Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κεφάλαια συλλογιστικὰ κατὰ Λατίνων περὶ τῆς ἐκ τοῦ πατρὸς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Μᾶρκος ὁ Εὐγενικός

Η μοναρχία του Πατρός: Υποστατική ετερότητα και το αμετάδοτο της θείας αιτίας

Συλλογιστική αναίρεση του ενδεχομένου δύο αιτίων στη θεότητα. Ανάδειξη της αποκλειστικότητας των υποστατικών ιδιωμάτων και της αδυναμίας συνύπαρξης αντίθετων ιδιοτήτων ως προς την εκπόρευση του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 6

ιγʹ. Θωμᾶς ὁ τῶν Λατίνων διδάσκαλος, ἀξιῶν μιᾷ τῶν ἀντιθέσεων ἀνάγκην εἶναι τὰ θεαρχικὰ πρόσωπα διακρίνεσθαι, ἐπειδὴ (φησίν) ἡ ὑλικὴ διάκρισις ἐν τοῖς θείοις χώραν οὐκ ἔχει, τὴν κατὰ σχέσιν ἀντίθεσιν βούλεται μόνην εἶναι τὴν διακρίνουσαν, ὡς ἑτέρας τῶν ἀντιθέσεων οὐκ ἐχούσης χώραν. Δεικτέον οὖν ἡμῖν, ὡς μᾶλλον ἱκανὴ πρὸς διάκρισιν ἡ τῶν ἀντιθέσεων ἀντιφατική, καὶ ταύτῃ μόνῃ κατὰ τοὺς θεολόγους ἀλλήλων πάντα τὰ θεῖα πρόσωπα διακρίνονται.

Πρῶτον μὲν οὖν ἐκεῖνο δῆλον ἐπὶ τῶν θείων, ὡς ὁ ἑκάστου τῆς ὑπάρξεως τρόπος αὐταρκέστατος πρὸς τὴν ἀφ’ ἑτέρου διάκρισιν τρόπους δὲ ὑπάρξεως ἐπὶ τῶν θείων προσώπων οἱ θεολόγοι τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτὸν λέγουσιν, ἤτοι καθολικώτερον φάναι, τὸ ἀναίτιον καὶ τὸ αἰτιατόν, ἅπερ ἀλλήλοις δῆλον ὡς ἀντιφατικῶς ἀντίκεινται· τὸ γὰρ ἔχον αἰτίαν καὶ τὸ μὴ ἔχον αἰτίαν, ἀντίφασις. Ὁ μὲν οὖν Πατὴρ Υἱοῦ καὶ Πνεύματος τούτοις ἀντιφατικῶς διακρίνεται, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα πρὸς ἄλληλα, τοῖς τῶν οἰκείων αὖθις ὑπάρξεων τρόποις· τὸ γὰρ γεννητῶς εἶναι καὶ τὸ μὴ γεννητῶς ἀλλ’ ἐκπορευτῶς, τρόποι τε ὑπάρξεων ἐπὶ τούτων εἰσὶ καὶ ἀλλήλοις ἀντιφατικῶς ἀντίκεινται· καὶ τοῦτο περὶ τοῦ Πνεύματος ὁ Θεολόγος Γρηγόριος λέγει· «Προϊὸν μὲν ἐκ τοῦ Πατρός, οὐχ υἱϊκῶς δέ· οὐδὲ γὰρ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς». Αὕτη μὲν οὖν ἡ διάκρισις κατὰ τὴν ἀντίφασιν οὖσα καὶ τῇ ἀληθείᾳ σύμφωνος καὶ τοῖς θεολόγοις ἅπασι, καὶ πάντα τὰ θεῖα πρόσωπα δύναται διακρίνειν· ἣν δὲ εἰσάγει Θωμᾶς ὡς μόνην ἱκανὴν οὖσαν, τὴν κατὰ σχέσιν λέγω, τὸν μὲν Πατέρα τῶν ἐξ αὐτοῦ προελθόντων Υἱοῦ καὶ Πνεύματος διακρίνει, τὰ δὲ λοιπὰ τῶν προσώπων ἀλλήλων οὐδ’ ὁπωσοῦν· οὐδὲ γὰρ αἴτιον θατέρου θάτερον, οὐδὲ φαίνεται ταύτην οὐδεὶς τῶν θεολόγων τὴν διάκρισιν εἰρηκώς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. «

Μόνος γὰρ αἴτιος ὁ Πατήρ», φησὶν ὁ Δαμασκηνός· καὶ ὁ Νύσσης Γρηγόριος· «Τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν». Ἄλλην φησὶ παρὰ τὴν εἰρημένην· ἡ δὲ ἦν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν δηλονότι. Καθόλου δὲ οὐ τολμητέον εἰπεῖν ἢ ἐννοῆσαι παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα, Διονύσιος ὁ κλεινὸς ἀποφαίνεται.

ιδʹ. Εἰ τὸ αἰτιατὸν διαφόρως ὑπάρχει τῷ Υἱῷ καὶ τῷ Πνεύματι (τὸ μὲν γὰρ γεννητόν, τὸ δ’ ἐκπορευτόν), ἡ δὲ διαφορὰ κατὰ τοὺς Πατέρας ἀριθμὸν ἑαυτῇ συνεισάγει, δύο ἄρα τὰ αἰτιατά, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· κατὰ τὸν αὐτὸν δὴ τρόπον εἰ τὸ τῆς θεότητος αἴτιον διαφόρως Πατρὶ καὶ Υἱῷ πρόσεστιν (ὁ μὲν γὰρ γεννήτωρ καὶ προβολεύς, ὁ δὲ προβολεὺς μόνον), δύο ἔσται τὰ τῆς θεότητος αἴτια, τῇ διαφορᾷ τοῦ ἀριθμοῦ ἑπομένου, τουτέστι τῆς δυάδος, κατὰ τὴν τῶν θεολόγων ἀπόφασιν.

ιεʹ. Εἰ τιμιώτερον Θεῷ τὸ αἰτίῳ τῆς θεότητος εἶναι ἢ τὸ αἰτίῳ τῆς κτίσεως, πῶς τοῦ τιμιωτέρου Πατρὶ καὶ Υἱῷ μὴ κοινωνοῦν κατὰ τοὺς Λατίνους τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔλαττον ἔσται τῇ ἀξίᾳ καὶ τῇ θεότητι; Εἰ μὲν γὰρ ὅλως μεταδοτὸν τὸ τῆς θεότητος αἴτιον, διὰ τί μὴ καὶ τὸ Πνεῦμα τούτου μετείληφεν; Εἰ δ’ ἀμετάδοτον ὅλως ὡς τοῦ Πατρὸς ἴδιον, ὥσπερ καὶ τὸ ἀναίτιον, οὐδ’ ὁ Υἱὸς ἄρα τούτου μεθέξει κατ’ οὐδένα τρόπον, εἰ καὶ μάλα τοῦτο Λατῖνοι βούλονται.

ιϛʹ. Ἡμεῖς μὲν τὸν Υἱὸν ἀφαιροῦντες τῆς αἰτίας τοῦ Πνεύματος, οὐδὲν αὐτὸν ἐλαττοῦμεν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξίας· οὐδὲ γὰρ ὅλως μεταδοτὸν τὸ τῆς θεότητος αἴτιον λέγομεν, ὥσπερ οὐδὲ τὸ ἀναίτιον τοῦ Πατρὸς οὐδ’ αὐτὴν τὴν πατρότητα.

Λατῖνοι δὲ μεταδοτὸν τοῦτο φρονοῦντες, εἶτα τὸ Πνεῦμα τούτου λείπεσθαι λέγοντες, πάσαις ἀνάγκαις ἔλαττον αὐτὸ ποιοῦσι τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος καὶ ἀξίας, καὶ κατὰ τοῦτο βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ καὶ κατ’ ἄλλα πολλαχῶς ἀναγκάζονται.

ιζʹ. Τὸ Πνεῦμα τὸ ἄγιον ἐκ Πατρὸς καὶ Υἱοῦ προερχόμενον, ἢ καθό εἰσι διακεκριμένοι, τούτων πρόεισιν, ἢ καθό εἰσιν ἡνωμένοι. Εἰ μὲν οὖν καθό εἰσι διακεκριμένοι καὶ δύο, τούτων προέρχεται, διακεκριμένοι δέ εἰσι κατὰ τὰς ὑποστάσεις καὶ δύο, ἐκ δύο ἄρα ὑποστάσεων τὸ Πνεῦμα τὸ ἅγιον πρόεισι, κἀντεῦθεν ἐκ δύο ἀρχῶν ἐξ ἀνάγκης. Εἰ δὲ καθό εἰσιν ἡνωμένοι, πρῶτον μὲν οὐκέτι τὸ αὐτὸ καὶ καθό εἰσι διακεκριμένοι, τούτων πρόεισιν· οὐκ ἄρα ἐκ τῶν ὑποστάσεων αὐτῶν πρόεισιν· οὔτ’ ἄρα ἐκ τῆς πατρικῆς ὑποστάσεως, οὔτε ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως. Ἀλλὰ τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος ὁ τῆς Νύσσης Γρηγόριος πῂ μὲν διελέγχει· λέγει γὰρ οὑτωσὶ ῥητῶς· «Πνεῦμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως».

Ἔπειτα καὶ τί ἂν εἴη τοῦτο, καθ’ ὅ εἰσιν ἡνωμένοι; Τὴν φύσιν ἐροῦσι τυχὸν ἢ τὴν προβλητικὴν δύναμιν. Ἀλλ’ εἰ μὲν ἐκ τῆς φύσεως πρόεισι, καὶ ἐξ ἑαυτοῦ προελεύσεται· κοινὸν γὰρ τοῖς τρισὶν ἡ φύσις· εἰ δ’ ἐκ τῆς προβλητικῆς δυνάμεως, καὶ ταύτην ὤφειλεν ἔχειν αὐτό. «Τὰ γὰρ κοινὰ Πατρὶ καὶ Υἱῷ, κοινὰ καὶ τῷ Πνεύματι», Διονύσιός φασι καὶ Βασίλειος οἱ μεγάλοι. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν πρὸς τοῦτο καὶ καταγέλαστος λόγος;

Εἶχεν ἄν, φησί, καὶ αὐτὸ ταύτην, εἰ μὴ ἀδύνατον ἦν ἑαυτὸ προβάλλειν. Τοῦτο μὲν οὖν ὅμοιον, ὡς εἴ τις ὁρῶν ἐκ τῶν ἑαυτοῦ συναγόμενον λόγων τὸν ἄνθρωπον λίθον εἶναι, τὰ μὲν ὅθεν τοῦτο συνάγεται, μηδ’ ὁπωστιοῦν ἐπανορθοῦν πειρῷτο, λέγοι δέ, ὡς ἦν ἂν ὁ ἄνθρωπος λίθος, εἰ μὴ ἀδύνατον ἦν τὸ λογικὸν ζῷον ἄψυχόν τε καὶ ἀκίνητον εἶναι.

ιηʹ. Τὰ τῷ Θεῷ προσόντα, κυρίως καὶ μόνως καὶ μόνῳ καὶ μόνα καὶ ἀεὶ καὶ πάντῃ προσεῖναι ὀφείλουσι, τὰ μὲν φυσικὰ καὶ κοινά, τοῖς τρισὶ προσώποις, τὰ δ’ ὑποστατικὰ καὶ προσωπικά, τῶν τριῶν ἑκάστῳ· οὐδὲν γὰρ ἐκεῖ συμβεβηκός, οὐδὲν ἐπίκτητον οὐδ’ ὕστερον προσγενόμενον, οὐδὲν οὐ κυρίως καὶ μόνως. Καθάπερ οὖν ἀγαθὸς καὶ σοφὸς καὶ Θεὸς καὶ βασιλεὺς καὶ δημιουργός, ἔτι δὲ ἀόρατος καὶ ἀθάνατος καὶ ἀΐδιος ὁ Θεὸς λεγόμενος, μόνως τε καὶ κυρίως ὡς πρὸς τὴν κτίσιν ἅπαντα ταῦτα λέγεται (λέγει γὰρ ὁ Ἀπόστολος· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ· καὶ αὖθις· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον), οὕτω καὶ ὅπερ ἂν λέγοιτο τῶν τριῶν ἕκαστον, μόνον τε καὶ κυρίως ἐστὶ πρὸς τὰ λοιπὰ τοῦθ’ ὅπερ λέγεται. Πατὴρ γοῦν ὁ Πατὴρ καὶ μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως· Υἱὸς ὁ Υἱὸς καὶ μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως· καὶ Πνεῦμα ὁμοίως τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω δὴ καὶ ἀναίτιος ὁ Πατὴρ εἴτ’ οὖν ἀγέννητος μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως, ἀλλὰ δὴ καὶ αἴτιος αὖθις ὁμοίως· καὶ τὰ λοιπὰ τῶν προσώπων ἄρα μόνον αἰτιατὰ καὶ μόνα καὶ κυρίως καὶ μόνως.

Δυοῖν γὰρ ὄντοιν αἰτίου καὶ αἰτιατοῦ, εἰ τὸ αἴτιον μόνος ὁ Πατὴρ ἔχει, τὸ αἰτιατὸν ἄρα μόνα τὰ λοιπὰ τῶν προσώπων καὶ μόνον καὶ μόνως. Σκεπτέον γὰρ ὅτι τὸ μόνον ἀεὶ πρὸς τὸ ἀντικείμενον λέγεται· μόνον γὰρ Πατὴρ ὁ Πατήρ, ἀλλ’ οὐχὶ καὶ Υἱός, καὶ μόνον Υἱὸς ὁ Υἱός, ἀλλ’ οὐ καὶ Πατήρ, καὶ μόνον Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ οὐ Πατὴρ ἢ Υἱός, καὶ μόνον ἀναίτιος ὁ Πατήρ, ἀλλ’ οὐχὶ καὶ αἰτίαν ἔχων, οὕτω δὴ καὶ μόνον αἴτιος, ἀλλ’ οὐκ αἰτιατός· καὶ τὰ λοιπὰ τῶν προσώπων ἄρα μόνον αἰτιατὰ καὶ οὐδὲν τούτων αἴτιον. Εἰ γάρ τι τούτων καὶ αἴτιον εἴη, τὸ μόνον ἀναιρεθήσεται, καὶ οὔτε μόνον καὶ κυρίως αἴτιον ἔσται, οὔτε μόνον καὶ κυρίως αἰτιατόν· οὗ τοὐναντίον ἀνάγκην εἶναι προαποδέδεικται. Ἡ γὰρ ἀντίθεσις διακρίσεως αἰτία καὶ κατ’ αὐτοὺς τοὺς Λατίνους, καὶ ἄμφω τὰ ἀντικείμενα συνδραμεῖν ἐφ’ ἑνὸς τῶν θεαρχικῶν προσώπων ἀδύνατον· θάτερον γὰρ τούτων οὐ κυρίως ἔσται, καὶ διὰ τοῦτο πάντως οὐδ’ ἔσται.

Τούτοις συμφωνεῖ καὶ τὰ τῶν ἁγίων ῥητά, τοῦ μὲν Δαμασκηνοῦ λέγοντος ἐν τοῖς Θεολογικοῖς κεφαλαίοις· «Μόνος αἴτιος ὁ Πατήρ»· Θεοδώρου δὲ τοῦ Στουδίτου ψάλλοντος· «Μόνου μονογεννῆτορ μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνον μόνου φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνως μόνου Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν». Οὐκ ἄρα τὸ αἴτιον ὁ Υἱὸς ἕξει, μόνον αἰτιατὸς ὀφείλων γε εἶναι καὶ μόνον Υἱός, ὥσπερ καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μόνου Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός.

ιθʹ. Ἐρώμεθα τοὺς Λατίνους· Εἰ πάντα τὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν βούλεσθε, διὰ τί μὴ καὶ Πατέρα τοῦτον ποιεῖτε; Ὅτι, φασίν, ἀντίθεσιν ἔχει τοῦτο πρὸς τὸν Υἱόν· ἡ δὲ ἀντίθεσις διακρίνειν οἶδε τὰ πρόσωπα καὶ οὐχὶ συνάπτειν, ἵνα μὴ σύγχυσις ἐν αὐτοῖς γένηται. Εἰ οὖν ἡ ἀντίθεσις διακρίνει τὰ θεῖα πρόσωπα καθ’ ὑμᾶς, ὦ σοφώτατοι, καὶ ἄμφω τὰ ἀντικείμενα συνελθεῖν ἐφ’ ἑκάστου τούτων ἀδύνατον, οὐδ’ ἄρα τὸ αἴτιον καὶ αἰτιατὸν συνελεύσεται (καὶ ταῦτα γὰρ ἀντικείμενα), οὐδ’ ὁ Υἱὸς αἰτιατὸς ὁμοῦ καὶ αἴτιος ἔσται, καθάπερ οὐδ’ Υἱὸς ὁμοῦ καὶ Πατήρ. Ἀλλὰ τί καὶ πρὸς τοῦτο φήσουσιν; Ἦν ἂν καὶ Πατήρ, εἰ εἶχε πρὸς ὃν ἀποδοθήσεται. Τῆς ἀτοπίας! Πάλιν ἡμῖν ἐπανήκει τὸ καταγέλαστον ἐκεῖνο σόφισμα, καὶ ταὐτὸν ποιοῦσιν οἱ τοῦτο λέγοντες, ὥσπερ ἂν εἴ τις ἀποφαινόμενος πάντα ἄνθρωπον γεννητὸν εἶναι, ἔλεγεν ὡς ἦν ἂν καὶ ὁ Ἀδὰμ γεννητός, εἰ πατέρα εἶχεν.