Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης

Μᾶρκος ὁ Εὐγενικός

Προσφώνηση στον πολιούχο άγιο και εσχατολογικός θρήνος

Ερωτήματα προς τον Άγιο Δημήτριο για την απουσία της προστασίας του, αναφορά στη διαπόμπευση των αιχμαλώτων και εσχατολογικοί προβληματισμοί για την ερήμωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 5

Σὺ δέ, ὦ μέγιστε τοῦ Χριστοῦ μάρτυς Δημήτριε, ποῦ ποτε ἆρα ἦσθα τοιαῦτα πασχούσης τῆς σῆς πόλεως; Πῶς ὁ τοσαῦτα τρόπαια στήσας κατὰ βαρβάρων, ἡνίκα δέος ταύτης ὑπερμαχεῖν, ὁ πολλοὺς μὲν ἐκείνων τῶν αἱμοβόρων αὐτοχειρίᾳ καὶ ἀνελών, πολλοῖς δὲ τὸ δόρυ φοβερὸν ἐπισείσας καὶ κατὰ κράτος ἐλάσας, οὕτω νῦν εὑρέθης ὑπνῶν καὶ τὸ παράπαν αὐτοῖς ἀνεπιστρόφως ἔχων; ἵνα τί μὴ τὰ τροφεῖα ᾐδέσθης; ἵνα τί μὴ τοῦ ἀγῶνος τὸν τόπον ἠλέησας; ἵνα τί μὴ τῷ θείῳ ναῷ καὶ τῷ μυροβλύτῃ τάφῳ τὴν ἀσυλίαν ἐφύλαξας; Τί τὴν περὶ σὲ σπουδὴν καὶ εὐσέβειαν οὐκ ἠμείψω τῇ προστασίᾳ;

Καὶ μὴν αὐτοῖς ἀνὰ στόμα διὰ παντὸς ὁ μέγας Δημήτριος καὶ ὑπὲρ τὸ ἐν ῥησὶ πνεῦμα καὶ ὑπὲρ τὴν ἐν καρδίᾳ ζωὴν συνεχὴς ἡ σὴ μνήμη· καὶ μετὰ τὸν Σωτῆρα σωτήρ, καὶ μετὰ τὸ κόσμου καθάρσιον αἷμα τὸ σόν. Τί οὖν ταῦτα καὶ πόθεν; Ἀλλ’ ἀπέλιπες αὐτοὺς δηλονότι πολλῷ πρότερον καὶ τὴν οἰκείαν μακαριότητα καταλαβὼν ἐν αὐτῇ διῆγες, τῶν ἀνθρωπίνων ἁπάντων ἠμεληκώς· οὐ γὰρ ἔφερες εἶναι παρ’ οἷς τὸ καλὸν κακῶν συμμιγές, ἐνὸν ἀπολαύειν ἀμέσως τοῦ ἀκηράτου καλοῦ καὶ τῆς θείας δόξης εἰς τὸ διηνεκὲς ἐντρυφεῖν. Οὕτω δὴ τῆς σῆς προστασίας ἀποληφθεῖσι, ξυνηνέχθη παθεῖν ἅπερ ἔπαθον. Αἰσθάνομαι μὲν οὖν ἀηδῆ ποιῶν τοῖς πολλοῖς εἰ ἃ μήτ’ ἰδεῖν ηὔχοντο μήτε παθεῖν αὐτὸς ἀναξαίνω τῇ μνήμῃ καὶ προτίθημι τῷ λόγῳ πρὸ ὀφθαλμῶν καὶ στηλογραφῶ τοῖς ἐπιοῦσιν εἰς ἔνδειξιν.

Ἀλλὰ τίς φειδὼ ῥημάτων, ὧν τὴν πεῖραν δι’ ἔργων ἐγνώκαμεν; Τί τοὺς λόγους ἀποκρυψόμεθα, τὰ πράγματα βλέποντες; Ψυχρὰν τῇ καλλίστη πόλει καταθήσομεν χάριν, εἰ σιωπήσομεν αἰδεσθέντες ἃ τῇ οἰκουμένῃ πάσῃ κατάδειλα πρόκειται. Περιάγεται πρεσβύτης σεμνός, καὶ οὗτός γε μοναχός, ἔστι δ’ ὅπου καὶ ἱερεύς, ὑπὸ ἁλύσει βαρείᾳ καὶ χειροπέδαις συνδεδεμένος ὅτῳ ποτὲ ἔτυχε, καὶ περιάγεται καταπτύστῳ καὶ κορυζῶντι Ἰσμαηλίτῃ μηδὲ δυοῖν ὀβολοῖν ἀξίῳ, τὴν ἑαυτοῦ τιμὴν πολυτάλαντον προσαιτῶν.

Ὁ μὲν ἐν αὐτοῖς Μακεδόσι πιπράσκεται, ὁ δὲ εἰς Τριβαλλοὺς ἐκτοπίζεται. Ὁ δὲ εἰς Θρᾴκην μεταχωρεῖ, τοῖς ἄγουσιν ἐφεπόμενος, καὶ ὁ μὲν εἰς Ἀσίαν διαπερᾷ δουλεύσων, ὁ δ’ εἰς Βιθυνίαν διὰ τοῦ βασιλεύοντος ἄστεος· τοὺς γὰρ πολλοὺς καὶ θεατρίσαντες μόνον εἰς ἡμετέραν αἰσχύνην, εἶτα λαβόντες ἀπίασιν. Τὰ δ’ αὐτὰ καὶ γυναῖκες πάσχουσι, μάλιστα τῶν εὐγενῶν ποτε καὶ πλουσίων, ὑπ’ ἀγενοῦς εἰ τύχοι καὶ τριδούλου βαρβάρου. Παπαῖ τοῦ μεγέθους τῶν συμφορῶν, εἰς οἷον ἄρα τὰ χριστιανῶν πράγματα τέλος ἐλήλακεν. Οὐκέτι κατέχειν ἑαυτοὺς οἱ φόνιοι θῆρες ἐθέλουσιν, ἀλλ’ ἐξᾶραι ἅπαν τὸ γένος διανοοῦνται καὶ μόνοι τῶν ἐπὶ γῆς ἁπάντων ἐγκρατεῖς καταστῆναι, τάχα δὲ δὴ τοῦτο καὶ ἰσχύσουσιν· οὐ γὰρ καλῶς ἔχουσιν ἡμῖν καὶ τοῖς ἡμετέροις ὁ ἀντίχριστος ἐπιστήσεται καὶ τὸν ἑαυτοῦ ζυγὸν ἐπιθήσει, προσδόκιμος ἤδη γε ὤν, ἐκνενευρισμένοις δὲ καὶ δεδουλωμένοις, ἵνα δὴ τῶν ἡμετέρων ἀρχόντων πολὺ πρότερον ἄρξῃ καὶ βουλομένων.

Ὤ μοι Θεσσαλονίκης, ἣ πρὸ μικροῦ μὲν ἀνεῖχε τῆς οἰκουμένης. Τοῦτο ἐν πόλεσιν οὖσα ὅπερ ἑωσφόρος ἐν ἄστρασιν. Ἐν καλλίστῳ μὲν κειμένη τῆς Εὐρώπης ἁπάσης, κάλλους δ’ εἵνεκα καὶ μεγέθους καὶ ῥώμης καὶ ἀσφαλείας, ἀέρος τε κράσεως καὶ ὡρῶν ὠφελείας μόλις που μιᾷ καὶ δευτέρᾳ τῶν πρωτείων ἀμφισβητεῖν ἐφιεῖσα. Κύκλῳ μὲν ποταμοῖς καὶ ἕλεσι καὶ λειμῶσι καὶ ἄλσεσι δορυφορουμένη καὶ τῇ διὰ πάντων «εὐφυΐᾳ καὶ ὥρᾳ» καὶ θαλάσσῃ πασῶν ἡμερωτάτη προσκεχρημένη καὶ τὰς ἀπ’ αὐτῶν ὠφελείας ἔν τε ἀναγκαίοις καὶ περιττοῖς διαρκῶς ἔχουσα. Τῇ δὲ ὄντως ἀνθρώπου φορᾷ καὶ τῷ πάντων ἀρίστους καὶ τελεωτάτους τοὺς ἐξ αὐτῆς εἶναι πάσας ἑξῆς ὑπερβάλλουσα. Ποῦ ποτε ἦν εὑρεῖν ἐκείνων εὐσεβεστέρους καὶ περὶ τὰ θεῖα μᾶλλον θερμούς; Ποῦ δὲ ἄρα συνετωτέρους καὶ περὶ τὸ λέγειν οὕτως εὖ πεφυκότας, ὡς ἀφώνους ἂν νομισθῆναι τοὺς εἰς ἅμιλλαν λόγων αὐτοῖς ἐλθόντας;

Ποῦ δὲ ἀρετῆς ἐπιμελεστέρους καὶ ἐλέους μᾶλλον φροντίζοντας; Ὤ μοι τοῦ τῶν λόγων ἐδάφους, τοῦ τῶν ἀγαθῶν πρυτανείου, τῆς τῶν ἁγίων πατρίδος, τῆς τῶν θαυμάτων πηγῆς, τῆς τῶν μύρων προχοῆς, τοῦ κοινοῦ χριστιανῶν ἐρύματος. Οἴχεται πάντα ἐκεῖνα, διερρύηκεν, ἐξημαύρωται καὶ ὡς ὄναρ παρῆλθε καὶ ὡς φάσμα ἀπέπτη καὶ ὡς σκιὰ διελύθη καὶ ὡς μὴ ὄντα διέπεσεν. Ὢ ναῶν ἐκείνων σεσυλημένων, τῶν ὀνομαστῶν ἐπὶ μεγέθει καὶ κάλλει.

Ὢ θυσιαστηρίων κατεστραμμένων. Ὢ μονῶν ἱερῶν καὶ σεμνείων ἐξῳκισμένων. Ὢ δεινῆς ἐρημίας κατασχούσης τὴν πόλιν. Ἐρημίας μὲν ἀγαθοῦ παντός, εὐπορίας δέ γε τῶν ἐναντίων. Κραυγὴ πάντα ἐκεῖνα καὶ μιαρία βαρβαρικὴ καὶ «λῃστῶν σπήλαιον» καὶ χειὰ δρακόντων καὶ δαιμόνων πονηρῶν ἐνδιαίτημα.

Μηκέτι νομίζωμεν, ἀδελφοί, τοῖς δυσὶν ὀφθαλμοῖς ὁρᾶν, ἀλλ’ ἐκκεκόφθαι τὸν ἕτερον. Μηκέτι δυσὶ βαδίζειν ποσίν, ἀλλὰ πεπηρῶσθαι θατέρῳ. Πάντα ἡμῖν μεμόνωται καὶ τοῦ λοιποῦ κλαίειν ἀνάγκη παντὶ τῷ χρόνῳ τὴν συμφορὰν οὕτω χαλεπῶς ἠκρωτηριασμένους.