Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐγκύκλιος ἐπιστολὴ πρὸς τοὺς ἀνατολικοὺς καὶ ὅρος τῆς ἐν Φλωρεντίᾳ συνόδου

Μᾶρκος ὁ Εὐγενικός

Προοίμιο και έλεγχος των λατινοφρόνων

Εισαγωγή της επιστολής προς τους Ορθοδόξους και αυστηρή κριτική της αντιφατικής στάσης όσων αποδέχθηκαν την ένωση της Φλωρεντίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 5

☩ΤΟΙΣ ἉΠΑΝΤΑΧΟΥ ΤΗΣ ΓΗΣ ΚΑΙ ΤΩΝ ΝΗΣΩΝ ΕΥΡΙΣΚΟΜΕΝΟΙΣ ὈΡΘΟΔΟΞΟΙΣ ΧΡΙΣΤΙΑΝΟΙΣ ΜΑΡΚΟΣ ἘΠΙΣΚΟΠΟΣ ΤΗΣ ἘΦΕΣΙΩΝ ΜΗΤΡΟΠΟΛΕΩΣ ἘΝ ΚΥΡΙΩ ΧΑΙΡΕΙΝ. Οἱ τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντες καὶ πρὸς τὴν Βαβυλῶνα τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων θελήσαντες κατασῦραι, τοῦτο μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε ἀπεμφαῖνον ὁρῶντες καὶ ἄλλως ἀδύνατον, ἐν μέσῳ δέ που τῆς ὁδοῦ καταμείναντες αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ’ ἐκεῖνο λοιπὸν μεμενήκασιν, οὔτε τοῦτο γεγόνασιν· Ἱεροσόλυμα· μὲν ἀπολιπόντες, τὴν ὡς ἀληθῶς ὅρασιν τῆς εἰρήνης, καὶ τὸ Σιὼν ὄρος, τὴν βεβαίαν πίστιν καὶ ἄσειστον, Βαβυλώνιοι δὲ γενέσθαι τε καὶ κληθῆναι μήτε βουλόμενοι μήτε δυνάμενοι, καὶ διὰ τοῦτ’ ἂν δικαίως κληθέντες Γραικολατῖνοι, καλούμενοι δ’ οὖν ὑπὸ τῶν πολλῶν Λατινόφρονες.

Οὗτοι τοίνυν οἱ μιξόθηρες ἄνθρωποι κατὰ τοὺς ἐν μύθοις ἱπποκενταύρους μετὰ τῶν Λατίνων μὲν ὁμολογοῦσι τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καὶ τὸν Υἱὸν αἴτιον ἔχειν τῆς ἑαυτοῦ ὑπάρξεως (οὕτω γὰρ καὶ ὁ αὐτῶν ὅρος διαλαμβάνει), μεθ’ ἡμῶν δὲ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι λέγουσι· καὶ μετ’ ἐκείνων μὲν θεμιτῶς καὶ εὐλόγως τὴν προσθήκην ἐν τῷ συμβόλῳ γεγονέναι φασί, μεθ’ ἡμῶν δὲ λέγειν ταύτην οὐ καταδέχονται (καίτοι γε τὸ θεμιτῶς καὶ εὐλόγως γενόμενον τίς ἂν παραιτήσαιτο λέγειν;)· καὶ μετ’ ἐκείνων μὲν τὸ ἄζυμον σῶμα τοῦ Χριστοῦ λέγουσι, μεθ’ ἡμῶν δὲ αὐτοῦ μεταλαμβάνειν οὐκ ἂν τολμήσαιεν. Ἆρ’ οὐχ ἱκανὰ ταῦτα τὴν γνώμην αὐτῶν διαδεῖξαι, καὶ ὅτι οὐκ ἀληθείας ἔρευναν ποιούμενοι τοῖς Λατίνοις συνῆλθον, ἣν ἐν χερσὶν ἔχοντες προδεδώκασιν, ἀλλὰ χρυσοχοῆσαι βουλόμενοι καὶ πεπλασμένην, οὐκ ἀληθῆ, συστήσασθαι ἕνωσιν;

Τίνα δὲ καὶ τρόπον αὐτοῖς ἡνώθησαν, ἐπισκεπτέον· πᾶν γὰρ τὸ ἑτέρῳ ἑνούμενον δι’ ἑνός τινος μέσου πάντως ἑνοῦται. Τῇ μὲν οὖν δόξῃ τῇ περὶ τοῦ ἁγίου Πνεύματος ἔδοξαν ἑνωθῆναι, σὺν αὐτοῖς ἀποφηνάμενοι καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο ἔχειν τὴν ὕπαρξιν· τὰ δ’ ἄλλα πάντα διάφορα, καὶ οὐδὲν ἐν αὐτοῖς ἓν οὐδὲ μέσον οὐδὲ κοινόν, ἀλλὰ δύο μὲν σύμβολα καὶ παρηλλαγμένα λέγεται πάλιν, ὥσπερ καὶ πρότερον· διτταὶ δὲ καὶ διάφοροι λειτουργίαι τελοῦνται, ἡ μὲν δι’ ἐνζύμου θυσίας, ἡ δὲ δι’ ἀζύμου· διττὰ δὲ βαπτίσματα, τὸ μὲν διὰ τριττῆς καταδύσεως τελειοῦν, τὸ δὲ δι’ ἐπιχύσεως ὕδατος ἐκ κορυφῆς ἄνωθεν, καὶ τὸ μὲν τῷ μύρῳ προσχρώμενον, τὸ δ’ οὐδ’ ὁτιοῦν αὐτοῦ χρείαν ἔχον· διττὰ δὲ τὰ ἔθη πάντα καὶ ἐν πᾶσι παρηλλαγμένα, νηστεῖαί τε καὶ ἐκκλησιαστικαὶ τάξεις καὶ εἴ τι τοιοῦτον. Τίς οὖν ἡ ἕνωσις, ὅταν μὴ φανερὸν καὶ ἐπίδηλον σημεῖον ἔχῃ; Καὶ πῶς ἡνώθησαν οἱ τὰ οἰκεῖα στέργειν βουλόμενοι (τοῦτο γάρ που καὶ συνεφώνησαν) καὶ μὴ τοῖς ἐκ τῶν Πατέρων παραδεδομένοις ἀκολουθοῦντες;