Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί
Επιστολή προς τον Πάπα της Ρώμης: Έκκληση για την ένωση των Εκκλησιών
Προοίμιο της επιστολής, προτρεπτικοί λόγοι για την υποδοχή της ανατολικής αντιπροσωπείας και δέηση υπέρ της κατάπαυσης του σχίσματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς τον Πάπα της Ρώμης: Έκκληση για την ένωση των Εκκλησιών
Προοίμιο της επιστολής, προτρεπτικοί λόγοι για την υποδοχή της ανατολικής αντιπροσωπείας και δέηση υπέρ της κατάπαυσης του σχίσματος.
Τῷ μακαριωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης Μάρκος ἐπίσκοπος τῆς ἐν Ἐφέσῳ τῶν πιστῶν παροικίας. Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια· σήμερον αἱ νοηταὶ ἀκτῖνες τοῦ τῆς εἰρήνης ἡλίου τῇ οἰκουμένῃ πάσῃ προανατέλλουσι· σήμερον τὰ τοῦ δεσποτικοῦ σώματος μέλη, πολλοῖς πρότερον χρόνοις διεσπασμένα τε καὶ διερρηγμένα, πρὸς τὴν ἀλλήλων ἐπείγεται ἕνωσιν. Οὐ γὰρ ἀνέχεται ἡ κεφαλή, Χριστὸς ὁ θεός, ἐφεστάναι διῃρημένῳ τῷ σώματι, οὐδὲ τὸν τῆς ἀγάπης δεσμὸν ἐξ ἡμῶν ἀνῃρῆσθαι παντάπασιν ἡ ἀγάπη βούλεται. Διὰ τοῦτο ἐξήγειρε σέ, τὸν τῶν ἱερέων αὐτοῦ πρωτεύοντα, πρὸς τὴν ἡμετέραν ταυτηνὶ κλῆσιν, καὶ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα πρὸς τὴν σὴν ὑπακοὴν διανέστησε, καὶ τὸν ἁγιώτατον ἡμῶν ποιμένα καὶ πατριάρχην γήρως ἐπιλαθέσθαι καὶ ἀσθενείας μακρᾶς παρεσκεύασε, καὶ ἡμᾶς τοὺς ὑπ’ αὐτὸν ποιμένας ἁπανταχόθεν συνήθροισε, καὶ μακρᾶς ὁδοῦ καὶ πελάγους καὶ κινδύνων ἑτέρων κατατολμῆσαι πεποίηκεν. Ἆρ’ οὐ προφανῶς ταῦτα θεοῦ δυνάμει καὶ κρίσει γεγένηται, καὶ τὸ πέρας ὁποῖον ἔσται, καλὸν καὶ θεῷ φίλον, ἐντεῦθεν ἤδη προοιμιάζεται;
Δεῦρο δὴ οὖν, ἁγιώτατε πάτερ, ὑπόδεξαι τὰ σὰ τέκνα, μακρόθεν ἐξ ἀνατολῶν ἥκοντα· περίπτυξαι τοὺς ἐκ μακροῦ διεστῶτας τοῦ χρόνου πρὸς τὰς σὰς καταφυγόντας ἀγκάλας· θεράπευσον τοὺς σκανδαλισθέντας· ἅπαν σκῶλον καὶ πρόσκομμα τῆς εἰρήνης κωλυτικὸν ἐκ μέσου γενέσθαι κέλευσον· εἰπὲ καὶ αὐτὸς τοῖς σοῖς ἀγγέλοις, ὡς τοῦ θεοῦ μιμητής, Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε.
Μέχρι τίνος οἱ τοῦ αὐτοῦ Χριστοῦ καὶ τῆς αὐτῆς πίστεως βάλλομεν ἀλλήλους καὶ κατατέμνομεν· μέχρι τίνος οἱ τῆς αὐτῆς Τριάδος προσκυνηταὶ δάκνομεν ἀλλήλους καὶ κατεσθίομεν, ἕως ἂν ὑπ’ ἀλλήλων ἀναλωθῶμεν καὶ ὑπὸ τῶν ἔξωθεν ἐχθρῶν εἰς τὸ μὴ εἶναι χωρήσωμεν; Μὴ γένοιτο τοῦτο, Χριστὲ βασιλεῦ, μηδὲ νικήσῃ τὴν σὴν ἀγαθότητα τῶν ἡμετέρων ἁμαρτιῶν ἡ πληθύς, ἀλλ’ ὥσπερ ἐν τοῖς προτέροις χρόνοις, ὅτε τὴν κακίαν εἶδες ὑπερταθεῖσαν καὶ ἐπὶ μέγα χωρήσασαν, διὰ σαυτοῦ καὶ τῶν σῶν Ἀποστόλων ἀνέστειλας αὐτὴν τῆς πρόσω φορᾶς καὶ πρὸς τὴν σὴν ἐπίγνωσιν ἐπέστρεψας ἅπαντας, οὕτω καὶ νῦν διὰ τῶν σῶν τουτωνὶ θεραπόντων, οἳ μηδὲν τῆς σῆς ἀγάπης προὐργιαίτερον ἔθεντο, σύναψον ἡμᾶς ἀλλήλοις καὶ σεαυτῷ, καὶ τὴν εὐχὴν ἐκείνην ἐπιτελῆ ποίησον, ἣν ἡνίκα πρὸς τὸ πάθος ἀπῄεις εὐχόμενος ἔλεγες Δὸς αὐτοῖς ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Ὁρᾷς, Κύριε, τὴν διασπορὰν ἡμῶν ὡς ἐλεεινή, καὶ ὡς οἱ μέν, αὐτονομίᾳ καὶ αὐθαδείᾳ συνεθισθέντες, εἰς ἀφορμὴν τῇ σαρκὶ τῇ ἐλευθερίᾳ κατεχρησάμεθα καὶ δοῦλοι τῆς ἁμαρτίας καὶ τὸ ὅλον σάρκες γεγόναμεν, οἱ δὲ τοῖς ἐχθροῖς τοῦ σταυροῦ σου πρὸς διαρπαγὴν καὶ δουλείαν ἔκδοτοι καθεστήκαμεν καὶ ὡς πρόβατα σφαγῆς ἐλογίσθημεν. Ἱλάσθητι, Κύριε· πρόσσχες, Κύριε· ἀντιλαβοῦ ἡμῶν, Κύριε.
Τὸ πάλαι θρυλούμενον, ὡς οἰκουμενικῆς συνόδου χρεία τοῖς πράγμασι, σήμερον ἡμεῖς ἐπληρώσαμεν, καὶ τὸ ἡμέτερον ἅπαν εἰσενηνόχαμεν. Δὸς δὴ καὶ τὰ σὰ πρὸς τελείωσιν ὧν ἐνηρξάμεθα· δύνασαι γάρ, εἰ θελήσειας μόνον, καὶ τὸ θελῆσαί σου πρᾶξίς ἐστι συντετελεσμένη. Εἰπὲ καὶ ἡμῖν ὡς πρότερον διὰ τοῦ προφήτου σου Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· σοῦ γὰρ παρόντος, ἅπαντα λοιπὸν εὔοδα καὶ λεῖα γενήσεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.