Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐγκύκλιος ἐπιστολὴ πρὸς τοὺς ἀνατολικοὺς καὶ ὅρος τῆς ἐν Φλωρεντίᾳ συνόδου

Μᾶρκος ὁ Εὐγενικός

Καταγραφή των λατινικών καινοτομιών

Συστηματική αντιπαραβολή της ορθόδοξης παράδοσης με τις λατινικές διδασκαλίες, όπως το καθαρτήριο πυρ, τα άζυμα και το παπικό πρωτείο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 5

Ἀλλὰ τί, φησί, δράσωμεν πρὸς τοὺς μέσους τούτους Γραικολατίνους, οἳ τὴν μεσότητα περιέποντες, τὰ μὲν ἐπαινοῦσι τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων ἀναφανδόν, τὰ δ’ ἐπαινοῦσι μέν, ἀλλ’ οὐκ ἂν ἕλοιντο, τὰ δ’ οὐδ’ ἐπαινοῦσιν ὅλως; —Φευκτέον αὐτούς, ὡς φεύγει τις ἀπὸ ὄφεως, ὡς αὐτοὺς ἐκείνους, ἢ κἀκείνων πολλῷ δήπου χείρονας, τοὺς χριστοκαπήλους καὶ χριστεμπόρους· οὗτοι γάρ εἰσι, κατὰ τὸν θεῖον ἀπόστολον, οἱ πορισμὸν ἡγούμενοι τὴν εὐσέβειαν, περὶ ὧν ἐπάγει λέγων Ἀφίστασο ἀπὸ τῶν τοιούτων· οὐ γὰρ ἵνα μάθωσιν, ἀλλ’ ἵνα λάβωσι πρὸς ἐκείνους αὐτομολοῦσι.

Ποία δὲ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἡμεῖς μὲν γὰρ μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν πατέρων ἁπάντων ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν· οὗτοι δὲ μετὰ τῶν Λατίνων ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγουσι. Καὶ ἡμεῖς μὲν μετὰ τοῦ θείου Διονυσίου μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα λέγομεν· οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τὸν Υἱὸν πηγὴν τοῦ ἁγίου Πνεύματος λέγουσιν, ἐκβάλλοντες αὐτὸ δηλαδὴ τῆς θεότητος. Καὶ ἡμεῖς μὲν μετὰ τοῦ Θεολόγου Γρηγορίου τῇ αἰτίᾳ διακρίνομεν τοῦ Υἱοῦ τὸν Πατέρα· οὗτοι δὲ μετὰ τῶν Λατίνων τῇ αἰτίᾳ τούτους συνάπτουσι.

Καὶ ἡμεῖς μὲν μετὰ τοῦ σεπτοῦ Μαξίμου καὶ τῶν τότε Ῥωμαίων καὶ τῶν δυτικῶν Πατέρων οὐ ποιοῦμεν τὸν Υἱὸν αἰτίαν τοῦ Πνεύματος· οὗτοι δὲ κατὰ μὲν τοὺς Γραικοὺς αἰτίαν, κατὰ δὲ τοὺς Λατίνους ἀρχὴν τοῦ Πνεύματος τὸν Υἱὸν ἐν τῷ ὄρρῳ αὐτῶν ἀποφαίνονται (τιμᾶν γὰρ αὐτὸν οὕτω δίκαιον γράφοντας, ἐπεὶ καὶ ὀρρωδοῦντες αὐτοὶ τούτῳ συνέθεντο). Καὶ ἡμεῖς μὲν μετὰ τοῦ φιλοσόφου καὶ μάρτυρος Ἰουστίνου, ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς λέγομεν· οὗτοι δὲ μετὰ τῶν Λατίνων τὸν μὲν Υἱὸν ἀμέσως, τὸ δὲ Πνεῦμα ἐμμέσως ἐκ τοῦ Πατρὸς λέγουσι. Καὶ ἡμεῖς μὲν μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν πατέρων ἁπάντων τὴν διαφορὰν γεννήσεως καὶ ἐκπορεύσεως ἀγνοεῖν ὁμολογοῦμεν· οὗτοι δὲ μετὰ τοῦ Θωμᾶ καὶ τῶν Λατίνων τῷ ἐμμέσῳ καὶ ἀμέσῳ διαφέρειν φασὶ τὰς προόδους. Καὶ ἡμεῖς μὲν τῆς ἀκτίστου καὶ θείας φύσεως ἄκτιστον καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν εἶναί φαμεν κατὰ τοὺς Πατέρας· οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τοῦ Θωμᾶ τὴν μὲν θέλησιν ταὐτὸν τῇ οὐσίᾳ, τὴν δὲ θείαν ἐνέργειαν κτιστὴν εἶναι λέγουσι, κἄν τε θεότης ὀνομάζοιτο, κἄν τε θεῖον καὶ ἄϋλον φῶς, κἄν τε Πνεῦμα ἅγιον, κἄν τέ τι τοιοῦτον ἕτερον, καὶ οὕτω κτιστὴν θεότητα καὶ κτιστὸν θεῖον φῶς καὶ κτιστὸν Πνεῦμα ἅγιον τὰ πονηρὰ πρεσβεύουσι κτίσματα.

Καὶ ἡμεῖς μὲν οὔτε τοὺς ἁγίους ἀπολαβεῖν τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά, οὔτε τοὺς ἁμαρτωλοὺς εἰς τὴν γέενναν ἐμπεσεῖν ἤδη φαμέν, ἀλλ’ ἐκδέχεσθαι τὸν ἴδιον ἑκατέρους κλῆρον, καὶ εἶναι τοῦτο καιροῦ τοῦ μέλλοντος μετὰ τὴν ἀνάστασιν καὶ τὴν κρίσιν· οὗτοι δὲ μετὰ τῶν Λατίνων τοὺς μὲν αὐτίκα μετὰ θάνατον ἀπολαβεῖν ἤδη τὰ κατ’ ἀξίαν ἐθέλουσι, τοῖς δὲ μέσοις εἴτ’ οὖν τοῖς ἐν μετανοίᾳ τετελευτηκόσι πῦρ αὐτοὶ καθάρσιον ἕτερόν τι τῆς γεέννης ὑπάρχον ἀναπλάσαντες ἀποδιδοῦσιν, ἵνα δι’ αὐτοῦ, φησί, καθαιρόμενοι τὰς ψυχὰς μετὰ θάνατον, ἐπὶ τὴν βασιλείαν καὶ αὐτοὶ μετὰ τῶν δικαίων ἀποκαταστῶσι· τοῦτο δὲ καὶ ὁ ὅρος αὐτῶν περιέχει. Καὶ ἡμεῖς μὲν ἀποστρεφόμεθα τὸ ἰουδαϊκὸν ἄζυμον τοῖς ἀποστόλοις κανονίζουσιν ὑπακούοντες· οὗτοι δὲ ἐν τῷ αὐτῷ ὅρῳ σῶμα Χριστοῦ τὸ παρὰ τῶν Λατίνων ἱερουργούμενον ἀποφαίνονται. Καὶ ἡμεῖς μὲν ἀθεμίτως καὶ παρανόμως καὶ τοῖς πατράσιν ἐξ ἐναντίου τὴν ἐν τῷ συμβόλῳ προσθήκην γεγενῆσθαί φαμεν· οὗτοι δὲ αὐτὴν θεμιτῶς καὶ εὐλόγως διορίζονται γεγενῆσθαι· τοσοῦτον οἴδασι τῇ ἀληθείᾳ καὶ ἑαυτοῖς συμφωνεῖν.

Καὶ ἡμεῖς μὲν τὸν πάπαν ὡς ἕνα τῶν πατριαρχῶν λογιζόμεθα, καὶ τοῦτό γε, ἂν ὀρθόδοξος ᾖ· οὗτοι δὲ αὐτὸν βικάριον τοῦ Χριστοῦ καὶ πατέρα καὶ διδάσκαλον τῶν χριστιανῶν ἁπάντων μάλα σεμνῶς ἀποφαίνονται. Γένοιντο πατρὸς εὐτυχέστεροι, τὰ δ’ ἄλλ’ ὅμοιοι· καὶ γὰρ δὴ κἀκεῖνος οὐκ εὐτυχεῖ, τὸν ἀντίπαπαν ἔχων ἐπιεικῶς διοχλοῦντα, καὶ οὗτοι τὸν πατέρα μιμεῖσθαι καὶ τὸν διδάσκαλον οὐκ ἀνέχονται.