Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ὁμολογία πίστεως

Μᾶρκος ὁ Εὐγενικός

Θεολογική επιχειρηματολογία περί της εκπορεύσεως του Αγίου Πνεύματος

Ερμηνεία της πατερικής φράσεως «δι' Υιού», διάκρισή της από την έννοια της αιτιότητας και απόρριψη νοθευμένων δυτικών πηγών προς αποφυγή διδασκαλίας περί δύο αρχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 5

Εἰ δὲ τὸ δι’ Υἱοῦ ἐκπορεύεσθαι τὴν αἰτίαν ἐδήλου, καθάπερ οἱ νέοι θεολόγοι φασίν, ἀλλ’ οὐ τὸ δι’ αὐτοῦ ἐκλάμπειν καὶ πεφηνέναι καὶ ὅλως τὸ συμπροϊέναι καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, οὐκ ἂν οἱ θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦ Υἱοῦ τὴν αἰτίαν, ὁ μὲν λέγων· «Μόνη πηγή, τουτέστιν αἰτία, τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καὶ τούτῳ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διακρίνεται»· ὁ δὲ «Μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος ὁ Πατήρ», τουτέστι μόνος αἰτία καθάπερ καὶ μόνος ἀναίτιος· ὁ δὲ «Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας»· ὁ δὲ ὅτι «καὶ οἱ Ῥωμαῖοι τὸν Υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ Πνεύματος»· ὁ δὲ ὅτι «μόνος αἴτιος ὁ Πατήρ», καὶ ἐν ἄλλοις· «Τὸν Υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ πατέρα», καὶ ἐν ἄλλοις· «Ὅσα ἁρμόζει πηγῇ, αἰτίᾳ, γεννήτορι, τῷ Πατρὶ μόνῳ προσαρμοστέα», —οὐκ ἂν ὁ θεολογικώτατος οὗτος Δαμασκηνὸς τὴν διά τιθεὶς ἐπὶ τοῦ Υἱοῦ, τὴν ἐκ ἀπηγόρευσεν, ἐν μὲν τῷ ὀγδόῳ τῶν Θεολογικῶν λέγων· «Ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν καὶ δι’ Υἱοῦ φανεροῦσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν»· ἐν δὲ τῷ τρισκαιδεκάτῳ πάλιν ὁ αὐτός· «Πνεῦμα Υἱοῦ, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»· ἐν δὲ τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς τῷ τέλει· «Πνεῦμα ἐνυπόστατον, ἐκπόρευμα καὶ πρόβλημα, δι’ Υἱοῦ δέ, καὶ οὐκ ἐξ Υἱοῦ, ὡς Πνεῦμα στόματος Θεοῦ, λόγου ἐξαγγελτικόν»· ἐν δὲ τῷ εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου λόγῳ «Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ εἶναι λέγεται, ὡς δι’ αὐτοῦ φανερούμενον καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν».

Δῆλον γὰρ ὡς ἔνθα μεσιτείαν αἰτιώδη δηλοῖ ἡ διά καὶ τὸ προσεχὲς αἴτιον, ὡς οἱ Λατῖνοι βούλονται, πάντως ἰσοδυναμεῖ τότε τῇ ἐκ, καὶ ἡ ἑτέρα τῆς ἑτέρας τὴν χρῆσιν ἀντιλαμβάνει, ὡς τὸ Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ταὐτὸν τῷ ἐκ τοῦ Θεοῦ· καὶ ὁ ἀνὴρ διὰ γυναικός, τουτέστιν ἐκ γυναικός.

Ἔνθα τοίνυν ἡ ἐκ ἀπηγόρευται, δῆλον ὅτι καὶ ἡ αἰτία ταύτῃ συναπηγόρευται. Λείπεται ἄρα τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον οὕτω λέγεσθαι κατὰ τὸν τῆς συνεπτυγμένης θεολογίας τρόπον, ὡς ἐκ Πατρὸς ἐκπορευόμενον δι’ Υἱοῦ φανεροῦσθαι ἢ γνωρίζεσθαι ἢ ἐκλάμπειν ἢ πεφηνέναι νοεῖσθαι. «Τοῦτο γάρ, φησὶν ὁ μέγας Βασίλειος, γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι». Τοῦτ’ ἄρα καὶ τὸ διὰ τοῦ Υἱοῦ βούλεται, τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι· καὶ γὰρ οὐκ ἄλλη τις ἰδιότης ἀποδέδοται τοῦ Πνεύματος ἐνταῦθα πρὸς τὸν Υἱόν, ἢ τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι, καὶ οὐκ ἄλλη τις πρὸς τὸν Πατέρα, ἢ τὸ ἐξ αὐτοῦ ὑφεστάναι. Εἰ τοίνυν τὸ ἴδιον ἀκριβῶς ἀντιστρέφειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν ἴδιον, οὐκ ἄρα σχέσιν ἑτέραν πρὸς τὸν Υἱὸν ἔχει τὸ Πνεῦμα τὸ ἅγιον ἢ τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι, καθάπερ πρὸς τὸν Πατέρα, τὸ ἐξ αὐτοῦ ὑφεστάναι.

Οὐκ ἄρα ἐκ τοῦ Υἱοῦ ὑφέστηκεν οὐδὲ τὸ εἶναι ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ τί ἐκώλυε δι’ Υἱοῦ ἐκπορεύεσθαι λέγειν τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ δι’ Υἱοῦ τὰ πάντα γεγενῆσθαι λέγεται; Ἀλλ’ ἐκεῖνο μὲν λέγεται, τῆς διά κειμένης ἀντὶ τῆς ἐκ· τοῦτο δὲ οὐδαμῶς, οὐδ’ ἂν εὕροι τις οὐδαμοῦ κείμενον οὕτω χωρὶς τοῦ Πατρός, ἀλλ’ ἐκ Πατρὸς δι’ Υἱοῦ λέγεται. Τοῦτο δὲ τὴν αἰτίαν οὐκ ἐξ ἀνάγκης τῷ Υἱῷ δίδωσι· διὰ τοῦτο καὶ τὸ ἐξ Υἱοῦ καὶ παντελῶς οὐχ εὕρηται καὶ καθαρῶς ἀπηγόρευται.

Τὰς δὲ τῶν δυτικῶν πατέρων καὶ διδασκάλων φωνάς, αἳ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδόασιν, οὔτε γνωρίζω (καὶ γὰρ οὐδὲ μετεβλήθησάν ποτε πρὸς τὴν ἡμετέραν γλῶτταν, οὐδ’ ὑπὸ τῶν οἰκουμενικῶν συνόδων ἐδοκιμάσθησαν), οὔτε παραδέχομαι, τεκμαιρόμενος ὅτι διεφθαρμέναι εἰσὶ καὶ παρέγγραπτοι διά τε πολλῶν ἄλλων καὶ διὰ τοῦ χθὲς καὶ πρώην προενεχθέντος παρ’ αὐτῶν βιβλίου τῆς οἰκουμενικῆς ἑβδόμης συνόδου τὸν ὅρον ἔχοντος μετὰ τῆς ἐν τῷ συμβόλῳ προσθήκης· ὅπερ ἀναγνωσθέν, ὁπόσην αὐτῶν αἰσχύνην κατέχεεν, ἴσασιν. οἱ τότε παρόντες. Ἀλλ’ οὐδ’ ἂν ἐναντία ταῖς οἰκουμενικαῖς συνόδοις καὶ τοῖς κοινοῖς αὐτῶν δόγμασιν, οὐδ’ ἂν ὅλως ἀσύμφωνα τοῖς ἀνατολικοῖς διδασκάλοις ἔγραψαν οἱ Πατέρες ἐκεῖνοι, οὐδὲ αὐτοῖς ἀνακόλουθα, καθάπερ δι’ ἄλλων πολλῶν ἐκείνων ῥητῶν ἀποδείκνυται.

Διὰ τοῦτο τὰς τοιαύτας ἐπικινδύνους φωνὰς περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ἀθετῶ, καὶ συμφωνῶν τῷ ἁγίῳ Δαμασκηνῷ, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγω, κἂν ὁστισοῦν ἕτερος τοῦτο λέγειν δοκῇ, οὔτε λέγω τὸν Υἱὸν τοῦ Πνεύματος αἴτιον οὐδὲ προβολέα, ἵνα μὴ δεύτερος αἴτιος ἐν τῇ Τριάδι κἀντεῦθεν δύο αἴτιοι καὶ δύο ἀρχαὶ γνωρισθῶσιν· οὐδὲ γὰρ οὐσιῶδες ἐνταῦθα τὸ αἴτιον, ἵνα κοινὸν καὶ ἓν τοῖς τρισὶ προσώποις ὑπάρχῃ, καὶ διὰ τοῦτο τὰς δύο ἀρχὰς οὐδαμῇ οὐδαμῶς οἱ Λατῖνοι φεύξονται, μέχρις ἂν τὸν Υἱὸν λέγωσιν ἀρχὴν τοῦ Πνεύματος· ἡ δὲ ἀρχὴ προσωπικὸν ὑπάρχει καὶ διακρῖνον τὰ πρόσωπα.