Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κεφάλαια συλλογιστικὰ κατὰ Λατίνων περὶ τῆς ἐκ τοῦ πατρὸς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Μᾶρκος ὁ Εὐγενικός

Κριτική του λατινικού κανόνα διακρίσεως και αναίρεση της θεωρίας του κοινού αιτίου

Φιλοσοφικός και θεολογικός έλεγχος των επιχειρημάτων περί της διάκρισης των προσώπων μέσω της κατά σχέση αντίθεσης. Απόδειξη της μη συναιτιότητας του Υιού και του Πνεύματος κατά την υποστατική τους πρόοδο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 6

κʹ. Φασὶν οἱ Λατῖνοι μηδὲν διαφέρειν ἐπὶ τῶν θείων προσώπων τὴν διά τῆς ἐκ παρὰ τῇ Γραφῇ, καὶ διὰ τοῦτο τὸ δι’ Υἱοῦ προϊέναι λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸ ἐξ Υἱοῦ μεταφέρουσιν. Ἡμεῖς δὲ ἀπαιτήσωμεν αὐτοὺς ἀναγκαίως ἡμῖν ἐπιδεῖξαι, εἰ καὶ διὰ Πατρὸς προϊέναι ἢ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εὕρηταί που φερόμενον.

Εἰ γὰρ ταὐτὸν καὶ ἀδιάφορον ἦν, ἔδει καὶ τοῦτο λέγεσθαι, καθάπερ ἐπὶ τῆς κτίσεως εὕρηται πολλαχοῦ· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ· καὶ πάλιν· Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῖ Χριστοῦ· καὶ πάλιν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅλως δὲ εἰ μὲν πάντα τὰ περὶ τοῦ θείου λεγόμενα Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοίως ἀνεφέρετο, εἶχεν ἂν χώραν κοινοποιεῖν ἅπαντα καὶ τὴν ἐξ ἑκατέρου ὁμοίως ὁμολογεῖν πρόοδον· εἰ δὲ τὰ μὲν τῷ Πατρὶ ἰδίως, τὰ δὲ τῷ Υἱῷ νενέμηται, τὰ δ’ ἀμφοτέροις ἐπίσης, μὴ μιγνύτωσαν ὁμοῦ πάντα χρήματα· δι’ Υἱοῦ προϊέναι λέγεται, δι’ Υἱοῦ χορηγεῖσθαι τῇ κτίσει, ἐν Υἱῷ μένειν, ἐν Υἱῷ ἀναπαύεσθαι, οὔτε δὲ διὰ Πατρὸς προϊέναι, οὔτε διὰ Πατρὸς χορηγεῖσθαι, οὔτε ἐν Πατρὶ μένειν, οὔτε ἐν Πατρὶ ἀναπαύεσθαι, ἀλλ’ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Λεγέσθω τοιγαροῦν τὰ κεκηρυγμένα, καὶ τὰ σεσιγημένα σιγάσθω, καὶ τὸ ἐξ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ὡς ἔκφυλόν τε καὶ ἄηθες ἀπεσκορακίσθω.

καʹ. Ὅταν ἀποβλέψω πρὸς τὰς φωνὰς τῶν ἁγίων, αἷς κεχρημένοι περὶ τοῦ θείου φαίνονται Πνεύματος, οἶμαι τοὺς Λατινοφρονοῦντας μηδὲ λογικῆς γοῦν ἀκολουθίας καὶ συμφράσεως τεχνικῆς ἐπαισθάνεσθαι, μή τί γε θείων ἀκριβείας δογμάτων καὶ πατρικῆς διανοίας μετὰ τοῦ Πνεύματος ζητούσης περὶ τοῦ Πνεύματος. Τί γὰρ καὶ φήσουσιν, ὅταν οἱ ἅγιοι μερίζωσι τοῖς συνδέσμοις τὴν εἰς Πατέρα καὶ Υἱὸν ἀναφορὰν τοῦ ἁγίου Πνεύματος, καὶ ὁ μὲν λέγῃ· «Ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον, δι’ Υἱοῦ δὲ πεφηνός», δηλαδὴ τοῖς ἀνθρώποις· ὁ δέ· «Ἐκ τοῦ Πατρὸς μὲν ἐκπορευόμενον, ἐν δὲ τῷ Υἱῷ μένον»· ὁ δέ· «Τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται». ὁ δέ· «Ἐκπορεύεται μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον»; Ἆρ’ ἔτι τολμήσουσι φάναι, μίαν ἐξ ἀμφοῖν εἶναι τοῦ Πνεύματος πρόοδον; Καὶ τί ποτε αὐτοῖς ὁ μερισμὸς ἐβούλετο, βέλτιστοι, καὶ τὸ μὲν τούτῳ διδόναι, τὸ δὲ ἐκείνῳ;

Τίς γὰρ εὐσεβῶν ἐρεῖ, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστῆναι τὴν κτίσιν, διὰ δὲ τοῦ Υἱοῦ κεκοσμῆσθαι, τὴν καὶ παρ’ ἀμφοῖν ὁμοίως ὡς ἑνὸς Θεοῦ καὶ δημιουργοῦ καὶ τὸ εἶναι λαβοῦσαν καὶ διακοσμηθεῖσαν; Πῶς δὲ οὐκ ἀδιανόητον, εἰ ταὐτὸν αἱ λέξεις ἠδύναντο, μερίζειν αὐτὰς τοῖς συνδέσμοις, ὥσπερ ἂν εἴ τις ἔλεγε, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ἐστερεῶσθαι τοὺς οὐρανούς, διὰ δὲ τοῦ Υἱοῦ συμπεπῆχθαι; Ἀλλ’ ὁ τοιούτῳ σχήματι μερισμοῦ χρώμενος ἀφαιρεῖ δήπου θατέρου θάτερον, ὥσπερ ὁ λέγων· Παῦλος μὲν Ταρσεύς, Παλαιστῖνος δὲ Πέτρος, οὐκ ἄμφω καὶ ἀμφοῖν δίδωσι, καὶ ὁ λέγων· Εὐδοκίᾳ μὲν τοῦ Πατρός, αὐτουργίᾳ δὲ τοῦ Υἱοῦ, συνεργίᾳ δὲ τοῦ Πνεύματος τὴν οἰκονομίαν γενέσθαι, ἓν ἑκάστῳ δούς, ἀφείλετο τὰ λοιπά. Δῆλον ἄρα καὶ ἐξ αὐτοῦ τοῦ κατὰ τὸν μερισμὸν σχήματος, ὡς οὔτε τῷ Πατρὶ προσήκει τὸ δι’ αὐτοῦ χορηγεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε τῷ Υἱῷ τὸ ἐξ αὐτοῦ ἐκπορεύεσθαι.

κβʹ. Ὁ ἐν τῇ θείᾳ Γραφῇ λαλήσας Θεός, προειδὼς τῶν ἀνθρώπων τὸ φιλομόχθηρον καὶ τὰ παρὰ τοῦ ἐχθροῦ ἐπισπαρησόμενα ζιζάνια τῇ αὐτοῦ διδασκαλίᾳ προαναστέλλων, οὐδεμίαν ἀφῆκε λέξιν, ἣν ἐλλιπῶς ἔχειν δοκοῦσαν οὐκ ἀνεπλήρωσεν ἐν ἑτέροις, ἢ λαβήν τινα παρέξειν μέλλουσαν οὐκ ἀπηύθυνεν ἀλλαχόσε, ἵν’ ἐκεῖνο τὸ τοῦ σοφοῦ πληρωθῇ· Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

Αὐτίκα τό· Ὁ Πατήρ μου μείζων μου ἐστίν, ἐπειδὴ πολύ τι συμβάλλεσθαι ἔμελλε τοῖς τὸν Υἱὸν ἐλαττοῦσι τῆς πατρικῆς ἀξίας, ἐπανίσωσεν ἐν ἑτέροις εἰπών· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ αὖθις· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί, καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ ὁ Ἀπόστολος· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Πάλιν ἐν ταῖς Παροιμίαις τὸ Κύριος ἔκτισέ με παρὰ τῆς Σοφίας λεγόμενον, ἐν τοῖς ἐφεξῆς διορθοῦται· λέγει γὰρ ὑποκατιοῦσα· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διὰ μὲν ἐκείνου τὴν κατὰ σάρκα δηλοῦσα κτίσιν καὶ γένεσιν, διὰ δὲ τούτου τὴν προαιώνιον γέννησιν. Πάλιν ἐπείπερ ἐν τοῖς Εὐαγγελίοις μόνον ἀληθινὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα φησί (λέγει γάρ· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν), ἵνα μὴ δόξῃ τῆς ἀληθινῆς θεότητος ἑαυτὸν ἀφορίζειν, αὐτὸς ὁ ταῦτα γράψας Ἰωάννης ἐν τῇ ἐπιστολῇ περὶ τοῦ Υἱοῦ φησιν· Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος. Πάλιν ἐπειδὴ τὸ Πνεῦμα τοῦ Πατρὸς λέγεται κατὰ τὴν φυσικὴν οἰκείωσιν καὶ τὴν πρὸς ἡμᾶς δωρεάν (λέγει γάρ· Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν), ἵνα μὴ δόξῃ τοῦ Υἱοῦ ἀλλότριον εἶναι καὶ μὴ ὁμοίως καὶ παρ’ αὐτοῦ δίδοσθαι, Πνεῦμα καὶ τοῦ Υἱοῦ λέγεται· λέγει γὰρ ὁ Ἀπόστολος·

Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν. Εἰ τοίνυν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τοιοῦτον ἦν, ὡς συννοεῖσθαι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐκ ἂν παρέλειψεν ἐν ἑτέροις εἰπεῖν τοῦτο καὶ διαρθρῶσαι ὁ τῆς τῶν ἀνθρώπων κηδόμενος σωτηρίας, ἀλλ’ ἢ δι’ ἑαυτοῦ πάντως ἢ διὰ τῶν αὐτοῦ μαθητῶν ἔμελλε τοῦτο σαφῶς ἐκκαλύψειν. Ἐπεὶ δὲ οὐκ εἴρηκε, δῆλον ὡς τὸ μὴ ὂν οὐκ εἴρηκε.

Διὰ τοῦτο ὁ Δαμασκηνὸς Ἰωάννης φησί· «Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν». Ὁ δὲ θεῖός φησιν Ἀπόστολος· Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. κγʹ. Τὸ Πατήρ ἐπὶ Θεοῦ λεγόμενον ὄνομα περιλαμβάνει πάντα τὰ αὐτοῦ ἰδιώματα· τό τε γὰρ ἀγέννητον ἐν ἑαυτῷ περιέχει κατὰ τὸν μέγαν Βασίλειον· ὁ γὰρ κυρίως καὶ μόνον Πατὴρ ἐξ οὐδενὸς ἄλλου γεγέννηται· καὶ πρὸς τὸ Πνεῦμα Πατὴρ ὡς προβολεὺς λέγεται κατὰ τὴν γραφὴν τὴν λέγουσαν· Τοῦ Πατρὸς τῶν φώτων. Εἰ τοίνυν τοῦ πατρικοῦ ὀνόματος οὐ μεταδίδωσι τῷ Υἱῷ, οὐδὲ τῆς προβλητικῆς ἰδιότητος αὐτῷ μεταδώσει, ἵνα μὴ υἱοπάτωρ ἀναφανῇ ὁ Υἱὸς καθ’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ τὸ Πνεῦμα ἐντεῦθεν υἱωνὸς νομισθῇ.

κδʹ. Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος οἱ Λατῖνοί φασιν. Ἐρωτήσωμεν οὖν αὐτούς· Ὥσπερ ὁ Πατὴρ μόνος ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν αἴτιον, ἢ ἄλλως; Εἰ μὲν οὖν οὕτω φήσουσιν, ὁ δὲ Πατὴρ μόνος ἓν πρόσωπον, ἔσται καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν πρόσωπον καὶ συναλοιφὴ Σαβέλλειος ἐπεισῆλθεν. Εἰ δὲ ἄλλως μὲν ὁ Πατὴρ μόνος ἓν αἴτιον, ἄλλως δὲ ὁ Πατὴρ καὶ ὁ Υἱός, μὴ λανθανέτωσαν ἑαυτοὺς δύο αἴτια καὶ ἀρχὰς δύο, κἂν μὴ θέλωσιν, ἐπεισάγοντες.

κεʹ. Καθολικόν τινα διακρίσεως λόγον ἀποδιδόναι τοῖς διακρινομένοις ἅπασιν οἱ Λατῖνοι μεγαλαυχοῦσιν· οὗτος δέ ἐστιν, ἢ κατὰ τὴν ὕλην, ἢ κατὰ μίαν τῶν ἀντιθέσεων αὐτὰ διακρίνεσθαι. Ὅτι μὲν οὖν εἰ καὶ ἐπὶ τῶν ὄντων ἀληθὴς ἦν ὁ λόγος, οὐκ ἂν ἦν ἀνάγκη μεταφέρειν αὐτὸν πρὸς τὰ θεῖα (οὐ γὰρ τοῖς αὐτοῖς ἐκεῖνά τε καὶ ταῦτα λόγοις ὑπόκειται), τό γε νῦν ἔχον παραλελείφθω· προκείσθω δὲ ἡμῖν δεῖξαι, ὅτι οὐδ’ ἐπὶ τῶν καθ’ ἡμᾶς ὄντων καὶ ὁπωσοῦν ἡμῖν ἐγνωσμένων, λέγω δὴ τῶν κτισμάτων, ἀναγκαῖος ὁ λόγος οὐδ’ ἀληθὴς ὅλως, οὐ μόνον ὅτι τὸ μὴ καθόλου ἀποδίδωσιν ὡς καθόλου, ἀλλ’ ὅτι καὶ ἐν οἷς ἡ ὑλικὴ διάκρισις ἢ ἡ κατ’ ἀντίθεσιν θεωρεῖται, οὐκ αὐτὴ τὴν αἰτίαν τῆς διακρίσεως ἡ ὕλη ἢ ἡ ἀντίθεσις ἔχει, ἀλλὰ διακεκριμένοις ἤδη καθάπερ τι παρακολούθημα ἕπεται τούτων ἑκάτερον, ἐμφαῖνον μὲν ὅτι καὶ κατ’ αὐτὸ διακρίνεται τὰ διακεκριμένα, τῆς δὲ διακρίσεως αἴτιον ὂν οὐδαμῶς.

Σκεπτέον δὲ οὕτως. Ἡ ὕλη καθ’ αὑτήν ἐστιν ἀδιαίρετος· ὥσπερ γὰρ ἄποιος, οὕτω καὶ ἄποσος· τὸ ἄποσον δὲ ἀδιαίρετον τὸ ἀδιαίρετον δὲ ἀδιάκριτον· ὃ δὲ καθ’ αὑτὸ μὴ διαιρεῖται καὶ διακρίνεται, πῶς ἂν ἑτέρῳ τὴν αἰτίαν παρέχοι τῆς διακρίσεως; καὶ ὃ τὴν ἑτερότητα μὴ προσίεται (πᾶσα γὰρ ὕλη πάσῃ ὕλῃ ἐστὶν ἀδιάφορος κατὰ τὸν οἰκεῖον λόγον), πῶς ἂν ἑτέροις αἴτιον γένοιτο τοῦ ἑτέροις ἀλλήλων εἶναι; Ἀλλ’ ὅτι τὸ ὑλικὸν σῶμα κατ’ αὐτὴν τὴν ὕλην εἰς μέρη ποσὰ διῄρηται, καὶ ἔστι λαβεῖν ἕκαστον τούτων καὶ ἀνὰ μέρος θεῖναι καὶ δεῖξαι τόδε τι ὂν καὶ οὐχ ὅπερ ἕτερον, ὑλικὴ διάκρισις τὸ τοιοῦτον καλεῖται· τοῦτο δὲ οὐ τὴν ὕλην αἰτίαν εἰσάγει τῆς διακρίσεως (πῶς γάρ, τὴν καθ’ αὑτὴν ἀδιάκριτον;), ἀλλὰ τὴν κατὰ τὴν ὕλην διαίρεσιν, ἀφ’ ἧς καὶ τὸ ποσὸν τοῖς διακρινομένοις ἔπεισιν.

Ὥσπερ καὶ τοῦ ἐνεργεῖν οὐ τὸ εἶδος τοῖς σώμασιν αἴτιον (πῶς γάρ, τὸ καθ’ αὑτὸ ἀνενέργητον;), ἀλλ’ ἡ πρὸς τὴν ὕλην αὐτοῦ σύνοδος· οὐ γὰρ εἴ τι τῷ συνθέτῳ κατά τι τῶν ἐν αὐτῷ ἁπλῶν ὑπάρχει, καὶ τῷ ἁπλῷ κυρίως ὑπάρξει· οὔτ’ ἄρα τῷ εἴδει τὸ ἐνεργεῖν ὑπάρχει, καίτοι γε κατὰ τὸ εἶδος τοῖς σώμασιν ἡ ἐνέργεια, οὔτε τῇ ὕλῃ τὸ διακρίνειν, καίτοι γε κατ’ αὐτὴν ἡ διάκρισις τοῖς συνθέτοις· οὐκ ἄρα τὴν ὕλην ἀποδιδόντες αἰτίαν τῆς διακρίσεως, ὑγιῶς ἂν ἀποδεδωκότες εἴημεν, ἀλλὰ τὴν κατὰ τὴν ὕλην διαίρεσιν, ἐφ’ ὧν ἡ ὕλη τὴν χώραν ἔχει.

Πάλιν δὲ ἐφ’ ὧν ἡ ὕλη μὴ ἔστι, σκεπτέον εἰ ἀναγκαία πρὸς τὴν διάκρισιν ἡ ἀντίθεσις. Τὰ ἀπὸ τοῦ αὐτοῦ διαιρούμενα γένους, ἀντιδιαιρούμενα ἀλλήλοις λέγεται, πάντα μὲν ἴσως, μάλιστα δὲ τὰ πλεῖστον ἀλλήλων διεστηκότα ἢ τὰ πλεῖστον διεστηκόσιν ἀφοριζόμενα· οἷον ἀπὸ μὲν τοῦ χρώματος πλεῖστον διεστηκότα τὸ λευκὸν καὶ τὸ μέλαν· ταῦτα δὲ καὶ ἐναντία καλεῖται· ἀπὸ δὲ τοῦ ζῴου τοῖς πλεῖστον διεστηκόσιν ἀφοριζόμενα, τῷ λογικῷ φημι καὶ ἀλόγῳ, ἄνθρωπός τε καὶ ἵππος.

Ἆρ’ οὖν ταῦτα μόνα διακέκριται ἀλλήλων, ἐφ’ ὧν ἡ ἀντίθεσις εἴτ’ οὖν ἐναντίωσις, ἢ καὶ τὰ μεταξὺ τούτων καὶ σὺν αὐτοῖς διαιρούμενα; Πάντως δήπου κἀκεῖνα· τῷ γὰρ κοινῷ γένει συνῆπται πάντα, διακέκριται δὲ τοῖς ἀφοριστικοῖς ἕκαστον δηλονότι λόγοις, εἰ καὶ μὴ πλεῖστον ἀλλήλων διέστηκεν, ἢ καὶ θατέρου τῶν ἐναντίων μᾶλλον μετέχει· τίς γὰρ ἀντίθεσις κιρροῦ πρὸς ἐρυθρὸν ἐν τῷ χρώματι; τίς δὲ ἵππου πρὸς βοῦν ἐν τῷ ζῴῳ; Ἀλλ’ ἐπειδὴ τοῦ αὐτοῦ διῄρηται γένους, καθόσον μὲν ἐκεῖθεν διῄρηται, τοῦ κοινοῦ διακέκριται· καθόσον δὲ καὶ ἀλλήλοις ἀντιδιῄρηται, καὶ ἀλλήλων δήπουθεν διακέκριται τοῖς ἰδίοις λόγοις, εἰ καὶ μὴ πάντας ἡμεῖς ἀποδιδόναι ῥᾳδίως ἔχομεν. Οὐκ ἄρα τὴν ἀντίθεσιν αἰτιατέον τῆς διακρίσεως οὐδ’ ἐνταῦθα (πῶς γάρ, ἥτις ἐπὶ τῶν πλείστων οὐδ’ ἔχει χώραν;), ἀλλὰ πρὸ αὐτῆς τὴν διαίρεσιν, ἥτις ἀπὸ τοῦ αὐτοῦ τοῖς ἰδίοις λόγοις ἕκαστον διαιρεῖ· ταύτην δὲ καὶ τῆς ἀντιθέσεως αἰτίαν ἀποδιδόναι, πανάληθες.

Ἀλλὰ καὶ ἐπὶ τῶν ἀτόμων ὁ αὐτὸς δήπου τῆς διακρίσεως λόγος. Τί γὰρ εἰ μὴ κἀκεῖνα ὕλης μετέχει; τί δὲ εἰ μηδ’ ἀντίθεσιν ἔστιν εὑρεῖν ἐν αὐτοῖς; Ἆρα διὰ τοῦθ’ ἡμῖν ἀδιάκριτα ἔσται καὶ ἓν ἀριθμῷ πάντα γενήσεται; Πολύ γ’ ἂν οὕτω τερατουργήσειεν ἡ τῶν Λατίνων τεχνολογία. Ἀλλ’ ἡ ἀπὸ τοῦ αὐτοῦ εἴδους κἀκεῖ διαίρεσις, τοῖς οἰκείοις ἕκαστον ἀφορίζουσα λόγοις, τὴν διάκρισιν ἀπεργάζεται. Εἰ δὲ τοὺς λόγους ἡμεῖς ἀγνοοῦμεν, θαυμαστὸν οὐδέν, ὅπου γε καὶ τῶν πλειόνων εἰδῶν τοὺς λόγους οὐκ ἂν ἔχοιμεν ἀποδοῦναι ῥᾳδίως· ἐκεῖνό γε μὴν ὡμολογημένον ἐστίν, ὡς ἀπὸ τοῦ αὐτοῦ πλείω διῄρηνται· τοῦτο δὲ ἀδύνατον ἦν, εἰ μὴ ἀλλήλων τε καὶ τοῦ ἐξ οὗ διῄρηνται διεκέκριντο. Προσεχῶς ἄρα καὶ πρώτως ἡ διαίρεσις αἰτία τῆς διακρίσεως, οὐχ ἡ ὕλη ἢ ἡ ἀντίθεσις· οὔτε γὰρ ἐπὶ πάντων οὔτε κυρίως αὗται διακρίνειν πεφύκασι· καὶ μὴν καὶ αὐτὸ τοὔνομα συγγενὲς ἡ διαίρεσις ἔχουσα τῇ διακρίσει, δῆλον ἡμῖν καθίστησιν, ὡς αὐτὴ τὴν αἰτίαν αὐτῇ παρέχεται.

Τί ἔτι; Τὴν τῶν πρός τι ἀντίθεσιν, ἣν ἀναφορικὴν καλοῦσι, διακρίνειν φασὶν ἱκανωτάτην εἶναι. Καὶ τοῦτο δὲ ὅτι κενόν ἐστιν ὅλον, οὐδὲ λόγου δεῖται δεικνύναι. Πρῶτον μὲν γὰρ ὑστερογενὴς αὕτη τῆς φύσεως· πρῶτον γάρ τις ἄνθρωπος, εἶτα πατήρ, καὶ πρῶτον μέγεθος, εἶτα διπλάσιον.

Ἔπειτα καὶ συνεισάγειν ἄλληλα τὰ πρός τι πεφύκασι· τοῦτο δὲ συνάπτειν μᾶλλον ἢ διακρίνειν ἐστίν. Ἔπειτ’ ἐν τῷ αὐτῷ καὶ ἄμφω, κἂν μὴ πρὸς τὸ αὐτό, συνδραμεῖν ἐνδέχεται· ταῦτα δὲ πάντα διακρίσεως πόρρω. Μάτην ἄρα καὶ εἰκῇ τοῖς Λατίνοις ὁ πολυθρύλλητος λόγος τῆς διακρίσεως κατὰ τὴν ὕλην ἢ τὴν ἀντίθεσιν ἐκτετόξευται.

Φέρε δὴ μεταγάγωμεν τὸν ἡμέτερον λόγον ἐπὶ τὰ θεῖα· τάχα γὰρ ἂν ἐφαρμόσειε μᾶλλον αὐτοῖς οὗτος, ἢ ὃν οἱ Λατῖνοι λέγουσιν. Ἡ ἀπὸ τοῦ αὐτοῦ διάφορος πρόοδος ἔοικε καὶ μάλα τῇ διαιρέσει· πρόοδος γάρ τις καὶ ἡ διαίρεσις, καὶ καθάπερ ἐκεῖ τὰ ἀπὸ τοῦ αὐτοῦ διαιρούμενα, κἂν μήπω πρὸς τὴν ἀντικειμένην ἀποστῇ χώραν, εὐθὺς οἱ ἀφοριστικοὶ λόγοι παραλαβόντες ἀλλήλων τε διακρίνουσι καὶ τοῦ ἐξ οὗ διῃρέθησαν (ἄλλως γὰρ οὐκ ἂν διῃρέθησαν), οὕτω κἀνταῦθα, λέγω δὲ ἐπὶ τῶν θείων προσώπων, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῦ αὐτοῦ Πατρὸς προελθόντα κατὰ διάφορον τρόπον, αὐτῷ τούτῳ καὶ τοῦ Πατρὸς διακέκριται καὶ ἀλλήλων· ἐκείνου μέν, ὅτιπερ ἐξ ἐκείνου (πᾶν γὰρ τὸ προϊὸν ἔκ τινος, τοῦ ἐξ οὗ προῆλθεν ἕτερον δήπουθεν)· ἀλλήλων δέ, ὅτι κατὰ διάφορον τρόπον, εἰ καὶ ἄγνωστος ἡμῖν οὗτός ἐστι καὶ ἀπόρρητος.

Οὐκ ἄρα δεῖ τῆς ἀντιθέσεως ἡμῖν πρὸς διάκρισιν Υἱοῦ καὶ Πνεύματος, ὡς ὁ Θωμᾶς ἀξιοῖ, ἧς οὐδὲ ἐπὶ τῶν καθ’ ἡμᾶς ὄντων ἔδει· ἱκανὴ γὰρ ἡ διάφορος πρόοδος αὐτὰ διακρίνειν. Καὶ τοῦτο καὶ τοῖς οὖσι σύμφωνον καὶ τοῖς τῶν ἁγίων δόγμασιν, εἴπερ ἐκεῖνοι τὴν διάκρισιν πλήρη παραδεδώκασι.

Λέγει γὰρ ὁ Δαμασκηνὸς θεολόγος ἐν ὀγδόῳ τῶν Θεολογικῶν· «Εἰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ’ οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς· ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις». Καὶ ὁ θεολόγος Γρηγόριος· «Αἱ δὲ ἰδιότητες Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις».

κϛʹ. Ὥσπερ οὐδὲν συντελεῖ τῷ Πατρὶ τὰ ἐξ αὐτοῦ προϊόντα πρόσωπα θεῖα πρὸς τὴν ἑαυτῶν ὕπαρξιν (ὅλον γὰρ παρ’ ἐκείνου καὶ ἐντελὲς ἔχει τὸ εἶναι), κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ πρὸς τὴν ἀλλήλων ὕπαρξιν οὐδὲν αὐτῷ συντελέσει. Οὔτ’ ἄρα τῷ Πατρὶ συναίτιον εἰς τὴν τοῦ Υἱοῦ γέννησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὔθ’ ὁ Υἱὸς τῷ Πατρὶ πρὸς τὴν τοῦ Πνεύματος προβολήν· πλήρης γὰρ ἡ γεννητικὴ καὶ προβλητικὴ ἐνέργεια καὶ μία παρ’ ἑνὸς ἑκατέρα πρὸς τὴν ἑνὸς ὕπαρξιν.

κζʹ. Ὥσπερ τὸ ἐνεργοῦν ὡρισμένως ὡρισμένην εἰσάγει καὶ τὴν ἐνέργειαν, οὕτω καὶ ἡ ὡρισμένη ἐνέργεια πρὸς ὡρισμένον τὸ ἐνεργοῦν ἀναφέρεται. Εἰ τοίνυν τὸ γεννᾶν ὁμοῦ καὶ προβάλλειν ἑνός ἐστι τοῦ Πατρὸς ὡρισμένη ἐνέργεια, τὸ δὲ προβάλλειν μόνον, οὐ μὴν καὶ γεννᾶν, ἑνός ἐστι προβολέως ὡρισμένη ἐνέργεια τοῦ Πατρὸς καὶ Υἱοῦ κατὰ τοὺς Λατίνους, τὸ δὲ γεννᾶσθαι τοῦ Υἱοῦ αὖθις ὡρισμένη ἐνέργεια, καὶ τὸ ἐκπορεύεσθαι, τοῦ ἁγίου Πνεύματος, τέσσαρα ἔσται τὰ ὡρισμένως ἐνεργοῦντα ἐν τοῖς θείοις προσώποις· εἷς Πατήρ, εἷς προβολεύς, ἕτεροι ἀλλήλων τῷ ἀριθμῷ ὄντες, εἷς Υἱὸς καὶ ἓν Πνεῦμα ἅγιον· τέτταρα δὲ ὡρισμένως καὶ διαφόρως ἐνεργοῦντα τί ἄλλο ἢ τετράδα προσώπων ἀντὶ τριάδος εἰσάγει;

Μάτην ἄρα Λατῖνοι τὴν εἰς Τριάδα πίστιν αὐχοῦσιν, οὕτως αὐτὴν τοῖς οἰκείοις δόγμασι καθυβρίζοντες. κηʹ. Τὸ τῆς θεότητος αἴτιον, ἢ τῶν ὑποστάσεών ἐστιν ἴδιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τοὺς Λατίνους, ἢ τῆς αὐτῶν φύσεως ἢ ἐνεργείας τινός. Εἰ μὲν οὖν τῶν ὑποστάσεών ἐστιν ἴδιον, πῶς οὐ δύο τὰ αἴτια (δύο γὰρ καὶ αἱ ὑποστάσεις), καθάπερ καὶ τὸ αἰτιατὸν δυσὶ προσὸν ὑποστάσεσι δύο καὶ τὰ αἰτιατὰ πάντως εἰσάγει;

Εἰ δὲ τῆς αὐτῶν φύσεως, ἐξισάσει πάντως αὐτῇ καὶ οὐκ ἐπὶ πλέον ἔσται· τὸ γὰρ Πνεῦμα οὐκ ἔστιν αἴτιον. Εἴ τι ἄρα Πατρὸς καὶ Υἱοῦ φύσις, τοῦτο θεότητος αἴτιον· καὶ εἴ τι θεότητος αἴτιον, τοῦτο Πατρὸς καὶ Υἱοῦ φύσις· ἀλλότριον ἄρα τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ φύσεως, ὥσπερ καὶ τοῦ αἰτίου ἀλλότριον· καὶ τί ἔτι Μακεδονίῳ Λατῖνοι μέμφονται; Εἰ δὲ ἐνεργείας τινός ἐστιν ἴδιον, ζητητέον, εἰ μία τῷ ἀριθμῷ ἐστιν αὕτη ἢ δύο. Καὶ εἰ μὲν δύο, δύο πάλιν ἐξ ἀνάγκης ἔσται τὰ αἴτια· εἰ δὲ μία, ζητητέον αὖθις, εἰ προσωπική ἐστιν αὕτη ἢ φυσική.

Καὶ εἰ μὲν φυσική, φυσικῆς τινος ἐνεργείας ἔσται τὸ Πνεῦμα ἀλλότριον, κἀντεῦθεν δὴ καὶ τῆς φύσεως. Εἰ δὲ προσωπική, πρὸς ἓν πρόσωπον ὡρισμένως ἀνενεχθήσεται· μία γὰρ τῷ ἀριθμῷ προσωπικὴ ἐνέργεια πάσαις ἀνάγκαις ἑνὸς ἔσται προσώπου πρὸς ἓν ἐνέργημα τείνουσα. Μάτην ἄρα Λατῖνοι τὴν μίαν τῷ ἀριθμῷ προβλητικὴν ἐνέργειάν τε καὶ ἰδιότητα τῷ Πατρὶ καὶ τῷ Υἱῷ διδόασιν.