Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί

Μᾶρκος ὁ Εὐγενικός

Αλληγορική ερμηνεία των τεσσάρων ανθέων

Εξέταση της σχέσης των ανθέων με τα φυσικά στοιχεία, ηθικός παραλληλισμός τους με τις τέσσερις αρετές και θεολογική αναγωγή της φυσικής ωραιότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 4

Τέτταρα τῶν ἀνθέων τὰ κάλλιστά τε καὶ τιμιώτατα τῇ τετρακτύϊ τῶν στοιχείων ἀναλογεῖ· τὰ δέ εἰσιν ἴον, ῥόδον, κρίνον, κρόκος, ἰσοσύλλαβα πάντα καὶ κατὰ τὰς ὥρας εὐτάκτως ἀλλήλοις ἀκολουθοῦντα, καθάπερ ἐφεξῆς ἀλλήλοις τὰ στοιχεῖα τῇ θέσει.

Καὶ τὸ μὲν ἴον ἀναλογεῖ τῇ γῇ· ψυχρόν τε γάρ ἐστιν ἱκανῶς καὶ βραχυτάτης ἰκμάδος ἢ τυχὸν οὐδ’ ἡστινοσοῦν μέτοχον· τὸ δὲ ῥόδον τῷ ὕδατι ψυχρότητός τε καὶ ὑγρότητος εὐμοιροῦν ἀφθόνου τὸ πᾶν, ὡς ὅλον σχεδὸν εἰς εὐῶδες ὕδωρ ἑψηθὲν μεταρρεῖν· τὸ δὲ κρίνον μιμεῖται τὸ διαφανὲς τοῦ ἀέρος, ὑψοῦ τε προτείνει τὴν κάλυκα καὶ οἷον ἐπείγεται πρὸς τὸ συγγενὲς ὑγρότητός τε καὶ αὐτὸ μετέχειν καὶ ψυχρότητος ἤδη μετρίας καὶ τῇ θέρμῃ συγκράτου· τοιοῦτος δέ που καὶ ὁ ἀήρ. Λοιπὸς δὲ ὁ κρόκος πυρὶ ἴκελος, εἶπεν ἂν ποιητὴς, ἰδεῖν τε αὐτὸν καὶ γεύσασθαι, καὶ δὴ καὶ τὴν ἐνέργειαν ἔχων ἐπιεικῶς θερμαίνουσαν τοὺς χρωμένους.

Οὕτω μὲν οὖν ἔχει τὰ τῆς αὐτῶν ποιότητος καὶ πρὸς τὰ ἁπλᾶ τῶν στοιχείων ἀναλογίας. Ἡ δὲ μεγάλη καὶ παναρκὴς πρόνοια καὶ μέχρι τῶν εὐτελεστάτων ἐκτείνουσα τὸ φιλότιμον οὕτω δή τοι τὰ ἄνθη ταῦτα ἐκόσμησε καὶ τοῖς τῶν χρωμάτων ἀρίστοις καὶ ἐπαγωγοτάτοις τῇ ὄψει κατεφαίδρυνεν, ὡς μηδὲ τὴν Σολομῶντος ἅπασαν δόξαν οἷόν τ’ εἶναι τούτοις παραβαλεῖν. Αὐτίκα τὸ ἴον πορφυροῦν ἔχει τὸ χρῶμα καὶ κατὰ τοῦτό πως τῇ γῇ ἐοικός· τὸ δὲ ῥόδον λευκόν τε καὶ ἐρυθρὸν καὶ τὸ κρίνον λευκὸν ὁμοίως. ὕδατι δέ που καὶ ἀέρι τὸ λευκὸν καὶ διαφανὲς οἰκεῖον· τῷ κρόκῳ δὲ αὖθις τὸ κιρρὸν καὶ πυρρὸν ἐμπέφυκε χρῶμα, καὶ τοῦτο δὲ πυρὸς ἴδιον. Τέτταρα ταῦτα χρώματα πάλιν τοῖς τῶν ἀνθέων ἀρίστοις ἐνυπάρχοντα τέτρασι.

Καὶ μὴν καὶ αὐτὰ τὰ γράμματα, δι’ ὧν συνέστηκεν ἕκαστον, τὴν πρὸς ἕκαστον τῶν στοιχείων κοινωνίαν ἐμφαίνει. Τὸ μὲν γὰρ ἴον ὀλίγοις συνέστηκε γράμμασι, βραχυτάτη δέ που καὶ ἡ γῆ τῷ μεγέθει πρὸς τὰ λοιπὰ τῶν στοιχείων, τὸ ῥόδον δὲ ἔτι πλείοσι· πλεῖον γὰρ καὶ τὸ ὕδωρ καὶ περὶ τὴν γῆν κεχυμένον· καὶ πρός γε ἔτι τὰ λοιπὰ πλείοσι· πλείω γὰρ καὶ τὰ λοιπὰ τῶν στοιχείων ἐν τῷ παντὶ πέφυκεν.

Ἀλλὰ καὶ τὴν ὀρθότητα τῶν ὀνομάτων εἴ τις ἐθέλει σκοπεῖν, εὑρήσει τὸ μὲν ἴον ἐκ τοῦ ἰέναι γινόμενον· προτρέχει τε γὰρ τῶν ἄλλων ἁπάντων καὶ λεπτοτάτην ἐκ τῆς βοτάνης ἀνίησι κάλυκα καὶ τὸ ἰῶτα μιμουμένην αὐτόχρημα· τὸ δὲ ῥόδον ἐκ τοῦ ῥεῖν τὸ εὐῶδες ἢ ἐν τῷ ῥεῖν εὐωδεῖν· τὸ κρίνον δὲ ἐκ τοῦ κρίνειν ἢ διακρίνειν τὴν ὄψιν διὰ λευκότητα· τοιοῦτον γάρ που τὸ ἀκράτως λευκόν· τὸν δὲ κρόκον ἴσως ἐκ τοῦ κιρροῦ χρώματος.

Καὶ δὴ καὶ τὴν ποιότητα τῶν ὀδμῶν ἡ τῶν γραμμάτων μιμεῖται σύνθεσις. Λεπτοτάτην μὲν γὰρ τὸ ἴον ὀδμὴν ἀποπέμπει· διὸ καὶ τοιούτοις συντέθειται γράμμασι· παχυτέραν δέ πως καὶ διαρκεστέραν τὸ ῥόδον καὶ ἔτι μᾶλλον τὸ κρίνον, παχυτάτην δὲ ἤδη καὶ δριμυτάτην ὁ κρόκος. Ὅθεν καὶ τοῖς γράμμασιν ἀναλόγως προϊόντα τραχύνεται.

Πάντα μὲν οὖν ταῦτα τὸ ἐν ἡμῖν ζωτικὸν ῥιπίζει καὶ ἀναθάλπει, προσβάλλοντα μὲν ἡδέως τῇ ὄψει τὰς τῶν χρωμάτων μαρμαρυγὰς, διὰ δὲ τῶν ἐν τοῖς μυκτῆρσι φλεβίων ἐπὶ τὴν καρδίαν τὴν ὀδμὴν καθιέντα. Ἀλλὰ τὰ μὲν ἄλλα ψυχρᾶς καὶ εὐκράτου μετειληχότα φύσεως ἔαρί τε καὶ θέρει, ταῖς τῶν ὡρῶν θερμοτάταις, οἷον ἀντίπαλα παρὰ τῆς μεγαλουργοῦ προνοίας ἀφώρισται· κρόκῳ δὲ ἄρα, τὸ ἔμπαλιν ὄντι θερμῆς φύσεως, ὁ τοῦ φθινοπώρου καιρὸς καὶ μικρὸν πρὸ χειμῶνος τὴν βλάστην παρέχει. Διὰ τοῦτο καὶ [οὐ] ψύχεται μόνος τῶν ἄλλων ἀνθέων καὶ πρὸς τὸν χειμῶνα διαρκεῖ καὶ ταῖς τροφαῖς παραμίγνυται καὶ ὅλως ἐστὶ πολυαρκὴς καὶ πολύχρηστος, ὄψει τε καὶ ὀσφρήσει καὶ γεύσει τὴν ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν παρεχόμενος.

Καὶ ταῦτα μὲν ὁ φυσικὸς λόγος ὑπαγορεύει· προσθεῖναι δέ τι καὶ ἠθικώτερον· οὐδὲ τὴν πρὸς τὰς ἀρετὰς ὁμοίωσιν τούτων ἕκαστον διαφεύγει. Τὸ μὲν γὰρ ἴον ἔοικε τῇ ἀνδρείᾳ, πρῶτόν τε τῶν ἄλλων προϊὸν ἐκ τῆς γῆς, ὡς ἔχει καὶ τοῦ ὀνόματος, καὶ τῶν τοῦ χειμῶνος λειψάνων καταφρονοῦν, ἤδη προϊόντος τοῦ ἔαρος. Τοιαύτη καὶ ἡ ἀνδρεία, μεσότης οὖσα περὶ θάρρη καὶ φόβους. Τὸ ῥόδον δέ γε τῇ σωφροσύνῃ· τὴν γὰρ ἄκανθαν ἔχει παρεζευγμένην καὶ τῆς ἡδονῆς τὴν ἀμετρίαν κολάζουσαν· τοῦτο δέ που σωφροσύνης ἴδιον. Τὸ κρίνον δὲ τῇ δικαιοσύνῃ, κριτικόν τε ὑπάρχον ἐκ τοῦ ὀνόματος καὶ δὴ καὶ πολλοῖς ὁμοῦ πόρρωθεν ἰσομετρίᾳ τινὶ τὴν εὐωδίαν ἐκπέμπον. Λοιπὸς δὲ ὁ κρόκος μιμεῖται τὴν φρόνησιν, δριμύττων τε ἱκανῶς τοὺς χρωμένους καὶ πολύχρηστος ὢν ἐν πάσαις σχεδὸν ταῖς τροφαῖς, ὡς ἡ φρόνησις ἐν ταῖς πράξεσι πάσαις, καὶ δὴ καὶ ταῖς ἀπὸ τοῦ χειμῶνος ἀντίπαλος ψύξεσιν, ὡς ἐκείνη ταῖς ἐκ τῶν περιστάσεων προσβολαῖς.

Καὶ μὴν καὶ τὰ χρώματα τῶν ἀνθέων οἰκεῖα ταῖς ἀρεταῖς, τῇ μὲν ἀνδρείᾳ τὸ πορφυροῦν τοῦ ἴου· σκυθρωποτέραν γάρ πως ἐμφαίνει κατάστασιν· τῇ σωφροσύνῃ δέ γε τὸ ἐρυθρὸν τοῦ ῥόδου· καὶ γὰρ αἰδοῦς τὸ ἐρυθρὸν ἴδιόν ἐστι, τὸ χρῶμα τῆς σωφροσύνης· δικαιοσύνῃ δὲ ἄρα προσήκει τὸ τοῦ κρίνου λευκὸν, ὅπερ ἐστὶ διακριτικὸν ὄψεως καὶ τῶν ἀγνοουμένων τέως δηλωτικόν· τὸ δὲ τοῦ κρόκου κιρρὸν οὐκ ἀλλότριον τῆς φρονήσεως, εἴ γε μόνον τῶν ἄλλων τὴν ἀπ’ αὐτοῦ βαφὴν παρέχει δευσοποιὸν, ὡς ἡ φρόνησις ἁπάσαις πράξεσι τὸ διαπρεπές. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον.

Πόθεν δὲ ἆρα τοῖς ἄνθεσι τούτοις ἡ τοσαύτη καλλονὴ τῶν χρωμάτων, ὡς μηδεμίαν εἶναι τούτων ὑπερβολὴν, καὶ ἡ τῶν ὀδμῶν διάφορος ἰδιότης; Ἀριστοτέλης μὲν αἰτιάσθω πέψιν τινὰ τοῦ ὑγροῦ σύμμετρον καὶ περὶ χυλοῦ καὶ ἰκμάδος στενολεσχείτω· ἐγὼ δὲ τούτων ἁπάντων ὁμοῦ τὴν αἰτίαν ἐν ὀλίγοις συλλαβὼν ἀποδώσω.

Βουλόμενος γὰρ ἡμῖν ὁ θεὸς ἐνθεῖναι τὴν πρὸς τὰς ἡδονὰς ἀλλοτρίωσιν καὶ διατάξαι τούτων καταφρονεῖν, τὰς μὲν διὰ τῶν παχυτέρων αἰσθήσεων, ἁφῆς τέ φημι καὶ γεύσεως, κοινάς που καὶ τοῖς ἀλόγοις προὔθηκε, μᾶλλον δὲ ταύταις σχεδὸν προσήλωσεν ἅπασαν αὐτῶν τὴν ζωὴν, ἵν’, ὅταν βουλώμεθα ταύταις ταῖς ἡδοναῖς ἥδεσθαι, ἐννοῶμεν τίσι γινόμεθα παραπλήσιοι, καθά φησιν ὁ Προφήτης· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς», τὰς δὲ δι’ ὁράσεως καὶ ἀκοῆς καὶ ὀσφρήσεως, αἳ καὶ μᾶλλον ἀνθρώπου δοκοῦσιν ἴδιαι, φέρων ἀνέθηκεν ἄνθεσιν εὐμαράντοις καὶ ὀρνίθων φωναῖς, ἀμίμητον μὲν ἁπάσῃ τέχνῃ τὸ τερπνὸν ἔχουσι, θᾶττον δὲ λόγου παριοῦσι καὶ φθίνουσιν, ἵνα, τὸ ἐν τούτοις ἄστατον καὶ ὠκύμορον ἐννοήσαντες, τὴν ἀληθῆ καὶ μόνιμον ἡδονὴν ζητῶμεν, τὴν μακαρίαν, τὴν διηνεκῆ, τὴν ἀνώλεθρον, ᾗ ἐνταῦθα μὲν ἥδεται ψυχὴ, θείοις λόγοις τρεφομένη καὶ θεωρήμασι καὶ κατατρυφῶσα τοῦ Κυρίου διὰ παντὸς καὶ τῇ τῶν μελλόντων ἐλπίδι χαίρουσα, μετὰ δὲ τὴν παροῦσαν ζωὴν ἐπιτυχοῦσα τῶν ποθουμένων εἰς αἰῶνας ἀγάλλεται· «Φωνὴ» γάρ φησιν «ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων». Καὶ εἰ τὰ ὁρώμενα τοιαῦτα, ποταπὰ τὰ ἀόρατα;

Καὶ εἰ τοῖς ἀφαυροτάτοις ἄνθεσιν ὁ τεχνίτης Λόγος τοσαύτην εὐπρέπειαν ἐχαρίσατο, πόσην ἂν παραθείη δόξαν ψυχῇ λογικῇ καὶ κατ’ εἰκόνα γεγενημένῃ τοῦ κτίσαντος, ὅταν τὸ θεοειδὲς κάλλος ἢ φυλάξῃ κηλίδων ἄμικτον ἢ ῥυπωθὲν διὰ κακίας ἀνακαθάρῃ διὰ σπουδῆς;

Ταύτην καὶ αὐτὸς, ὦ βασιλέων ἄριστε, κόσμει καὶ διαφερόντως ἐκλάμπρυνε, τὰ μὲν ὁρώμενα καλὰ παρατρέχων ἢ μετρίως αὐτῶν ἁπτόμενος, ἐπὶ δὲ τὰ ἔνδον ἅπασαν τὴν σπουδὴν ἐπιτείνων, ἵνα καὶ τῆς οὐρανίου βασιλείας μετὰ τῆς παρούσης ἀξιωθῇς, ἧς οὐδὲν τῶν ἁπάντων μεῖζον οὐδὲ λαμπρότερον.