Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐγκύκλιος ἐπιστολὴ πρὸς τοὺς ἀνατολικοὺς καὶ ὅρος τῆς ἐν Φλωρεντίᾳ συνόδου

Μᾶρκος ὁ Εὐγενικός

Προτροπές προς τους πιστούς και επιλογική δοξολογία

Παράθεση χωρίων της Αγίας Γραφής για την αποφυγή της κοινωνίας με τους κακόδοξους, προτροπή για εμμονή στην ορθόδοξη πίστη και τελική προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 5

Φεύγετε οὖν αὐτούς, ἀδελφοί, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν· οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.

Οὐ θαῦμα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Καὶ πάλιν ἀλλαχοῦ περὶ τῶν αὐτῶν ὁ αὐτὸς ἀπόστολος· Οἱ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων· ὁ μέντοι στερρὸς θεμέλιος τῆς πίστεως ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην. Καὶ ἀλλαχοῦ· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Καὶ ἀλλαχοῦ πάλιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀνάθεμα ἔστω. Βλέπετε προφητικῶς τὸ κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἵνα μή τις τὴν ὑπεροχὴν τοῦ πάπα προβάλληται. Καὶ ὁ ἠγαπημένος μαθητής· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, εἰς οἰκίαν αὐτὸν μὴ λαμβάνετε καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῖ τοῖς πονηροῖς.

Τούτων ὑμῖν ὑπὸ τῶν ἁγίων ἀποστόλων διωρισμένων, στήκετε κρατοῦντες τὰς παραδόσεις, ἃς παρελάβετε, τάς τε ἐγγράφους καὶ τὰς ἀγράφους, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. Θεὸς δὲ ὁ πάντα δυνάμενος ἐκείνους τε ἐπιγνῶναι τὴν οἰκείαν πλάνην παρασκευάσειε, καὶ ἡμᾶς αὐτῶν ἀπαλλάξας ὡς πονηρῶν ζιζανίων, οἷα καθαρὸν καὶ εὔχρηστον σῖτον εἰς τὰς ἑαυτοῦ ἀποθήκας συνάξειεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.