Εἰ δὲ τὸ δι’ Υἱοῦ ἐκπορεύεσθαι τὴν αἰτίαν ἐδήλου, καθάπερ οἱ νέοι θεολόγοι φασίν, ἀλλ’ οὐ τὸ δι’ αὐτοῦ ἐκλάμπειν καὶ πεφηνέναι καὶ ὅλως τὸ συμπροϊέναι καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, οὐκ ἂν οἱ θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦ Υἱοῦ τὴν αἰτίαν, ὁ μὲν λέγων· «Μόνη πηγή, τουτέστιν αἰτία, τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καὶ τούτῳ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διακρίνεται»· ὁ δὲ «Μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος ὁ Πατήρ», τουτέστι μόνος αἰτία καθάπερ καὶ μόνος ἀναίτιος· ὁ δὲ «Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας»· ὁ δὲ ὅτι «καὶ οἱ Ῥωμαῖοι τὸν Υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ Πνεύματος»· ὁ δὲ ὅτι «μόνος αἴτιος ὁ Πατήρ», καὶ ἐν ἄλλοις· «Τὸν Υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ πατέρα», καὶ ἐν ἄλλοις· «Ὅσα ἁρμόζει πηγῇ, αἰτίᾳ, γεννήτορι, τῷ Πατρὶ μόνῳ προσαρμοστέα», —οὐκ ἂν ὁ θεολογικώτατος οὗτος Δαμασκηνὸς τὴν διά τιθεὶς ἐπὶ τοῦ Υἱοῦ, τὴν ἐκ ἀπηγόρευσεν, ἐν μὲν τῷ ὀγδόῳ τῶν Θεολογικῶν λέγων· «Ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν καὶ δι’ Υἱοῦ φανεροῦσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν»· ἐν δὲ τῷ τρισκαιδεκάτῳ πάλιν ὁ αὐτός· «Πνεῦμα Υἱοῦ, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»· ἐν δὲ τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς τῷ τέλει· «Πνεῦμα ἐνυπόστατον, ἐκπόρευμα καὶ πρόβλημα, δι’ Υἱοῦ δέ, καὶ οὐκ ἐξ Υἱοῦ, ὡς Πνεῦμα στόματος Θεοῦ, λόγου ἐξαγγελτικόν»· ἐν δὲ τῷ εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου λόγῳ «Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ εἶναι λέγεται, ὡς δι’ αὐτοῦ φανερούμενον καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν».