Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος πρὸς Εὐγένιον τὸν πάπαν τέταρτον

Μᾶρκος ὁ Εὐγενικός

Προσφώνηση και προσευχή για την ενότητα των Εκκλησιών

Εισαγωγικοί λόγοι προς τον πάπα Ευγένιο, αναφορά στην άφιξη της ανατολικής αντιπροσωπείας και δέηση προς τον Χριστό για την αποκατάσταση της ενότητας και την άρση της διαιρέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 3

☩ Τῼ ΜΑΚΑΡΙΩΤΑΤῼ ΠΑΠᾼ ΤΗΣ ΠΡΕΣΒΥΤΕΡΑΣ ΡΩΜΗΣ ΜΑΡΚΟΣ ἘΠΙΣΚΟΠΟΣ ΤΗΣ ἘΝ ἘΦΕΣῼ ΤΩΝ ΠΙΣΤΩΝ ΠΑΡΟΙΚΙΑΣ. ☩ Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια· σήμερον αἱ νοηταὶ ἀκτῖνες τοῦ τῆς εἰρήνης ἡλίου τῇ οἰκουμένῃ πάσῃ προανατέλλουσι· σήμερον τὰ τοῦ Δεσποτικοῦ σώματος μέλη, πολλοῖς πρότερον χρόνοις διεσπασμένα τε καὶ διερρηγμένα, πρὸς τὴν ἀλλήλων ἐπείγεται ἕνωσιν· οὐ γὰρ ἀνέχεται ἡ κεφαλὴ Χριστὸς ὁ Θεὸς ἐφεστάναι διῃρημένῳ τῷ σώματι, οὐδὲ τὸν τῆς ἀγάπης δεσμὸν ἐξ ἡμῶν ἀνῃρῆσθαι παντάπασιν ἡ ἀγάπη βούλεται. Διὰ τοῦτο ἐξήγειρε σὲ τὸν τῶν ἱερέων αὐτοῦ πρωτεύοντα πρὸς τὴν ἡμετέραν ταυτηνὶ κλῆσιν, καὶ τὸν εὐσεβέστατον ἡμῶν βασιλέα πρὸς τὴν σὴν ὑπακοὴν διανέστησε, καὶ τὸν ἁγιώτατον ἡμῶν ποιμένα καὶ πατριάρχην γήρως ἐπιλαθέσθαι καὶ ἀσθενείας μακρᾶς παρεσκεύασε, καὶ ἡμᾶς τοὺς ὑπ’ αὐτὸν ποιμένας ἁπανταχόθεν συνήθροισε καὶ μακρᾶς ὁδοῦ καὶ πελάγους καὶ κινδύνων ἑτέρων κατατολμῆσαι πεποίηκεν. Ἆρ’ οὐ προφανῶς ταῦτα Θεοῦ δυνάμει καὶ κρίσει γεγένηται, καὶ τὸ πέρας ὁποῖον ἔσται καλὸν καὶ Θεῷ φίλον, ἐντεῦθεν ἤδη προοιμιάζεται;

Δεῦρο δὴ οὖν, ἁγιώτατε πάτερ, ὑπόδεξαι τὰ σὰ τέκνα μακρόθεν ἐξ ἀνατολῶν ἥκοντα· περίπτυξαι τοὺς ἐκ μακροῦ διεστῶτας τοῦ χρόνου, πρὸς τὰς σὰς καταφυγόντας ἀγκάλας· θεράπευσον τοὺς σκανδαλισθέντας· ἅπαν σκῶλον καὶ πρόσκομμα τῆς εἰρήνης κωλυτικὸν ἐκ μέσου γενέσθαι κέλευσον· εἰπὲ καὶ αὐτὸς τοῖς σοῖς ἀγγέλοις ὡς τοῦ Θεοῦ μιμητής· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε.

Μέχρι τίνος οἱ τοῦ αὐτοῦ Χριστοῦ καὶ τῆς αὐτῆς πίστεως βάλλομεν ἀλλήλους καὶ κατατέμνομεν; Μέχρι τίνος οἱ τῆς αὐτῆς Τριάδος προσκυνηταὶ δάκνομεν ἀλλήλους καὶ κατεσθίομεν, ἕως ἂν ὑπ’ ἀλλήλων ἀναλωθῶμεν καὶ ὑπὸ τῶν ἔξωθεν ἐχθρῶν εἰς τὸ μὴ εἶναι χωρήσωμεν;

Μὴ γένοιτο τοῦτο, Χριστὲ βασιλεῦ, μηδὲ νικήσῃ τὴν σὴν ἀγαθότητα τῶν ἡμετέρων ἁμαρτιῶν ἡ πληθύς· ἀλλ’ ὥσπερ ἐν τοῖς πρότερον χρόνοις, ὅτε τὴν κακίαν εἶδες ὑπερταθεῖσαν καὶ ἐπὶ μέγα χωρήσασαν, διὰ σαυτοῦ καὶ τῶν σῶν ἀποστόλων ἀνέστειλας αὐτὴν τῆς πρόσω φορᾶς καὶ πρὸς τὴν σὴν ἐπίγνωσιν ἐπέστρεψας ἅπαντας, οὕτω καὶ νῦν διὰ τῶν σῶν τουτωνὶ θεραπόντων, οἳ μηδὲν τῆς σῆς ἀγάπης προὐργιαίτερον ἔθεντο, σύναψον ἡμᾶς ἀλλήλοις καὶ σεαυτῷ, καὶ τὴν εὐχὴν ἐκείνην ἐπιτελῆ ποίησον, ἣν ἡνίκα πρὸς τὸ πάθος ἀπῄεις εὐχόμενος ἔλεγες· Δὸς αὐτοῖς ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Ὁρᾷς, Κύριε, τὴν διασπορὰν ἡμῶν ὡς ἐλεεινή, καὶ ὡς οἱ μὲν αὐτονομίᾳ καὶ αὐθαδείᾳ συνεθισθέντες, εἰς ἀφορμὴν τῇ σαρκὶ τῇ ἐλευθερίᾳ κατεχρησάμεθα καὶ δοῦλοι τῆς ἁμαρτίας καὶ τὸ ὅλον σάρκες γεγόναμεν, οἱ δὲ τοῖς ἐχθροῖς τοῦ σταυροῦ σου πρὸς διαρπαγὴν καὶ δουλείαν ἔκδοτοι καθεστήκαμεν καὶ ὡς πρόβατα σφαγῆς ἐλογίσθημεν; Ἱλάσθητι, Κύριε· πρόσχες, Κύριε· ἀντιλαβοῦ ἡμῶν, Κύριε. Τὸ πάλαι θρυλλούμενον, ὡς οἰκουμενικῆς συνόδου χρεία τοῖς πράγμασι, σήμερον ἡμεῖς ἐπληρώσαμεν, καὶ τὸ ἡμέτερον ἅπαν εἰσενηνόχαμεν· δὸς δὴ καὶ τὰ σὰ πρὸς τελείωσιν ὧν ἐνηρξάμεθα· δύνασαι γάρ, εἰ θελήσειας μόνον, καὶ τὸ θελῆσαί σου πρᾶξίς ἐστι συντετελεσμένη.

Εἰπὲ καὶ ἡμῖν ὡς πρότερον διὰ τοῦ προφήτου σου· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.