Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί

Μᾶρκος ὁ Εὐγενικός

Επιστολή προς τον Γεώργιο Σχολάριο

Προσφώνηση και αυστηρός έλεγχος για την υιοθέτηση συμβιβαστικών θέσεων στα εκκλησιαστικά ζητήματα, με παρότρυνση για εγκατάλειψη της ματαιοδοξίας και σταθερότητα στην ορθόδοξη παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 5

ΤΩ ΣΧΟΛΑΡΙΩ Ὁ ἘΦΕΣΟΥ. ☩ Ἐνδοξότατε, σοφώτατε, λογιώτατε καὶ ἐμοὶ ποθεινότατε ἀδελφὲ καὶ κατὰ πνεῦμα υἱὲ κῦρ Γεώργιε, εὔχομαι τῷ Θεῷ ὑγιαίνειν σε ψυχῇ τε καὶ σώματι καὶ ἐπὶ πᾶσιν ἔχειν καλῶς· οὗ τῷ ἐλέει καὶ αὐτὸς ὑγιαίνω μετρίως τῷ σώματι.

Ὅσης ἡμᾶς ἐνέπλησας ἡδονῆς, ἡνίκα τῆς ὀρθῆς δόξης ἐγένου καὶ τοῦ εὐσεβοῦς καὶ πατρίου φρονήματος καὶ τῇ καταψηφισθείσῃ παρὰ τῶν ἀδίκων κριτῶν συνηγόρησας ἀληθείᾳ, τοσαύτης ἐκ τοῦ ἐναντίου λύπης καὶ κατηφείας ἐπλήσθημεν, ἀκούσαντες μετατεθεῖσθαί σε πάλιν καὶ τἀναντία φρονεῖν τε καὶ λέγειν καὶ τοῖς κακοῖς οἰκονόμοις συντρέχειν ἐπὶ τὰς μεσότητας καὶ οἰκονομίας.

Καλά γε ταῦτα καὶ φιλοσόφου ψυχῆς ἄξια; Καίτοι ἔγωγε τὰ ἐγκώμιά σοι πλέκειν ἤδη διενοούμην καὶ τὸν μέγαν Γρηγόριον ἐνενόουν τὸν τῆς θεολογίας ἐπώνυμον Ἥρωνά τινα φιλόσοφον ἐπαινοῦντα τῇ τῶν Ἀρειανῶν ἐνιστάμενον πλάνῃ, «ὅτι, φησί, δορκαλίσι τὸ καλὸν σῶμα καταξανθεὶς παρεπέμφθη τῇ ἐξορίᾳ». Σὺ δὲ μηδενὸς εἰς πεῖραν ἐλθὼν λυπηροῦ, μόναις ἀπειλαῖς, ὡς ἔοικε, πτοηθείς, ἢ δωρεῶν καὶ τιμῶν ἐπαγγελίαις ἀναπεισθείς, οὕτω ῥᾳδίως αὖθις προέδωκας τὴν ἀλήθειαν.

Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὴν θυγατέρα Σιών, τὴν τοῦ φιλοσόφου λέγω ψυχήν, ῥιπιζομένην καὶ μεταφερομένην ὡς χνοῦς ἀπὸ ἅλωνος θερινῆς; Ἀλλ’ ἐρεῖς ἴσως, ὡς οὐκ ἐπὶ τἀναντία γέγονεν ἡ μετάθεσις· μεσότητα δέ τινα καὶ οἰκονομίαν περισκοποῦμεν. —Οὐδέποτε διὰ μεσότητος, ἄνθρωπε, τὰ ἐκκλησιαστικὰ διωρθώθη· μέσον ἀληθείας καὶ ψεύδους οὐδέν ἐστιν· ἀλλ’ ὥσπερ τὸν τοῦ φωτὸς ἔξω γενόμενον ἐν τῷ σκότει εἶναι ἀνάγκη, οὕτω τὸν τῆς ἀληθείας μικρὸν παρεκκλίναντα τῷ ψεύδει λοιπὸν ὑποκεῖσθαι φαίημεν ἂν ἀληθῶς· καίτοι γε φωτὸς μὲν καὶ σκότους ἔστιν εἰπεῖν μεσότητα τὸ καλούμενον λυκαυγὲς ἢ λυκόφως, μεσότητα δὲ ἀληθείας καὶ ψεύδους οὐδ’ ἐπινοήσειεν ἄν τις, εἰ καὶ πολλὰ κάμοι. Ἄκουσον ὅπως ἐγκωμιάζει τὴν τῆς μεσότητος σύνοδον ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος· «Εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε καὶ ταύτας· ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεε, τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν καὶ τῆς Τριάδος ὁμότιμον καταλύσασα τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον, τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα διὰ τῆς τῶν γεγραμμένων μεσότητος· σοφοὶ γὰρ ἐγένοντο τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν».

Ἆρ’ οὐ προσήκει ταῦτα καὶ τῇ νῦν ἡμετέρᾳ συνόδῳ; Καὶ πάνυ μὲν οὖν, φαίην ἂν ἔγωγε, πλὴν ὅσον οὐδὲ πολλὰ βουλομένη τῇ μεσότητι καὶ τῇ διπλόῃ χρήσασθαι ἔσχε, τοῖς μισθοδόταις κωλυομένη. Διὰ τοῦτο καὶ φανερῶς, ὡς ἐκείνοις ἐδόκει, τὴν βλασφημίαν ἐξέρρηξε, μᾶλλον δέ, κατὰ τὸν προφήτην εἰπεῖν, ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι· καὶ ὄντως ἱστὸς ἀράχνης ὁ παρ’ αὐτῶν συντεθεὶς καὶ ὀνομασθεὶς ὅρος. Μὴ οὖν ἀπατάτωσαν ἡμᾶς ἐπὶ μεσότητα καὶ διπλόην αὖθις ἀναχωροῦντες· καϊαφαϊκὸν γάρ εἰσι συνέδριον, ἄχρις ἂν ἡ γενομένη παρ’ αὐτῶν ἕνωσις τὴν Ἐκκλησίαν ἐπισκοτῇ.

Μέχρι τίνος, ὦ σχέτλιε, τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φιλότιμον ἐν τοῖς ματαίοις ἀπασχολεῖς; Μέχρι ποῦ τὰ ἐνύπνια, καὶ ἡ ἀλήθειά ποτε σπουδασθήτω σοι; Φύγε Αἴγυπτον ἀμεταστρεπτί· φύγε Σόδομα καὶ Γόμορρα· πρὸς τὸ ὄρος σῴζου, μὴ συμπαραληφθῇς. Ἀλλὰ κατέχει· σε τὸ κενὸν δοξάριον καὶ ὁ ψευδώνυμος πλοῦτος καὶ τὰ κομψὰ καὶ εὐανθῆ χλανιδίσκια καὶ τἄλλα, οἷς ἡ κοσμικὴ εὐημερία τὴν σύστασιν ἔχει; Φεῦ τῆς ἀφιλοσόφου διανοίας τοῦ φιλοσόφου!

Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας· αὔριον καταβήσῃ καὶ αὐτὸς εἰς ᾅδου, πάντα καταλιπὼν ὑπὲρ γῆς, τὸν δὲ τῶν βεβιωμένων λόγον ἀπαιτηθήσῃ μετὰ πολλῆς ἀκριβείας, ὥσπερ οὖν ἡ ψευδώνυμος σύνοδος ἀπαιτηθήσεται τὸ αἷμα τῶν ἀπολλυμένων ψυχῶν, τῶν σκανδαλισθέντων ἐπὶ τῷ μυστηρίῳ τῆς πίστεως, τῶν τὴν ἀφόρητον βλασφημίαν καὶ ἀσυγχώρητον ταῖς ψυχαῖς ὑποδεξαμένων τὴν κατὰ τοῦ ἁγίου Πνεύματος καὶ εἰς δύο τολμώντων ἀρχὰς ἀναφέρειν τὴν αὐτοῦ ὕπαρξιν, τῶν ὑπαχθέντων τοῖς ἀθέσμοις καὶ καταγελάστοις λατινικοῖς ἔθεσι, τῶν τὰς ἀρὰς καὶ τὰ ἀναθέματα τῆς καινοτομίας τῆς πίστεως ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς ἑλκυσάντων.

Ἀλλ’ εἰς σύστασιν ἔσται τοῦ γένους καὶ εἰς ἐπίδοσιν ἡ γενομένη παρ’ αὐτῶν ἕνωσις; — Πάνυ μὲν οὖν. Οὐχ ὁρᾷς τοὺς ἐχθροὺς τοῦ σταυροῦ φεύγοντας, καὶ ἕνα ἡμῶν χιλίους διώκοντα, καὶ δύο, μυριάδας μετακινοῦντας; Τοὐναντίον μὲν οὖν ἅπαν ὁρῶμεν. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ τὴν ἡμετέραν ἀρχήν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ τὴν ἡμετέραν πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ διὰ τῶν χρυσίνων τοῦ πάπα ταύτην φυλάσσοντες. Ἀλλὰ δεῦρο λοιπόν, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον· ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς· ἄφες τὰ Καίσαρος Καίσαρι· δὸς τῷ Θεῷ τὴν παρ’ αὐτοῦ κτισθεῖσαν καὶ κοσμηθεῖσαν ψυχήν· ἐννόησον, ὅσων ὀφειλέτης αὐτῷ τυγχάνεις· ἀπόδος τὰς ἀμοιβάς. Ναί, παρακαλῶ, φίλτατε καὶ σοφώτατε, δός μοι χαρῆναι ἐπὶ σοί· δός μοι τῷ Θεῷ δόξαν ἀνενεγκεῖν, ὅς σε διαφυλάττοι παντὸς ἀνώτερον ἀνιαροῦ συναντήματος. ☩ Ὁ ταπεινὸς μητροπολίτης Ἐφέσου καὶ πάσης Ἀσίας Μάρκος.