Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ὁμιλίαι ἐπὶ τῇ συνόδῳ τῆς ἐκκλησίας καὶ τῆς πόλεως

Μᾶρκος ὁ Εὐγενικός

Ανάθεση της προάσπισης της Ορθοδοξίας στον Γεώργιο Σχολάριο

Ο ιεράρχης επαινεί τη σοφία του Γεωργίου Σχολαρίου και τον προτρέπει να αναλάβει ως διάδοχός του τον αγώνα υπέρ των ορθών δογμάτων της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 2

Εἰσί τινες ὗλαι παρὰ τοῖς φιλοσόφοις, εἰ καὶ τῶν τοιούτων ἐγὼ ἤδη λήθην ἔσχον, ὅμως λέγω μέτριόν τι, ὅτι εἰσὶν ὗλαι ταῖς ἀναλογούσαις τῶν ὑποθέσεων ἐφαρμοζόμεναι, ἐν αἷς ἐστι καὶ ἡ τοῦ ἐνδεχομένου, καὶ ἔτι ἡ τοῦ ἐπὶ πλέον ἐνδεχομένου, ὅπερ ἐπὶ πλέον ἐνδεχόμενόν ἐστιν ἐγγὺς τοῦ ἀναγκαίου· τοῦτο προσήκει καὶ τῇ ὑποθέσει τῶν παρόντων λόγων. Λέγω δὲ περὶ τοῦ ἄρχοντος τοῦ Σχολαρίου, ὃν οἶδα ἐξ ἔτι πάνυ νέας τῆς ἡλικίας καὶ διάθεσιν καὶ ἀγάπην πολλὴν ἔχω εἰς αὐτὸν, καὶ ὡς ἐμὸν υἱὸν καὶ φίλον καὶ εἴ τι ἄλλο ἐνθυμηθείη τις σχέσεως καὶ ἀγάπης κινητικόν· ᾧ καὶ μέχρι τοῦ παρόντος ἀνακοινούμενος καὶ ὁμιλῶν ἔσχον ἀκριβῆ κατάληψιν περὶ αὐτοῦ οἵας ἐστὶ φρονήσεως καὶ σοφίας καὶ δυνάμεως ἐν λόγοις· καὶ ἐκ τούτων πιστεύω, ὅτι αὐτὸς μόνος ἐκ τῶν εὑρισκομένων κατὰ τὸν καιρὸν τοῦτον δύναται δοῦναι χεῖρα βοηθείας τῇ ὀρθῇ πίστει χειμαζομένῃ ταῖς βίαις τῶν παραφθειράντων τὴν τῶν δογμάτων ἀκρίβειαν, ὥστε τὴν ἐκκλησίαν διορθώσασθαι θεοῦ συναιρομένου καὶ τὴν ὀρθοδοξίαν κρατῦναι, μόνον εἰ μὴ θελήσῃ καὶ αὐτὸς γενέσθαι τοῦ καιροῦ καὶ τὸν λύχνον ὑπὸ τὸν μόδιον κρῦψαι.

Ἀλλ’ ἐγὼ θαρρῶ μὴ ἂν οὕτως αὐτὸν διατεθῆναι, μηδ’ οὕτω τῇ οἰκείᾳ ἀπειθῆσαι συνειδήσει, ὥστε τὴν ἐκκλησίαν κλυδωνιζομένην ὁρῶντα καὶ τὴν πίστιν σαλεύουσαν ἐπ’ ἀσθενοῦς, ἀνθρωπίνως λέγω, καὶ εἰδότα ἐπ’ αὐτῷ εἶναι βοηθῆσαι ταύτῃ, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ τὴν συμμαχίαν ἐργάσασθαι. Πάντως γὰρ οὐκ ἀγνοεῖ, σοφὸς ὢν, ὡς ἡ τῆς καθολικῆς πίστεως ἀνατροπὴ κοινή ἐστιν ἀπώλεια. Ἴσως δ’ ἐν τοῖς προλαβοῦσιν ἀρκοῦσαν συμμαχίαν ἡγούμενος τὴν ὑφ’ ἑτέρων τινῶν, καὶ μάλιστα τὴν ὑπ’ ἐμοῦ, οὐκ ἐφαίνετο καθαρῶς τῇ ἀληθείᾳ συμμαχῶν, ὑπό τινων ἀνακοπτόμενος τυχὸν λογισμῶν ἢ καὶ ἀνθρώπων. Ἀλλ’ ἐγὼ καὶ πρότερον μὲν οὐδὲν ἢ καὶ πάνυ σμικρὸν συνεισήνεγκα τῇ συμμαχίᾳ τῷ μήτ’ ἀνάλογον ἔχειν δύναμιν μήτε σπουδὴν, καὶ νῦν δὲ ἤδη εἰς τὸ μηδὲν ἥκω. Τοῦ δὲ μηδὲν ὄντος τί ἄλλο μηδαμινώτερον; Εἰ γοῦν ἐκ τοῦ ὅτι ἐδόξασεν ἴσως, ὅτι ἡμεῖς δυνάμεθά τι κατορθοῦν, αὐτὸς παρέλκον ἐνόμισεν ὅπερ δύναται ἕτερος πράττειν καὶ αὐτὸς μεταχειρίσασθαι, ὡς ἐκ τούτου ζημίαν.

ἐν ἄλλοις παθεῖν ἐπὶ μικρᾷ πάνυ τῇ ὠφελείᾳ, ὡς πολλάκις μοι ἐξηγήσατο καὶ συγγνώμην ᾐτήσατο, ἀλλὰ νῦν, ὅτε ἐγὼ μὲν ἤδη ἐντεῦθεν ἀπαλλάττω, ἄλλον δέ τινα οὐχ ὁρῶ κατ’ αὐτὸν τὸ εἰκὸς τῇ ἐκκλησίᾳ καὶ τῇ πίστει καὶ τοῖς δόγμασι τῆς ὀρθοδοξίας δυνάμενον ἐκπληρῶσαι ἀντ’ ἐμοῦ, διὰ τοῦτο ἀξιῶ αὐτὸν, ἵνα, καλοῦντος νῦν τοῦ καιροῦ, μᾶλλον δὲ κατεπείγοντος, τὸν ἐν αὐτῷ κεκρυμμένον τῆς εὐσεβείας σπινθῆρα ἀνακαλύψῃ καὶ συμμαχήσῃ τῇ ἐκκλησίᾳ καὶ τοῖς ὑγιαίνουσι δόγμασιν, ἵνα ὅπερ οὐκ ἠδυνήθην αὐτὸς ἐκτελέσαι κατορθώσῃ αὐτὸς τῇ τοῦ θεοῦ χάριτι καὶ συμμαχίᾳ. Δύναται γὰρ τοῦτο, τῇ χάριτι τοῦ θεοῦ ἔκ τε τῆς φυσικῆς αὐτοῦ φρονήσεως καὶ τῆς ἐν λόγοις δυνάμεως, εἰ θελήσει μόνον τούτοις ἐν δέοντι χρήσασθαι. Καὶ ἴσως μὲν ὀφείλει τοῦτο καὶ τῷ θεῷ καὶ τῇ πίστει καὶ τῇ ἐκκλησίᾳ ἀγωνίσασθαι πιστῶς καὶ καθαρῶς ὑπὲρ τῆς πίστεως. Ἀνατίθημι δ’ ὅμως καὶ αὐτὸς τὸν τοιοῦτον αὐτῷ ἀγῶνα, ἵνα ᾖ ἀντ’ ἐμοῦ πρόμαχος τῆς ἐκκλησίας καὶ τῆς ὑγιοῦς διδασκαλίας ὑφηγητὴς καὶ τῶν ὀρθῶν δογμάτων καὶ τῆς ἀληθείας ὑπέρμαχος, πεποιθὼς τῇ συμμαχίᾳ τοῦ θεοῦ καὶ τῇ ἀληθείᾳ αὐτῇ, περὶ ὧν οἱ ἀγῶνες, ὡς κοινωνῶν τούτων τοῖς ἁγίοις διδασκάλοις καὶ θεοφόροις πατράσι τοῖς μεγάλοις θεολόγοις, καὶ τοὺς μισθοὺς ἐνδεχόμενος παρὰ τοῦ δικαίου κριτοῦ τοῦ καὶ πάντας τοὺς ὑπὲρ εὐσεβείας ἀγωνισαμένους ἀνακηρύξαντος.

Ὥσπερ δὴ καὶ αὐτὸς ὀφείλει ὅσον οἷόν τε σπουδάσαι ὑπὲρ συστάσεως τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων, ὡς λόγον ὀφείλων ὑπὲρ τούτου ἐν ὥρᾳ κρίσεως θεῷ καὶ ἐμοὶ τῷ ταῦτα ἀναθεμένῳ αὐτῷ, τεθαρρηκότι ἴσως καρποφορήσειν τοὺς λόγους μου τούτους ὑπὲρ τὰ ἑκατὸν ὡς εἰς ἀγαθὴν γῆν καταβαλλομένους. Περὶ οὗ καὶ ἀποκριθήτω μοι, ἵνα λάβω τελείαν πληροφορίαν, τῆς παρούσης ζωῆς ἐξερχόμενος, καὶ μὴ ἀηδῶς ἀποβιώσω, ὡς ἀπεγνωκὼς τὴν τῆς ἐκκλησίας διόρθωσιν.