Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐγκύκλιος ἐπιστολὴ πρὸς τοὺς ἀνατολικοὺς καὶ ὅρος τῆς ἐν Φλωρεντίᾳ συνόδου

Μᾶρκος ὁ Εὐγενικός

Καταδίκη του δογματικού συμβιβασμού και της μέσης οδού

Απόρριψη κάθε προσπάθειας ανεύρεσης μέσης οδού μεταξύ ορθόδοξου και λατινικού δόγματος, με αναφορές στη διδασκαλία των πατέρων της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 5

Τί δὲ καὶ ὁ σοφώτατος πατριάρχης Ἀντιοχείας Θεόδωρος ὁ Βαλσαμὼν ἐν ταῖς πρὸς Μάρκον τὸν ἁγιώτατον πατριάρχην Ἀλεξανδρείας ἀποκρίσεσι περὶ τούτων γράφει; —«Αἰχμάλωτοι Λατῖνοι καὶ ἕτεροι παρουσιάζοντες εἰς τὰς καθολικὰς ἐκκλησίας ἡμῶν ζητοῦσι μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων. Εἰ οὖν ἐκχωρητέον τοῦτό ἐστι, ζητοῦμεν μαθεῖν. —Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει. Ἐπεὶ οὖν πρὸ χρόνων πολλῶν ἀπεσχίσθη τῆς δυτικῆς Ἐκκλησίας, τῆς Ῥώμης φαμέν, τὸ περιώνυμον ἄθροισμα ἐκ τῆς τῶν ἑτέρων τεσσάρων ἁγιωτάτων πατριαρχῶν κοινωνίας, ἀποσχοινισθὲν εἰς ἔθη καὶ δόγματα τῆς καθολικῆς Ἐκκλησίας καὶ τῶν ὀρθοδόξων ἀλλότρια (διὰ γὰρ τοῦτο οὔτε ἐν ταῖς θείαις ἱεροτελεστίαις κοινῆς τῶν πατριαρχικῶν ὀνομάτων ἀναφορᾶς ὁ πάπας ἠξίωται), οὐκ ὀφείλει γένος λατινικὸν ἐκ χειρὸς ἱερατικῆς διὰ τῶν θείων καὶ ἀχράντων μυστηρίων ἁγιάζεσθαι, εἰ μὴ κατάθηται πρότερον ἀποσχέσθαι τῶν λατινικῶν δογμάτων τε καὶ συνηθειῶν καὶ κατὰ κανόνας κατηχηθῆ καὶ τοῖς ὀρθοδόξοις ἐξισωθῇ».

Ἀκούεις ὅτι ἀπεσχοινίσθησαν οὐ μόνον εἰς ἔθη, ἀλλὰ καὶ δόγματα τῶν ὀρθοδόξων ἀλλότρια (τὰ δὲ τῶν ὀρθοδόξων ἀλλότρια, πάντως αἱρετικά), καὶ ὅτι κατὰ κανόνας κατηχηθῆναι ὀφείλουσι καὶ τοῖς ὀρθοδόξοις ἐξισωθῆναι; Εἰ δὲ κατηχηθῆναι, δῆλον ὅτι καὶ τῷ μύρῳ χρισθῆναι. Πόθεν οὖν ἡμῖν ἀνεφάνησαν ἐξαίφνης ὄντες ὀρθόδοξοι οἱ διὰ τοσούτων χρόνων καὶ ὑπὸ τοσούτων πατέρων καὶ διδασκάλων κριθέντες αἱρετικοί; Τίς αὐτοὺς οὕτω ῥᾳδίως ὀρθοδόξους πεποίηκεν; Ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν, καὶ κέρδη τὰ σά· μᾶλλον δ’ ἐκείνους μὲν οὐ πεποίηκεν ὀρθοδόξους, σὲ δὲ ποιήσας ἐκείνοις ὅμοιον, εἰς τὴν τῶν αἱρετικῶν ἀπεώσατο μοῖραν. «Ἀλλ’ εἰ μεσότητά τινα, φησίν, ἐπινοήσοιμεν τῶν δογμάτων, ἐκείνοις τε συναφθησόμεθα δι’ αὐτῆς καὶ πρὸς ἡμᾶς αὐτοὺς καλῶς ἕξομεν, οὐδὲν ἀναγκαζόμενοι λέγειν παρὰ τὰ εἰωθότα καὶ παραδεδομένα». —Τοῦτ’ ἐστὶν ἐκεῖνο τὸ τοὺς πολλοὺς ἐξ ἀρχῆς ἀπατῆσαν καὶ πεῖσαν ἀκολουθεῖν τοῖς εἰς τὸν κρημνὸν τῆς δυσσεβείας ἀπάγουσι πιστεύσαντες γὰρ εἶναί τι μέσον ἀμφοῖν τῶν δοξῶν, ὅπερ ἐπί τινων ἐναντίων συμβαίνει, πρὸς τὸ δεινὸν ηὐτομόλησαν. Ἀλλὰ λέξιν μὲν ἐνδέχεται μέσην δύο δοξῶν εὑρεθῆναι τὴν ἀμφοτέρας σημαίνουσαν ὁμωνύμως, δόξαν δὲ μέσην ἐναντίων δοξῶν περὶ τοῦ αὐτοῦ πράγματος, ἀδύνατον· εἰ δὲ μή, καὶ ἀληθείας καὶ ψεύδους ἔσται τι μέσον καὶ καταφάσεως καὶ ἀποφάσεως.

Ἀλλ’ οὐκ ἔστιν· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις. Εἰ μὲν οὖν τὸ λατινικὸν ἀληθὲς δόγμα τὸ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ψευδὲς τὸ ἡμέτερον τὸ ἐκ τοῦ Πατρὸς μόνου (διὰ τοῦτο γὰρ αὐτῶν ἐχωρίσθημεν)· εἰ δὲ τὸ ἡμέτερον ἀληθές, ψευδὲς ἂν εἴη δήπου τὸ ἐκείνων. Τί οὖν ἂν εἴη τούτων μέσον; Οὐδέν, πλὴν εἰ μὴ λέξις πρὸς ἄμφω τὰς δόξας ὁρῶσα καθάπερ τις κόθορνος. Αὕτη οὖν ἡμᾶς ἑνωθῆναι ποιήσει; Καὶ τί δράσωμεν, ὅταν ἀλλήλους ἐξετάζωμεν περὶ τῶν νοημάτων καὶ τῶν δοξῶν; Ἔνι καὶ ἀμφοτέρους ἡμᾶς προσειπεῖν ὀρθοδόξους τοὺς τἀναντία φρονοῦντας; Ἐγὼ μὲν οὐκ οἶμαι· σὺ δ’ ἂν εἰδείης ὁ πάντα φύρων καὶ πάντα ῥᾳδίως ἐπονομάζων.

Βούλει παρὰ τοῦ Θεολόγου Γρηγορίου μαθεῖν, οἷα περὶ τῆς μεσότητος γράφει; «Ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκών, ὁ τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα τὴν νεόγραφον κακουργίαν καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν· τὸ γὰρ ὅμοιον κατὰ τὰς γραφάς τῆς εὐσεβείας πρόσχημα ἦν τῷ χαλκῷ τῆς ἀσεβείας περικείμενον».

Ταῦτα μὲν οὖν περὶ τῆς ἐπινοηθείσης τότε μεσότητος. Περὶ δὲ τῆς αὐτὴν ἐξευρούσης συνόδου τοιάδε πάλιν φησίν· «Εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε καὶ ταύτας· ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεε, τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν καὶ τῆς Τριάδος ὁμότιμον καταλύσασα τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον, τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα διὰ τῆς τῶν γεγραμμένων καὶ λεγομένων μεσότητος· σοφοὶ γὰρ ἐγένοντο τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν». Τοσαῦτα μὲν ἡμῖν ἀρκεῖ περὶ τῆς μεσότητος, ὅτι τε οὐδ’ ἔστιν ὅλως μεσότης ἱκανῶς ἀποδεδειχόσι καὶ ὅτι τὸ τὰ τοιαῦτα ζητεῖν ἀσεβὲς καὶ τῆς Ἐκκλησίας ἀλλότριον.