Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης

Μᾶρκος ὁ Εὐγενικός

Πνευματικά αίτια της πτώσης και προτροπές ανασυγκρότησης

Ανάδειξη της πνευματικής ραθυμίας ως κύριας αιτίας της αλώσεως, έκκληση για πνευματική κάθαρση, οχύρωση των τειχών και αλληλεγγύη προς τους αιχμαλώτους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 5

Τοῦτο ἦν ἡ Θεσσαλονίκη, τῇ μεγάλῃ πόλει συνεζευγμένη καὶ τοῦτ’ αὐτὴν ἐζημίωσεν ἀπογενομένη. Τί οὖν; Ἄχρι τούτου τὸν λόγον στήσομεν καὶ ἐφ’ ἱκανὸν θρηνήσαντες ἄπιμεν, ἵνα δὴ καὶ τὸν ἐπὶ τούτοις νόμον μὴ ὑπερβαίνειν δοκῶμεν; Ἀλλ’ οὔτε τῷ ἡμετέρῳ σχήματι τοῦτο προσῆκον, οὔθ’ ὑμῖν ἴσως ἀποδοχῆς ἄξιον. Ζητήσωμεν τοιγαροῦν πρὸς τοῖς εἰρημένοις ὅθεν τὸ τοσοῦτον κακὸν καὶ τίς ἡ αἰτία τῆς τοσαύτης ἐγκαταλείψεως. Ῥαθυμίαν «φαίνη ἂν ἔγωγε συνελὼν» καὶ τῶν καθηκόντων ἀμέλεια· καὶ σκοπεῖτε ὡς οὐκ ἀλόγως· αὕτη γὰρ ἐν μὲν ψυχαῖς ἁμαρτίας, ἐν δὲ σώμασι νόσους, ἐν δὲ πόλεσιν ἁλώσεις καὶ ἀνδραποδισμοὺς ἐμποιεῖν εἴωθεν.

Αὕτη καὶ τῆς ἀβουλίας αἰτία παντὸς μᾶλλον ἑτέρου καὶ τοῦ κακῶς βουλεύεσθαι καὶ τοῦ βουλευσαμένου καλῶς, εἶτα μὴ εἰς ἔργον ἀγαγεῖν τὰ βεβουλευμένα· καὶ μὴν ἐπὶ τῶν ἔργων αὐτῶν αὕτη διαφθείρειν αὐτὰ καὶ κολούειν οἶδεν ἢ μὴ συγχωροῦσα πέρας λαβεῖν ἢ πεπερασμένα τοῦ μηδενὸς ἄξια καθιστᾶσαι. Τοιοῦτον δή τι καὶ τὸ ἐκείνης πάθος τῆς πόλεως γέγονεν, ὅπερ ἁμαρτιῶν συνδρομή, δυσβουλίαν τε καὶ ἀμέλειαν προλαβοῦσα, ὧν ἁπάντων ἡ ῥαθυμία πρόξενος. Οὕτως αὐτὴν κατεβάπτισε.

Τὸ μὲν οὖν εὐθύνειν τὰ γεγονότα καὶ διερευνᾶσθαι θείων κριμάτων λόγους, ὅπως ὁ Θεὸς τῶν ἑαυτοῦ ἁγίων καὶ ἱερῶν οὐκ ἐφείσατο καὶ τοσοῦτον εὐσεβὲς εἰς δουλείαν παραδέδωκε πλῆθος ἀσεβέσιν ἀνθρώποις καὶ ἁπάντων μοχθηροτάτοις, ὀρθὰ φρονοῦντες ἐῶμεν· οὐδὲ γὰρ οἱ προφῆται, τοῖς Ἰουδαίοις παρόντες ὅμοια πάσχουσι, τὸν Θεὸν εὐθύνειν ἐτόλμων, καὶ ταῦτα ὄντες προφῆται.

Ἃ δὲ ἡμῖν καὶ πρὸς παραμυθίαν ἔσται τῶν γεγονότων καὶ πρὸς τὴν ἡμῶν αὐτῶν φυλακήν, ἂν ἐθέλωμεν, ταῦτα καὶ ἀλλήλοις διαλεγώμεθα καὶ ποιῶμεν· καὶ καθάπερ οἱ ἰατροὶ τὴν τοῦ κακοῦ ῥίζαν καὶ ἀφορμὴν ἀνελόντες ἢ γεγονὸς τὸ νόσημα συνεξέκοψαν, εἰ μήπω προεφυλάξαντο, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμῖν ὁμόσε τῇ τῶν κακῶν ἀρχηγῷ τῇ ῥαθυμίᾳ ἰτέον καὶ διπλοῖς οὖσι διπλῆν τὴν θεραπείαν ἐπιδεικτέον, τὰ μὲν τῆς ψυχῆς ἐπιμελομένοις ὅπως ὡς μάλιστα τὸν ἀνθρώπῳ πρέποντα καὶ Θεῷ φίλον βιῴη βίον ἀπορριψαμένη τὰς ἀρχαίας κηλῖδας, τὰ δὲ τῶν πολιτικῶν πραγμάτων ὅπως ἀκινδυνώτατά τε καὶ ἀσφαλέστατα ἔχοιεν. Ἔστι δὲ τούτων τὸ πλεῖστον μέρος, ὡς ἔγωγε οἶμαι, μᾶλλον δὲ καὶ τὸ πᾶν, ἐν τοῖς τῆς πόλεως τείχεσι· πρὸς γὰρ τὴν τῶν ἐχθρῶν δύναμιν οὕτως ἀνυπόστατον γενομένην, οὐδενὶ τῶν ἁπάντων ἡμῶν ὑπάρξει διαγωνίσασθαι τοῦ καιροῦ καλοῦντος, ὅτι μὴ τῇ τούτων ὀχυρότητι σὺν Θεῷ πιστεύοντας.

Τοῦτο τοίνυν ἅπαντες μὲν συνορῶσι, συντελοῦσι δ’ οὐδὲν μᾶλλον· ἀλλ’ οὕτως ἐσμὲν ἀνόητοι καὶ τῶν κοινῇ πᾶσιν ἐγνωσμένων ἀνεπιγνώμονες, ὥστ’ οἴεσθαι δεῖν ἕκαστος τὰ αὐτοῦ πράττειν μᾶλλον ἐν οὕτω χαλεποῖς τοῖς καιροῖς ἢ τοῦ κοινῇ συμφέροντος προνοεῖν· καὶ ὁ μέν τις ἡμῶν ἐμπορίᾳ προστέτηκε καὶ τὸν πλοῦτον αὔξει σπουδαῖς ἁπάσαις, ὁ δὲ ἀναλώμασι ματαίοις ἐνασχολεῖται ἢ οἰκοδομῶν φιλοτίμως, οὐ κατὰ χρείαν, ἢ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος καὶ πολυτελεῖς τινας κόσμους αὐταῖς συντιθείς. Τίσιν οἰκοδομήσομεν, εἰπέ μοι, ἢ θησαυρίσομεν, τῶν τειχῶν τῆς πόλεως οὕτω πολλαχόθεν διερρωγότων;

Μέχρι πότε ἀνακεισόμεθα; Μέχρις ἂν καὶ ἡμῶν ὑπὲρ κεφαλῆς ἐπιστῇ τὸ δεινόν; «Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος», τοῖς τῶν ἄλλων κακοῖς παιδευόμεθα. Φασί ποτε τὰς γυναῖκας ἐπὶ πολλῶν ἔργων ἱερῶν τε καὶ δημοσίων οὕτω δή τι μεγαλοψύχως καὶ φιλοτίμως τὸν ἑαυτῶν κόσμον ἅπαντα συνεισενεγκεῖν, ὡς ἐξ αὐτοῦ μόνου τὸ ἔργον συντελεσθῆναι κἀκείναις ὄνομα μέγα περιγενέσθαι. Τί δὴ οὖν τούτου κάλλιον ἔργον ὑμῖν, ὦ γυναῖκες, ἱερόν τε ὁμοῦ καὶ δημόσιον; Οὐ πάντα μὲν ἱερὰ περιέχει, πάντας δὲ οἴκους ἰδιωτικούς τε καὶ δημοσίους ἐμπεριείληφεν;

Τί οὐκ ἐκείναις μιμεῖσθε, καιρὸν ἔχουσαι, ἢ τὰ αὐτὰ ταῖς Θετταλαῖς παθεῖν ἀναμένετε καὶ τῇ πείρᾳ μαθεῖν ὅσον δεινὸν ὑστεροβουλία καὶ τὸ μὴ τοῖς προειληφόσιν ὑποδείγμασι σωφρονίζεσθαι; Μόλις ἂν εἰ καὶ τοῖς χιτῶσιν ἐξεφορεῖτε τὸν χοῦν, ὃ λέγονταί τινες Ἰουδαίων γυναῖκες ποιῆσαι, μέγα τι ποιεῖν ᾤεσθε. «Τάδε λέγει Κύριος», Ἠσαΐας φησὶν ὁ μέγας ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών, «ἀνθ’ ὧν ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι», δώσω αἰσχύνην εἰς τὴν δόξαν αὐτῶν καὶ ὅσα ἑξῆς, ἃ λέγειν μὲν ἐπαχθὲς ἴσως, αὐτῇ δὲ πείρᾳ πολλαὶ καὶ νῦν μεμαθήκασι.

Τί δὲ ὑμεῖς οἱ μηδὲν ἔχοντες ἢ μηδὲν ἔχειν δοκοῦντες, «λέγω δὲ τοὺς καθ’ ἡμᾶς ναζιραίους» καὶ ὅσοις ἐκ τῶν χειρῶν ὁ βίος καὶ ἐπιδεὴς ἡ χορηγία τῶν ἀναγκαίων; Εἰσὶ καὶ ὑμῖν χεῖρες καὶ γούνατα καὶ ἰσχὺς τοῖς πολλοῖς ἐπὶ στοιβαροῖσι μέλεσι. Τούτοις εἰς καλὸν κεχρημένοι πολλοῦ τινος ἄξιοι τῇ πατρίδι καὶ τῷ Θεῷ καὶ ὑμῖν αὐτοῖς ἔσεσθε. Δεῦρο δὴ οὖν ἅπαντες ὅλῃ ψυχῇ, μιᾷ γνώμῃ τοῦ προκειμένου γενώμεθα. Πάντες αὐτόκλητοι καὶ αὐτοκέλευστοι πρὸς τὸ ἔργον ἴωμεν· οὐχ ἧττον εὐσεβήσομεν καὶ ὠφελησόμεθα τῶν ἐπὶ Μωυσέως ποτὲ συντελούντων εἰς τὴν παλαιὰν ἐκείνην σκηνήν. Οἴδατε τοὺς εὐσεβεῖς ἡμῶν βασιλεῖς ὅσῃ προθυμίᾳ περὶ τὸ ὑμέτερον ἀσφαλές εἰσι κεχρημένοι. Μὴ οὖν ἀρξάμενοι εἶτα μαλακισθέντες ἐνδῶμεν ἀγαθῶν ἐλπίσι δελεασθέντες· «ἀρχὴ μὲν γὰρ ἥμισυ παντὸς» εἴρηταί τε καὶ ἀληθὴς ὁ λόγος. Ἀλλ’ ἀρχὴ πρὸς τέλος ὁρῶσα καὶ τῶν ἑξῆς ἐχομένη. Τὸ δ’ ἀρξάμενον εἶτα παρεῖναι, χεῖρον ἢ μηδὲ ἄρξασθαι.

Ταῦτα καὶ ὑμῖν εἰδόσι καὶ βουλομένοις, ἤδη δὲ καὶ ποιοῦσιν, οἷόν τινα παρακλητικὰ προσέθηκα· καὶ ταῦτ’ ἐπειδὴ μηδὲν ἕτερον εἶχον εἰσενεγκεῖν τῇ πατρίδι, καθάπερ οὖν οὐδὲ Θεσσαλονίκῃ κειμένῃ τοῦ θρήνου χωρίς, ὃς εἰ καὶ μὴ ἀξίως, ἀλλά γε πρὸς δύναμιν εἴρηται· τὸ γὰρ ἀξίως εἰπεῖν ἐκείνης οὔτε ζώσης ὑπῆρξεν εἰς ἔπαινον οὐδενὶ τῶν ἁπάντων οὔτ’ ἀπογενομένης εἰς θρῆνον. Ὑμεῖς δὲ κἀκείνη δότε τὴν χεῖρα τὸ εἰς ὑμᾶς ἧκον, χρηστοὶ φανέντες τοῖς ἐκεῖθεν ἀπαγομένοις καὶ ταύτην ἑστῶσαν ἅπασι τρόποις ὡς ἔχει φυλάξατε.