Εἰκὼν τοίνυν καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς αἰτίου αὐτοῦ ὄντος, ἀλλ’ ὅτι μὴ οἷόν τε γνῶναι τὸν Υἱὸν ἑτέρωθεν, εἰ μὴ διὰ τοῦ ἁγίου Πνεύματος· Οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ αὖθις· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ὅπερ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος, «Τουτέστι», φησί, «συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ· ἐπεὶ γὰρ ἐμά ἐστι τὰ τοῦ Πατρός, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ». Καθάπερ γὰρ ὁ Υἱὸς ἐλθὼν εἰς τὸ πληρῶσαι τὸν παλαιὸν νόμον, τουτέστι τελειῶσαι καὶ προσθεῖναι τὰ παραλελειμμένα διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, αὐτῷ τούτῳ τὸν Πατέρα ἐδόξασε τὸν τὸν νόμον ἐκεῖνον θέμενον (Ἐγὼ γάρ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω), οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ τοῦ Υἱοῦ ἔργον ἐτελείωσεν αὖθις· Πολλὰ γάρ, φησίν, ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ἐκ τοῦ ἐμοῦ, φησίν, ἔργου τὰς ἀφορμὰς λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, τὰ λειπόμενα δηλονότι· ὃ ἔργον ταὐτόν ἐστι τῷ τοῦ Πατρός· Πάντα γὰρ ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι.