Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ὁμολογία πίστεως

Μᾶρκος ὁ Εὐγενικός

Προοίμιο και θεμελιώδης τριαδολογική διδασκαλία

Εισαγωγή στην ομολογία του Μάρκου Ευγενικού και διατύπωση της αρχής ότι το Άγιο Πνεύμα εκπορεύεται αποκλειστικά από τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 5

☩ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ἘΦΕΣΟΥ, ΚΥΡ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ, ὉΜΟΛΟΓΙΑ ΤΗΣ ὈΡΘΗΣ ΠΙΣΤΕΩΣ ἘΚΤΕΘΕΙΣΑ ἘΝ ΦΛΩΡΕΝΤΙΑ ΚΑΤΑ ΤΗΝ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ ΓΕΝΟΜΕΝΗΝ ΣΥΝΟΔΟΝ. Ἐγὼ τῇ τοῦ Θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν Θεὸν καὶ Πατέρα μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ὅ τε γὰρ Υἱὸς ἐξ αὐτοῦ γεγέννηται καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται, μηδὲν τοῦ Υἱοῦ συμβαλλομένου πρὸς τὴν ἐκπόρευσιν, ὥσπερ οὐδὲ τοῦ Πνεύματος πρὸς τὴν γέννησιν, ἢ κατὰ τὸ ἅμα τὰς προόδους εἶναι καὶ σὺν ἀλλήλαις, ὡς οἱ θεολόγοι Πατέρες διδάσκουσι· διὰ τοῦτο γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι δι’ Υἱοῦ λέγεται, τουτέστι μετὰ τοῦ Υἱοῦ, καὶ ὡς ὁ Υἱός, εἰ καὶ μὴ γεννητῶς ὡς ἐκεῖνος· ὁ δὲ Υἱὸς οὐ λέγεται γεννᾶσθαι διὰ τοῦ Πνεύματος διὰ τὸ σχετικὸν εἶναι τὸ τοῦ Υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ υἱὸς εἶναι τοῦ Πνεύματος. Ἐντεῦθεν καὶ Πνεῦμα μὲν Υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον καὶ τὸ δι’ αὐτοῦ πεφηνέναι καὶ δίδοσθαι τοῖς ἀνθρώποις· ὁ δὲ Υἱὸς τοῦ Πνεύματος οὔτε ἔστιν οὔτε λέγεται κατὰ τὸν Νύσσης Γρηγόριον.