Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ὁμιλίαι ἐπὶ τῇ συνόδῳ τῆς ἐκκλησίας καὶ τῆς πόλεως

Μᾶρκος ὁ Εὐγενικός

Απόλυτος διαχωρισμός από τους ενωτικούς και οδηγίες περί της κηδείας

Ο Μάρκος ο Ευγενικός απαγορεύει κάθε συμμετοχή του πατριάρχη και των λατινοφρόνων στην κηδεία του, αρνούμενος ρητώς την εκκλησιαστική κοινωνία μαζί τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 2

[ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ ΤΟΥ Ε]ΦΕΣΟΥ Ἐπιτελεύτιοι ὁμιλίαι παρούσης τῆς τῶν ὀρθοδόξων συνάξεως καὶ πολλῶν τῆς συγκλήτου καὶ τῆς πολιτείας. Βούλομαι πλατύτερον τὴν ἐμὴν γνώμην εἰπεῖν εἴπερ ποτὲ καὶ νῦν ἐν τῷ ἐγγίζειν τὴν τελευτήν μου, ἵνα σύμφωνος ὦ ἐμαυτῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ μὴ δόξῃ τισὶν, ὅτι ἄλλα μὲν ἔλεγον, ἄλλα δὲ ἔκρυπτον ἐν τῇ διανοίᾳ, ἃ εἰκὸς ἦν ἐλεγχθῆναι τῇ ὥρᾳ ταύτῃ τῆς ἀναλύσεως. Λέγω δὲ περὶ τοῦ πατριάρχου, μήπως δόξῃ αὐτῷ προφάσει τάχα τιμῆς τῆς πρὸς ἐμὲ ἐν τῇ κηδείᾳ τοῦ ταπεινοῦ μου τούτου σώματος ἢ καὶ ἐν τοῖς μνημοσύνοις μου στεῖλαί τινας τῶν ἀρχιερέων αὐτοῦ ἢ τοῦ κλήρου αὐτοῦ ἢ ὅλως τῶν κοινωνούντων αὑτῷ τινα συνεύξασθαι ἢ συμφορέσαι τοῖς ἐκ τοῦ ἡμετέρου μέρους ἱερεῦσι τοῖς πρὸς τὰ τοιαῦτα προκληθεῖσι, δοξάσαι ὡς οἱῳδήποτε τρόπῳ προσίεμαι, κἂν ἐν τῷ κρυπτῷ, τὴν αὐτοῦ κοινωνίαν.

Καὶ ἵνα μὴ ἡ σιωπή μου συγκατάβασίν τινα ὑπονοῆσαι παρέξῃ τοῖς μὴ καλῶς καὶ εἰς βάθος εἰδόσι τὸν ἐμὸν σκοπὸν, λέγω καὶ διαμαρτύρομαι ἐνώπιον τῶν παρατυχόντων πολλῶν καὶ ἀξιολόγων ἀνδρῶν, ὡς οὔτε βούλομαι, οὔτε δέχομαι τὴν αὐτοῦ ἢ τὴν τῶν μετ’ αὐτοῦ κοινωνίαν τὸ παράπαν οὐδαμῶς οὔτε ἐπὶ τῆς ζωῆς μου, οὔτε μετὰ θάνατον, ὥσπερ οὐδὲ τὴν γεγονυῖαν ἕνωσιν καὶ τὰ δόγματα τὰ λατινικὰ, ἅπερ ἐδέξατο αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ, καὶ ὑπὲρ τοῦ δεφενδεύειν ταῦτα καὶ τὴν προστασίαν ταύτην ἐμνηστεύσατο ἐπὶ καταστροφῇ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων.

Πέπεισμαι γὰρ ἀκριβῶς, ὅτι ὅσον ἀποδιίσταμαι τούτου καὶ τῶν τοιούτων ἐγγίζω τῷ θεῷ καὶ πᾶσι τοῖς ἁγίοις, καὶ, ὥσπερ τούτων χωρίζομαι, οὕτως ἑνοῦμαι τῇ ἀληθείᾳ καὶ τοῖς ἁγίοις πατράσι, τοῖς θεολόγοις τῆς ἐκκλησίας, ὥσπερ αὖ πείθομαι τοὺς συντιθεμένους τούτοις ἀποδιίστασθαι τῆς ἀληθείας καὶ τῶν μακαρίων τῆς ἐκκλησίας διδασκάλων. Καὶ διὰ τοῦτο λέγω· ὥσπερ παρὰ πᾶσάν μου τὴν ζωὴν ἤμην κεχωρισμένος ἀπ’ αὐτῶν, οὕτω καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, καὶ ἔτι καὶ μετὰ τὴν ἐμὴν ἀποβίωσιν ἀποστρέφομαι τὴν αὐτῶν κοινωνίαν καὶ ἕνωσιν, καὶ ἐξορκῶν ἐντέλλομαι, ἵνα μηδεὶς ἐξ αὐτῶν προσεγγίσῃ ἢ ἐν τῇ ἐμῇ κηδείᾳ ἢ τοῖς μνημοσύνοις μου, ἀλλ’ οὐδὲ ἄλλου τινὸς τῶν τοῦ μέρους ἡμῶν, ὥστε συμφέρειν ἐπιχειρῆσαι καὶ συλλειτουργεῖν τοῖς ἡμετέροις.

Τοῦτο γάρ ἐστι τὸ τὰ ἄμικτα μίγνυσθαι. Δεῖ δὲ παντάπασιν ἐκείνους εἶναι κεχωρισμένους ἡμῶν, μέχρις ἂν δώῃ θεὸς τὴν καλὴν διόρθωσιν καὶ εἰρήνην τῆς ἐκκλησίας αὐτοῦ. Εἶτα πρὸς τὸν ἄρχοντα τὸν Σχολάριον ἀποστρέψας εἶπεν·