Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί
Επιστολή προς τον πρεσβύτερο Γεώργιο
Αναίρεση των λατινικών επικρίσεων κατά των ορθόδοξων λειτουργικών πράξεων, πατερική ερμηνεία των Εισόδων της Θείας Λειτουργίας και απόρριψη των ενωτικών καινοτομιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς τον πρεσβύτερο Γεώργιο
Αναίρεση των λατινικών επικρίσεων κατά των ορθόδοξων λειτουργικών πράξεων, πατερική ερμηνεία των Εισόδων της Θείας Λειτουργίας και απόρριψη των ενωτικών καινοτομιών.
☩ ΤΟΥ ΑΥΤΟΥ ἘΦΕΣΟΥ ἘΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΙΝΑ ΠΡΕΣΒΥΤΕΡΟΝ ΓΕΩΡΓΙΟΝ ΤΟΥΝΟΜΑ ἘΝ ΤΗ ΜΕΘΩΝΗ ΣΤΑΛΕΙΣΑ. Ἐντιμότατε πρεσβύτερε καὶ ἡμῖν ἐν Χριστῷ ποθεινότατε ἀδελφὲ κῦρ Γεώργιε, τοῦ Θεοῦ δέομαι ὅπως ὑγιαίνοι ἡ ἁγιωσύνη σου καὶ ἐπὶ πᾶσι καλῶς ἔχοι· οὗ τῷ ἐλέει καὶ αὐτὸς ὑγιαίνω μετρίως τῷ σώματι.
Τὴν γραφήν σου δεξάμενος, λύπης οὐ φορητῆς ἐπληρώθην μαθὼν ἐξ αὐτῆς, ὅτι οἱ τὴν ἄζυμον καὶ νεκρὰν θυσίαν ἰουδαϊκῶς ἱερουργοῦντες καὶ τῇ σκιᾷ τοῦ νόμου παρακαθήμενοι τολμῶσιν ἐγκαλεῖν ἡμῖν καὶ μέμφεσθαι περὶ τῶν ὑφ’ ἡμῶν τελουμένων ἐν τῇ ἱερᾷ λειτουργίᾳ, ἀγνοοῦντες οἱ τάλανες, ἅτε ὑπὸ τοῦ τύφου τετυφλωμένοι, ὅτι πάντων τῶν ὑφ’ ἡμῶν τελουμένων καὶ γιγνομένων. ἐγγράφους τὰς ἀποδείξεις ἔχομεν, ὅτι κατὰ πάντα τοῖς ἱεροῖς διδασκάλοις ἀκολουθοῦμεν καὶ ταῖς ἀποστολικαῖς ἄνωθεν παραδόσεσι.
Λέγει γὰρ ὁ θεοφόρος καὶ ὁμολογητὴς Μάξιμος ἐν τῇ ἐξηγήσει τῆς ἱερᾶς λειτουργίας, ἧς ἡ ἐπιγραφή· Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν ἐκκλησίαν ἐπὶ τῆς θείας συνάξεως τελούμενα καθέστηκεν, ἐν κεφαλαίῳ οὗ ἡ ἐπιγραφή· Τίνων εἰσὶ σύμβολα ἥ τε πρώτη τῆς ἁγίας συνάξεως εἴσοδος καὶ τὰ μετ’ αὐτὴν τελούμενα, τοιαῦτα ῥητῶς· «Τὴν μὲν πρώτην εἰς τὴν ἁγίαν ἐκκλησίαν τοῦ ἀρχιερέως κατὰ τὴν ἱερὰν σύναξιν εἴσοδον τῆς πρώτης τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ σαρκὸς εἰς τὸν κόσμον τοῦτον παρουσίας τύπον καὶ εἰκόνα φέρειν ὁ λόγος διδάσκει, δι’ ἧς τὴν δουλωθεῖσαν τῇ φθορᾷ καὶ πραθεῖσαν ὑφ’ ἑαυτῆς τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας καὶ βασιλευομένην τυραννικῶς ὑπὸ τοῦ διαβόλου τῶν ἀνθρώπων φύσιν ἐλευθερώσας τε καὶ λυτρωσάμενος, πᾶσαν τὴν ὑπὲρ αὐτῆς ὀφειλὴν ὡς ὑπεύθυνος ἀποδοὺς ὁ ἀνεύθυνος καὶ ἀναμάρτητος, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἐπανήγαγε τῆς βασιλείας χάριν, ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν δοὺς καὶ ἀντάλλαγμα καὶ τῶν ἡμετέρων φθοροποιῶν παθημάτων τὸ ζωοποιὸν αὐτοῦ πάθος ἀντιδοὺς παιώνιον ἄκος καὶ παντὸς τοῦ κόσμου σωτήριον· μεθ’ ἣν παρουσίαν ἡ εἰς οὐρανοὺς αὐτοῦ καὶ τὸν ὑπερουράνιον θρόνον ἀνάβασίς τε καὶ ἀποκατάστασις συμβολικῶς τυποῦται διὰ τῆς ἐν τῷ ἱερατείῳ τοῦ ἀρχιερέως εἰσόδου καὶ τῆς εἰς τὸν θρόνον τὸν ἱερατικὸν ἀναβάσεως».
Ταῦτα μὲν ὁ ἅγιος περὶ τῆς πρώτης εἰσόδου φησί. Περὶ δὲ τῆς δευτέρας αὖθις, τῆς καὶ μεγάλης λεγομένης, ἐν κεφαλαίῳ οὗ ἡ ἐπιγραφή· Τί σημαίνει ἡ τῶν ἁγίων μυστηρίων εἴσοδος, τοιαῦτά φησιν· «Ἡ τῶν ἁγίων καὶ σεπτῶν μυστηρίων εἴσοδος ἀρχὴ καὶ προοίμιόν ἐστι τῆς γενησομένης ἐν οὐρανοῖς καινῆς διδασκαλίας περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς καὶ ἀποκάλυψις τοῦ ἐν ἀδύτοις τῆς θείας κρυφιότητος ὄντος μυστηρίου τῆς ἡμῶν σωτηρίας. Οὐ γὰρ μὴ πίωμαι, φησὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Θεὸς καὶ Λόγος, ἀπάρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Ἀκούεις ὅπως ἅγια καὶ σεπτὰ μυστήρια καὶ πρὸ τοῦ τελειωθῆναι τὰ θεῖα δῶρα καλεῖ ὁ διδάσκαλος; Καὶ εἰκότως· βασιλεὺς γὰρ λέγεται καὶ πρὸ τοῦ στεφθῆναι ὁ βασιλεύς, καὶ μάλιστα ὅτε πρὸς τὸ στεφθῆναι ἀπέρχεται δορυφορούμενος καὶ τιμώμενος· βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκὼν καὶ τιμᾶται καὶ προσκυνεῖται· τύπον δὲ καὶ εἰκόνα λέγομεν καὶ ἡμεῖς ἀποσῴζειν τὰ θεῖα δῶρα πρὸ τοῦ τελειωθῆναι τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος. Ὅθεν καὶ ὁ μέγας Βασίλειος ἐν τῇ ἱερᾷ λειτουργίᾳ ἀντίτυπα ταῦτα καλεῖ. «Προθέντες» γάρ φησι «τὰ ἀντίτυπα τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου».
Τί οὖν ποιοῦμεν ἄτοπον, εἰ μετὰ τιμῆς προπέμπομεν καὶ ὑποδεχόμεθα ταῦτα, τὰ ἤδη τῷ Θεῷ ἀνατεθέντα καὶ ἀφιερωθέντα καὶ θυσία καὶ δῶρα γενόμενα καὶ πρὸς τὸ τελειωθῆναι διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως προσφερόμενα; Ἀλλ’ οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες, τάχα καὶ περὶ τῶν ἁγίων εἰκόνων ἡμῖν ἐγκαλέσουσιν, ὅτι προσκυνοῦμεν αὐτάς, ἐπειδὴ μή εἰσιν αὐτὰ τὰ πρωτότυπα, ἀλλ’ εἰκόνες ἐκείνων· εἴη γὰρ ἂν καὶ τοῦτο τῆς αὐτῶν ἀπονοίας ἄξιον. Καὶ ταῦτα τίνες; Οἱ πᾶσαν ἐκκλησιαστικὴν παράδοσιν ἀθετοῦντες· οἱ ἀναμέσον ἁγίου καὶ βεβήλου μὴ διαστέλλοντες· ποῦ γὰρ παρ’ ἐκείνοις ἱερατεῖον, τὸ νῦν παρ’ ἡμῖν λεγόμενον ἅγιον βῆμα; Ποῦ παρ’ ἐκείνοις ἱερατικὸς θρόνος, εἰς ὃν ὁ ἀρχιερεὺς ἀναβαίνει; Ἀναγνώτωσαν τὰς τοῦ σεπτοῦ Μαξίμου φωνὰς καὶ ἐγκαλυψάσθωσαν· ἰδέτωσαν, τίνες αὐτῷ μᾶλλον ἀκολουθοῦσι καὶ τοῖς αὐτοῦ λόγοις, ἡμεῖς ἢ ἐκεῖνοι; Καίτοι γε ὁ φωστὴρ ἐκεῖνος πᾶσαν τὴν οἰκουμένην ἐπέδραμεν ὑπὲρ τῆς ἀληθείας ἀθλῶν καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ τὸν πλεῖστον χρόνον ἐν τῇ δύσει πεποίηκεν, ἔν τε τῇ Ῥώμῃ καὶ τῇ Ἀφρικῇ, καὶ οὐκ ἂν ὅλως εἶπεν οὐδέν, ὃ μὴ διὰ πάσης ἐκράτει τῆς Ἐκκλησίας καὶ τῶν χριστιανῶν ἁπάντων.
Ἀλλ’ οἱ παραχαράκται καὶ καινοτόμοι τῆς πίστεως οὗτοι καὶ τὰ ἐκκλησιαστικὰ ἔθη διέφθειραν καὶ ἐνήλλαξαν· καὶ θαυμαστὸν οὐδέν, ὅπου γε καὶ τὴν φύσιν αὐτὴν παρεχάραξαν, ἀντὶ ἀνδρῶν γυναῖκες φαινόμενοι καὶ τὸν τίμιον κόσμον τῆς ἀνδρείας μορφῆς ἀφαιροῦντες.
Ὅθεν καὶ ἐν τῷ ἱερουργεῖν γυναῖκας συμπαρισταμένας ἔχουσιν, ἐπεὶ καὶ αὐτοὶ γυναιξὶν ἐοίκασι, καὶ τοὺς πλείονας τῶν λαϊκῶν ὅτε βούλονται καθημένους, καὶ αὐτοὶ τὸ μυστικὸν ποτήριον ἀποπλύνοντες μετὰ τὴν μετάληψιν ἐπ’ ἐδάφους ἐκχέουσι, καὶ ἐπὶ τῆς τραπέζης αὐτῶν ὅτε βούλονται πατεῖν οὐ πεφρίκασι. Τοσοῦτον οἴδασι τιμᾶν τὰ ἑαυτῶν ἅγια! Εἶτα καὶ ἡμῖν ἐγκαλοῦσι;
Φεῦ τῆς ἀνοίας· φεῦ τῆς τυφλώσεως. Ἔχεις ἱκανῶς ἐκ τῶν εἰρημένων ὑπὸ τοῦ σοφοῦ τὰ θεῖα Μαξίμου, ὅτι ἡ μὲν πρώτη εἴσοδος τὴν πρώτην διὰ σαρκὸς παρουσίαν εἰς τὸν κόσμον τοῦτον τοῦ Δεσπότου δηλοῖ· διὸ καὶ πρὸ αὐτῆς μὲν τὰ προφητικὰ ᾄσματα ᾄδονται, μετ’ αὐτὴν δὲ τὰ ἀποστολικὰ καὶ εὐαγγελικὰ λόγια ἀναγινώσκονται.
Ἡ δὲ δευτέρα εἴσοδος καὶ μεγάλη τὴν δευτέραν τοῦ Κυρίου παρουσίαν τυποῖ, καθ’ ἣν ἐνταῦθα πάλιν μετὰ δόξης παραγενόμενος ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκρούς, τοὺς ἀξίους μεθ’ ἑαυτοῦ συμπαραλαβὼν εἰς τὸν ὑπερουράνιον χῶρον, ἐκεῖ μετ’ αὐτῶν ἔσται διηνεκῶς, ἀποκαλύπτων τούτοις τὰ τελεώτερα καὶ θειότερα κατὰ τὸ φάσκον ῥητόν· Ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Εἴποι δ’ ἄν τις καὶ ἕτερον λόγον, ὅτιπερ ἡ μεγάλη εἴσοδος τὴν τοῦ Σωτῆρος ἡμῶν κηδείαν ὑποτυποῖ, καθ’ ἣν νεκρὸς ὑπὸ Ἰωσὴφ καὶ Νικοδήμου πρὸς τὸν τάφον φερόμενος, μετὰ μικρὸν ἐξανέστη καὶ τὸν κόσμον ἅπαντα πρὸς τὴν ἑαυτοῦ γνῶσιν ἐπέστρεψεν· οὕτω κἀνταῦθα φερόμενος ὁ ἱερὸς ἄρτος ἀτελὴς ἔτι καὶ οἷον νεκρός, μετὰ μικρὸν τῇ τοῦ ζωοποιοῦ Πνεύματος ἐνεργείᾳ ζωοῦται καὶ πρὸς αὐτὸ τὸ ζωοποιὸν σῶμα μετασκευάζεται.
Ταῦτά σοι ἐκ πολλῶν ὀλίγα πρὸς ἀποτροπὴν τῆς ἐκείνων ἀναισχυντίας ἔγραψα. Γίνωσκε δὲ ὅτι ὁ ὅρος τῆς ψευδοῦς συνόδου, μᾶλλον δὲ ἡ ματαία καινοφωνία, καθάπερ ἦν ἄξιον, οὐδαμῶς παρ’ οὐδενὸς προσεδέχθη· ἀλλὰ καὶ οἱ τούτῳ συνθέμενοι καὶ ὑπογράψαντες ὡς ἐναγεῖς καὶ προδόται τῆς ἀληθείας ὑπὸ πάντων μισοῦνται, καὶ οὐδεὶς αὐτοῖς οὐδέπω τῶν ἐνταῦθα συνελειτούργησε. Θεὸς δὲ ὁ πάντα δυνάμενος οἰκονομήσειε ταῦτα πρὸς τὸ συμφέρον καὶ διορθώσειε τὴν Ἐκκλησίαν αὑτοῦ, ἣν ἐξηγοράσατο τῷ ἰδίῳ αἵματι. Φύλασσε τὴν καλὴν παρακαταθήκην τῆς πίστεως, τὰς βεβήλους καινοφωνίας παντελῶς ἐκτρεπόμενος.
Ὁ Ἐφέσου Μάρκος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.