἢ οὐχ ἕν. Εἰ μὲν δὴ ἕν ἐστι πρόσωπον αἴτιον, ἔχομεν τὸ ζητούμενον· ὁ Πατὴρ γὰρ δήπουθεν ἔσται μόνος· εἰ δὲ οὐχ ἕν, δύο που πάντως ἔσται τὰ αἴτια, καθάπερ καὶ τὰ αἰτιατὰ δύο. Τοῦτο δὲ αὐτόθεν ἄτοπον.

νγʹ. Εἰ τὸ ἀμέσως αἴτιον μᾶλλον <αἴτιον> καὶ ἐγγύτερον τοῦ ἐμμέσως, διὰ τί τοσαυτάκις ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι λεγομένου τοῦ Πνεύματος, ὀλιγάκις τὸ δι’ Υἱοῦ παρεντίθεται; Διὰ τί τὸ μᾶλλον αἴτιον καὶ ἐγγύτερον σιωπᾶται, τὸ δὲ ἧττον καὶ πορρώτερον ἀεὶ λέγεται; Πῶς δὲ καὶ οὐ δύο τὰ αἴτια, ἐν οἷς τὸ μᾶλλον καὶ ἧττον καὶ ἐγγύτερον καὶ πορρώτερον χώραν ἔχει;

νδʹ. Ὁ Υἱὸς αἴτιος τοῦ ἁγίου Πνεύματος τῷ λόγῳ τῆς φύσεως, ἢ τῷ λόγῳ τῆς ὑποστάσεως. Εἰ μὲν δὴ τῷ λόγῳ τῆς φύσεως, φύσις δὲ ἡ αὐτὴ τοῖς τρισί, κοινὸν ἔσται τοῖς τρισὶ τὸ αἴτιον καὶ προβαλεῖ καὶ τὸ Πνεῦμα ἑαυτὸ ἢ ἕτερον· εἰ δὲ τῷ λόγῳ τῆς ὑποστάσεως ὁ Υἱὸς αἴτιος, ἑτέρα ὢν ὑπόστασις παρὰ τὸν Πατέρα, ἑτέρα ἔσται παρὰ τὸν Πατέρα αἰτία καὶ ἑτέρα ἀρχή· δύο ἄρα ὑποστάσεις αἴτιαι, κἀντεῦθεν δὴ καὶ δύο ἀρχαί.

νεʹ. Ἡ προβλητικὴ δύναμις ἐν Πατρὶ καὶ Υἱῷ μία καὶ ἡ αὐτὴ ὑπάρχουσα κατὰ τοὺς Λατίνους, οὐσιώδης ἐστὶ πάντως καὶ φυσική· ταύτης δὲ τὸ Πνεῦμα τὸ ἅγιον λείπεται, μηδὲν ἄλλο προβάλλον πρόσωπον. Ἀλλ’ ὥσπερ τὰ τῆς αὐτῆς δυνάμεως ὄντα, καὶ τῆς αὐτῆς οὐσίας εἶναι ἀνάγκη κατὰ τοὺς θεολόγους Πατέρας, οὕτω καὶ τοὐναντίον τὰ μὴ τὴν αὐτὴν οὐσιώδη δύναμιν ἔχοντα, μηδὲ τὴν αὐτὴν οὐσίαν ἔχειν ἀνάγκη, καὶ οὕτως ἀλλοτριοῦται τὸ Πνεῦμα τὸ ἅγιον τῆς κοινῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, τῆς κοινῆς οὐσιώδους δυνάμεως ἀλλότριον ὄν. Ἀλλ’ ἡμεῖς ὥσπερ ὁμοούσιον, οὕτω καὶ ὁμοδύναμον ἴσμεν τὴν ἁγίαν Τριάδα, καὶ μίαν δύναμιν τῶν τριῶν κηρύττομεν ὥσπερ καὶ μίαν οὐσίαν, τοῖς νέοις τούτοις πνευματομάχοις ἐρρῶσθαι πολλὰ φράσαντες.

νϛʹ. Ἰδιώματα τοῦ Πατρός εἰσι κατὰ τοὺς θεολόγους Πατέρας ἥ τε ἀγεννησία καὶ τὸ γεννᾶν καὶ προβάλλειν. Εἰ οὖν ἑνὸς τούτων, τοῦ προβάλλειν φημί, κοινωνεῖ τῷ Υἱῷ κατὰ τοὺς Λατίνους, τοῦ δὲ Πνεύματος πᾶσι διΐσταται, πλείονα ἄρα τὴν κοινωνίαν ὁ Πατὴρ ἔχει πρὸς τὸν Υἱὸν ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐξ ἀνάγκης πλείονα τὴν ἑτερότητα πρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἢ πρὸς τὸν Υἱόν. Καὶ τί ἔτι Μακεδονίῳ Λατῖνοι μέμφονται, καθαρῶς αὐτοὶ πνευματομαχοῦντες;