Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης

Μᾶρκος ὁ Εὐγενικός

Εισαγωγή και θεολογική θεώρηση της συμφοράς

Εισαγωγικός θρήνος για τη μοναδικότητα της απώλειας της πόλης, την προηγούμενη ευσέβειά της και την αναγκαία υποταγή στα ανεξερεύνητα κρίματα του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 5

ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ΜΟΝΩΔΙΑ ΕΠΙ ΤΗ ΑΛΩΣΕΙ ΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ Ὢ πικρᾶς ἀγγελείας, ὢ συμφορᾶς ἀπευκταίας, ὢ βαρυτάτου πάντων ὅσα ὁ χρόνος ἤνεγκε δυσπραγήματος. Ἑάλω Θεσσαλονίκη, φεῦ, καὶ ὑπέπεσε τοῖς ἐχθροῖς ἡ καλλίστη τῶν πόλεων, ὁ τῆς Δύσεως ὀφθαλμός, τῆς οἰκουμένης τὸ ἄγαλμα. Πῶς ἤνεγκεν ἰδεῖν ὁ ἥλιος τὸ τοσοῦτον κακόν; Πῶς οὐ συνέπεσεν ὁ οὐρανός; Πῶς οὐ διελύθη τὸ πᾶν; Ἐξῄρηται τῶν πόλεων ἡ ἀρχαιοτάτη ἀρετῇ καὶ πλούτῳ καὶ πᾶσι τοῖς ἀγαθοῖς. Ἀφῄρηνται χριστιανοὶ τὴν πρώτην ἢ μετ’ ὀλίγας τὸ τοῦ Χριστοῦ κήρυγμα καὶ ὑποδεξαμένην προθύμως, οἷα γῆν ἀγαθὴν ἀγαθὸν σπέρμα, καὶ κατασχοῦσαν καὶ διαθρέψασαν τὴν τοῦ Παύλου ξενοδόχον καὶ ἐρωμένην, ὑπὲρ ἧς αὐτῷ καὶ πρὸς ἣν ὁ πολὺς λόγος καὶ ἡ μεγάλη σπουδὴ καὶ οἱ συνεχεῖς κίνδυνοι. «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι» τὴν θυγατέρα Σιών; Μᾶλλον δὲ τίς μοι πηγὰς ἁπάσας καὶ ποταμοὺς εἰς δάκρυα μεταθήσει, τὸ ὑπερβάλλον τοῦ πάθους ἅμα δηλοῦντα καὶ τῆς ὀδύνης ἐπικουφίζοντα; Γίνεται γάρ τις ἐκ τῶν δακρύων οἷον διαπνοὴ τοῦ ἄχθους καὶ ὁ πρὶν οὐδ’ ἀναπνεῦσαι δυνάμενος, ἀποκλαυσάμενος ἐκουφίσθη καὶ «ῥάων ἑαυτοῦ γέγονεν». Ἀλλὰ τίς ἐνταῦθα χρόνος σβέσει τὴν ἀθυμίαν; Πόσα δάκρυα κενώσει τὸ ἄλγος; Τίνες λόγοι παραμυθούμενοι τῆς λύπης τι ὑφαιρήσουσι;

Τέθνηκέ τις τῷ νόμῳ τῆς φύσεως ἢ καὶ βιαίως, ἔστω δέ, εἰ βούλει, καὶ προστάτης πολλῶν καὶ ἄρχων, καὶ οὗτός γε ἀγαθὸς καὶ εὐεργετεῖν εἰδὼς καὶ πατρὸς οὐδὲν διαφέρων; Ἀλλ’ εἷς οὗτος καὶ ἐξ ἀνάγκης τῇ φύσει τὸ χρεὼν ἀποδεδωκὼς καὶ τάχα λιπὼν ἑαυτοῦ βελτίονα τὸ ἐκείνου ποιοῦντα.

Πρὸς δὲ καὶ αὐτὸ τὸ ἐκ μέσου παντάπασι γεγονέναι, κἂν ὀδυνηρὸν παραχρῆμα, τὸν χρόνον γοῦν ἐπίκουρον προσλαβὸν ἐς λήθην ἀπήγαγε τὸν ἀπελθόντα πολλάκις καὶ τὸ πάθος ἐξήλειψε. Τὰ δὲ νῦν τέθνηκε πόλις ὅλη, ζῶσα ὡς ἀληθῶς πρότερον καὶ ἐν χερσὶ τοῦ ζῶντος ἐζωγραφημένη Θεοῦ, καὶ τέθνηκε θάνατον οὐχ οἷον ἀποκρυβῆναι τῷ χρόνῳ καὶ τοῖς λειψάνοις συγκατωρύχθαι· μένει γὰρ τὰ ἐκείνης λείψανα καὶ πρόκειται τῷ ἡλίῳ καὶ καταπαίζεται τοῖς ἐχθροῖς, ἐπιτωθάζουσί τε καὶ ἐγγελῶσι· βέλτιον ἦν αὐτῇ σεισμῷ διαστῆναι τὴν γῆν ἢ πρηστῆρσι καταφλεγῆναι ἢ κατακλυσθῆναι ἐν ὕδασιν ἢ λοιμῷ παντάπασιν ἐκτριβῆναι, ὃ καὶ Δαυὶδ ὁ μέγας ηὔξατο πρῴην εἰς χεῖρας ἐμπεσεῖν Θεοῦ μᾶλλον ἑλόμενος ἢ τοῖς ἀσεβέσι προκεῖσθαι ἐπίχαρμα.

Τί τὸ τῆς Τροίας πάθος ὑπὸ Ἑλλήνων ἁλούσης; Τί τὸ Ἱερουσαλὴμ ὑπὸ πλειόνων τε καὶ πολλάκις τοῦτο παθούσης; Τί τὸ ἑτέρων σεισμῷ καὶ πυρὶ καὶ στάσεσι καὶ πολέμοις ἀπολομένων πρὸς τὰ παρόντα δεινά; Κἂν αἱ τραγῳδίαι τοῦ πάθους ἡττήθησαν.

Κἂν οἱ προφῆται τὴν συμφορὰν ὀδυρόμενοι τῆς κατοχῆς ἐπεσχέθησαν· αἱ μὲν γὰρ εἶχον ἀναφέρειν τὰ γεγονότα πρὸς ἁμαρτίας μεγάλας καὶ προσεχεῖς, ὧν ἡ μνήμη τοὺς λυπηροὺς λογισμοὺς ἐκκρούειν οἶδε, τὸ μὴ ἀδίκως παθεῖν ὑποβάλλουσα· τῇ δέ, ἄρα τί τοσοῦτον ἡμάρτηται; Τίς αὐτῇ πονηρὸς δαίμων ἐβάσκηνε τῆς εὐδαιμονίας; Τίς ἐς τοσοῦτον ἠρμένην καὶ μικροῦ τῶν νεφελῶν παραψαύουσαν, ἐς τοσοῦτον βάραθρον ὦσε κατενεγκών; Οὐ τῇ εὐσεβείᾳ διαφέρουσα τῶν ἄλλων ὑπῆρχε, πάσης αἱρετικῆς ἀπείρατος λύμης εἰς δεῦρο καὶ τὴν Παύλου παρακαταθήκην ἐπακριβῶς διασώζουσα; Οὐ τὴν εἰς τὰ θεῖα τιμὴν καὶ αἰδῶ καὶ τοὺς ἱεροὺς ἄνδρας, ὅσοι τε τοῦ ἱερατικοῦ καὶ ὅσοι μοναχικοῦ καταλόγου, καὶ τοὺς οἰκείους ποιμένας μάλιστα μηδεμιᾷ τῶν πρωτείων παραχωροῦσα; Τί δὲ οὐκ εὐλαβείας αὐτῇ ἔμελε καὶ ἀρετῆς ἁπάσης καὶ ἀνδράσιν ἁγίοις ἐκόμα καὶ Θεῷ φίλοις; Οὐ λέγω τοὺς πάλαι καὶ ἐκ μακρῶν τῶν χρόνων, ὧν καὶ τὰ λείψανα καὶ οἱ τάφοι θαυμάτων πηγαὶ καὶ μύρων καὶ ἰαμάτων, καὶ τὰ ὀνόματα μόνα μεγάλα δύναται πρὸς ὠφέλειαν, ἀλλὰ καὶ τοὺς ἄχρι νῦν περιόντας. Οὐ τῷ μεγάλῳ μάρτυρι, τῷ ἑαυτῆς γεννήματι καὶ προστάτῃ καὶ πολιούχῳ τοσοῦτον ἐθάρρει, τῇ πείρᾳ μαθοῦσα πολλάκις τὴν αὐτοῦ δύναμιν, ὡς μὴ ὅτι προστασίας ἑτέρας οὐδέν τι δεῖσθαι νομίζειν, ἀλλὰ καὶ ἄλλων δι’ αὐτοῦ προστατεῖν δύνασθαι;

Ὢ πόσους τῷ Θεῷ παρέστησε σεσωσμένους ἡ νῦν ἀπωλείᾳ παραδοθεῖσα;

Πόσα τῶν ἑαυτῆς τέκνων τῇ ἄνω Ἱερουσαλὴν προέπεμψε, τῇ ἀληθινῇ πατρίδι τῶν σῳζωμένων, ἡ νῦν διεσπαρμένη καὶ ἐρριμμένη; Πόσους αἰχμαλώτους ἐρρύσατο, πανταχόθεν εἰς αὐτὴν καταφεύγοντας, ἡ νῦν ἀνηλεῶς ἐκτριβεῖσα; Καλά γε αὐτῇ τὰ τῆς εὐσεβείας ἐπίχειρα καὶ πρέπουσαι τῶν ὑπὲρ ἀρετῆς πόνων αἱ ἀντιδόσεις. Ἐξέστην, ἀδελφοί, τῶν ὑγιῶν λογισμῶν καὶ παρηνέχθην ἑτέρωσε τῶν ἀρρήτων τοῦ Θεοῦ κριμάτων ἐπιβατεῦσαι τολμήσας, οἷς ὁ προσβλέπειν ἐπιχειρῶν ὅμοιόν τι πάσχει τῷ πρὸς τὸν ἥλιον ἀτενὲς ἐνορῶντι καὶ ὁ διερευνᾶσθαι τολμῶν τῷ καθ’ ὑδάτων ἀπείρων χορεύοντι. Θαυμαστὸν δὲ οὐδὲν εἰ καὶ μανείη τις ἐς τὸ παντελὲς ἐπὶ τοιαύτῃ πάθους ὑπερβολῇ.