Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Διάλογος περὶ τῆς προσθήκης εἰς τὸ σύμβολον ὑπὸ τῶν Λατίνων γενομένης

Μᾶρκος ὁ Εὐγενικός

Η απαγόρευση προσθηκών από τις Οικουμενικές Συνόδους

Ανάλυση των όρων της Τρίτης και της Τέταρτης Οικουμενικής Συνόδου περί του αμετάβλητου του Συμβόλου, οι προβλεπόμενες ποινές και η ορθή ερμηνεία του όρου της «ετέρας πίστεως» έναντι των λατινικών ισχυρισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 4

Λατῖνος. Πότε γὰρ δὴ κεκώλυτο καὶ διὰ ποίαν αἰτίαν; Γραικός. Ἐγώ σοι ἐρῶ τὸ πᾶν ἀκριβῶς. Μετὰ τὴν παρὰ τῆς πρώτης συνόδου τῆς πίστεως ἔκθεσιν πολλαὶ καὶ διάφοροι πίστεως ἐκθέσεις γεγόνασιν ὑπὸ διαφόρων συνόδων περιαιροῦσαι τὸ ὁμοούσιον.

Ἀλλ’ ἐκεῖναι μὲν ἠκυρώθησαν, ἡ δὲ δευτέρα σύνοδος οἰκουμενική τε οὖσα καὶ τὴν τῆς πρώτης ἔννοιαν ἀκριβῶς φυλάξασα ἔκθεσιν ἰδίαν πεποίηται ταύτην, ᾗ νῦν ἡμεῖς μὲν ἄνευ προσθήκης χρώμεθα, ὑμεῖς δὲ μετὰ τῆς προσθήκης· οὐδετέρα δὲ ὅμως ἀμφοῖν ταῖν συνόδοιν οὐδεμίαν κώλυσιν διωρίσατο τῆς μεταποιήσεως. Ὅθεν ἐπὶ τῆς τρίτης οἰκουμενικῆς συνόδου σύμβολον πίστεως προηνέχθη παρὰ τῶν τὰ Νεστορίου φρονούντων ἐκδεδομένον, ἔχον τὴν τῆς αἱρέσεως δόξαν, δι’ οὗ καὶ βαπτίζειν ἐτόλμων ἐν τῇ Λυδίᾳ τινάς.

Τοῦτο οἱ πατέρες ἀνεγνωσμένον ἀκούσαντες καὶ οὐκ ἀνεκτὸν ἔτι κρίναντες ὑπὸ τοῦ βουλομένου μεταποιεῖσθαι τὸ σύμβολον, ὅρον εὐθὺς ἐξήνεγκαν, μηκέτι μηδένα τολμᾶν ἐναλλάττειν τὴν ὑπὸ τῶν Πατέρων ἐκτεθεῖσαν πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον. Ὅθεν καὶ ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς τὸν Ἀντιοχείας Ἰωάννην ἐπιστολῇ τὴν οἰκείαν εἰδὼς ἀπόφασιν (αὐτὸς γὰρ ἦν ὁ τῆς μεγάλης ἐκείνης συνόδου πρόεδρος) «κατ’ οὐδένα» φησί «τρόπον σαλεύεσθαι ἀνεχόμεθα τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν Πατέρων ἡμῶν πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον, οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε, ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος· Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον». Ἀκούεις ὡς οὐ τὴν διάνοιαν μόνον, ἀλλὰ καὶ λέξιν καὶ συλλαβὴν κωλύει μεταποιεῖν τε καὶ παραβαίνειν; «Οὐκ ἐπιτρέπομεν» φησίν «ἑαυτοῖς ἢ ἑτέροις», ὡς ἐκ προσώπου τῆς συνόδου πάσης· καίτοι γε οἰκουμενικὴ σύνοδος ἦσαν, ἀλλ’ αὐτοὶ τὸν ὅρον ἔθεντο τῆς κωλύσεως καὶ τὰς φρικώδεις ἐκείνας ἐξεῖπον ἀράς. Εἰ οὖν ἑαυτοῖς οὐκ ἐπιτρέπουσι, πῶς ἐπιτρέψουσι σοί;

Τοῦτο δὲ καὶ ἔργοις αὐτοῖς ἔδειξαν· τὴν γὰρ τῆς Θεοτόκου φωνήν, ὑπὲρ ἧς αὐτοῖς ὁ ἀγὼν ἅπας, οὐκ ἐτόλμησαν τῷ συμβόλῳ προσθεῖναι, ἀλλὰ καὶ αὐτοὶ καθὼς πρότερον ἔλεγον καὶ ἡμεῖς ἄχρι τοῦ νῦν λέγομεν· Ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου.

Ταύτας μοι τὰς φωνὰς τοῦ μεγάλου Κυρίλλου μαρτυρίαν ἀκριβῆ τε καὶ σαφεστάτην ἔχε τῆς αὐτοῦ γνώμης, ἣν εἶχε περί τε τοῦ θείου συμβόλου καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως· τὸ μὲν γὰρ σύμβολον ἀπαράβατον εἶναι καὶ κατὰ λέξιν καὶ συλλαβὴν βούλεται· τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μὲν ἐκπορεύεσθαι θεολογεῖ, τοῦ δὲ Υἱοῦ ἴδιον ὡς ὁμοούσιον εἶναι. Τί τούτων καθαρώτερον ἢ σαφέστερον; Θαυμασίως δὲ καὶ ἄμφω κατὰ ταὐτὸν ἔθηκεν, ὥσπερ προφητικῷ πνεύματι προορῶν τοὺς Ἰταλοὺς ὑμᾶς ἀμφότερα παραβησομένους· οὕτω καὶ τῶν μελλόντων οἱ ἅγιοι τὸ καθ’ αὑτοὺς προενόουν καὶ τὰ ἐσόμενα δεινὰ προανέστελλον.

Ταύτας δεξάμενοι τὰς φωνὰς καὶ οἱ τῆς Ἀνατολῆς ἐπίσκοποι πάντες, ἐπὶ ταύταις συνέβησαν καὶ τὴν εἰρήνην ἠσπάσαντο. Φασὶ γοῦν διὰ Θεοδωρήτου γράφοντος ταῦτα· «Ἐν κοινῷ ἀναγνόντες τὰ αἰγύπτια γράμματα καὶ ἐξετάσαντες αὐτῶν ἀκριβῶς τὴν διάνοιαν, εὕρομεν σύμφωνα τοῖς εἰρημένοις τὰ ἐκεῖθεν ἀπεσταλμένα. Τῇ γὰρ εὐαγγελικῇ εὐγενείᾳ καλλύνεται, καὶ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν αὐτοῖς ἀναγορεύεται, καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὐκ ἐξ Υἱοῦ ἢ δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον, ἀλλ’ ἐκ τοῦ Πατρὸς μὲν ἐκπορευόμενον, ἴδιον δὲ τοῦ Υἱοῦ ὡς ὁμοούσιον ὀνομαζόμενον».

Βλέπεις ὅπως ἐδέξαντο τὸ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον; Ἀλλὰ καὶ τοῦ Νεστορίου λέγοντος ἐν τῷ ἰδίῳ συμβόλῳ· «Τὸ Πνεῦμα τὸ ἅγιον οὔτε Υἱός ἐστιν, οὔτε δι’ Υἱοῦ τὴν ὕπαρξιν ἔχον», ἡ μεγάλη σύνοδος αὕτη τὸ ῥηθὲν παρεδέξατο, καὶ οὐδὲν ἀντεῖπεν οὐδὲ ἐμέμψατο, δῆλον ὡς οἰκεῖον στέργουσα δόγμα· πῶς γὰρ ἂν ἄλλως παρεσιώπησε; Γίνωσκε τοίνυν ὡς ἡ τρίτη τῶν οἰκουμενικῶν σύνοδος καὶ πρώτη τὸν διορισμὸν τῆς κωλύσεως ἔθετο κατὰ τῶν μεταποιούντων τὸ σύμβολον καὶ πρώτη τὸ ὑμέτερον δόγμα ἀπεδοκίμασε διὰ τῆς φωνῆς Νεστορίου, παραδεξαμένη ταύτην καὶ ὡς οἰκείαν γνωρίσασα.

Μηκέτι οὖν ἑτέραν σύνοδον ζήτει τὴν τοῦτο κυρώσουσαν· ἅπαξ γὰρ ἠκύρωται διὰ τῆς μεγάλης ἐκείνης συνόδου, καὶ ἡ κυρώσουσα δὲ τοῦτο λοιπὸν οὐκέτ’ ἂν εἴη σύνοδος, ἀλλὰ ψευδοσύνοδος. Εἶεν. Ἀλλὰ καὶ μετὰ τὴν σύνοδον ταύτην ἡ τετάρτη συγκροτηθεῖσα, πρῶτον μὲν κατὰ τὸν οἰκεῖον ὅρον καὶ ἄμφω τὰ σύμβολα ἀναγνοῦσα, ὡς ἓν ταῦτα ἐδέξατο, καὶ μετὰ τὴν ἀνάγνωσιν εὐθὺς ἐπάγει· «Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σεπτὸν τοῦτο καὶ μακάριον τῆς θείας χάριτος σύμβολον». Ἀκούεις τὸ σεπτὸν σύμβολον; Ἓν ἄρα τὰ δύο· τὸ γὰρ δεύτερον περιέχει τὸ πρῶτον, καὶ ἡ τρίτη περὶ ἀμφοῖν ὡς περὶ ἑνὸς ἔλεγεν. Ἀλλ’ ἄκουε τῶν ἑξῆς· «Περί τε γὰρ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ τέλειον». Ἀκούεις ὅτι διδάσκει τὸ τέλειον; Οὐδὲν ἄρα τῶν περὶ τοῦ ἁγίου Πνεύματος ἀτελὲς οὐδὲ προσθήκης δεόμενον. Ἀλλὰ πῶς φυλακτέον τοῦτο τὸ σύμβολον, αὐτοὶ περὶ τὸ τέλος φασί· «Τούτων οὕτω παρ’ ἡμῶν ἐμμελῶς διορισθέντων τε καὶ διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος αὕτη ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ διδάσκειν ἢ προκομίζειν.

Τοὺς δὲ τολμῶντας πίστιν ἑτέραν συγγράφειν ἢ συντιθέναι ἢ προκομίζειν, τούτους, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς». Ὅτι μὲν οὖν ἐνταῦθα πίστιν τὸ τῆς πίστεως σύμβολον λέγει, φανερόν ἐστιν (οἶμαι) τοῖς ἔχουσι νοῦν· οὐ γὰρ δὴ περὶ τοῦ ὅρου παντός φησιν, ἐπειδὴ καὶ μετὰ ταῦτα διάφοροι γεγόνασιν ὅροι. Ταύτην δὲ τὴν πίστιν ἑτέραν οὐχ αἱ πολλαὶ λέξεις μόνον, ἀλλὰ καὶ μία προστεθεῖσα ἢ ἐλλειφθεῖσα ἢ ἐναλλαγεῖσα πάντως ἐργάζεται· τὸ γὰρ δὴ συγγράφειν καὶ συντιθέναι καὶ προκομίζειν πρὸς τὴν ἐν λέξει σύνθεσιν ἀφορᾷ προδήλως, καὶ ταύτην ἀπαγορεύει.

Λατῖνος. Οὔκ, ἀλλ’ ἑτέραν φησὶ πίστιν τὴν ἐναντίαν, τὴν ἀλλότρια τῆς Ἐκκλησίας δόγματα ἔχουσαν, ἐπεὶ ἡ ἀνάπτυξιν καὶ σαφήνειαν ἔχουσα πίστις οὐκ ἂν εἴη πάντως ἑτέρα, κἂν μιᾷ, κἂν πολλαῖς διαφέρῃ λέξεσιν.

Γραικός. Θαυμάζω πῶς οὐκ ἀπὸ τῶν λέξεων δοκιμάζεις τὴν διάνοιαν τῶν εἰπόντων, ἀλλὰ μᾶλλον τὰς λέξεις ἕλκεις πρὸς τὸ σαυτοῦ βούλημα. Τὸ γὰρ τὸ ἕτερον οἴεσθαι τὸ ἐναντίον δηλοῦν ἀνδρός ἐστιν οὐ σοφοῦ οὐδὲ εἰδότος ἐφαρμόζειν τῇ τῶν πραγμάτων φύσει τὴν ἑκάστῳ κατάλληλον λέξιν· ἐπὶ πλέον γὰρ δήπου τοῦ ἐναντίου τὸ ἕτερον, καὶ οὐ πᾶν τὸ ἕτερόν τινος ἤδη καὶ ἐναντίον· ἄνθρωπος γὰρ ἵππου ἕτερον μὲν τῷ εἴδει, ἐναντίον δὲ οὐδαμῶς· τῇ γὰρ οὐσίᾳ οὐδὲν ἐναντίον. Οὐκ ἂν οὖν διὰ τῆς ἑτέρας πίστεως τὴν ἐναντίαν ἐδήλουν, ὥσπερ οὐδεὶς διὰ τοῦ ζῴου δηλοῖ τὸν ἄνθρωπον. Ὅτι δὲ τὴν κατὰ λέξιν ἑτέραν δηλοῦσι, δῆλον ἐκ τοῦ συγγράφειν καὶ συντιθέναι, καθάπερ εἴρηται πρότερον· ἔπειτα καὶ γελοῖον ἄλλως τὸν ἐναντίαν καὶ αἱρετικὴν ἐκτιθέμενον πίστιν, ἐπίσκοπον μὲν ὄντα ἢ κληρικόν, καθαιρεῖν μόνον, λαϊκὸν δέ, ἀναθεματίζειν· ὁμοίως γὰρ ἀναθεματίζεται ἅπας αἱρετικός, κἂν ἐπίσκοπος εἴη, κἂν λαϊκός. Ἀλλ’ οὐδὲ φοβήσειν ἔμελλον ἐκ τούτου τοὺς αἱρετικοὺς ἢ ἀποτρέψειν, ἐπεὶ καὶ μετὰ ταῦτα πολλοὶ γεγόνασιν αἱρετικοί· τὸ δὲ σύμβολον οὐδεὶς μεταποιῆσαι ἐτόλμησε, πλὴν ὑμῶν μόνων. Πρὸς τὴν λέξιν ἄρα ἡ κώλυσις ἀφορᾷ, καὶ οὐ πρὸς τὴν διάνοιαν, ὡς ὑμεῖς νομίζετε.

Καὶ συμβαίνει τοὺς μὲν ἐπισκόπους ὑμῶν καὶ τοὺς κληρικοὺς μηκέτι λοιπὸν ἐπισκόπους εἶναι μηδὲ κληρικούς, καθῃρημένους ὑπὸ τοσούτων καὶ τηλικούτων συνόδων, τοὺς δὲ λαϊκοὺς ἀναθέματι καὶ ἀφορισμῷ ὑποκεῖσθαι· τὰ γὰρ αὐτὰ σχεδὸν αὐταῖς λέξεσι καὶ αἱ ἐφεξῆς σύνοδοι διορίζονται, ἡ πέμπτη τε καὶ ἡ ἕκτη καὶ μετ’ αὐτὰς ἡ ἑβδόμη, ἥτις καὶ βοᾷ λαμπρᾷ τῇ φωνῇ· «Ἡμεῖς τοὺς θεσμοὺς τῆς Ἐκκλησίας τηροῦμεν· ἡμεῖς τοὺς ὅρους τῶν πατέρων φυλάττομεν· ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς Ἐκκλησίας ἀναθεματίζομεν».