Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος πρὸς Εὐγένιον τὸν πάπαν τέταρτον

Μᾶρκος ὁ Εὐγενικός

Θεολογικές και λειτουργικές διαφορές μεταξύ Ανατολής και Δύσης

Κριτική της προσθήκης στο Σύμβολο της Πίστεως και της χρήσης των αζύμων. Προτροπή για την άρση των καινοτομιών κατ' οικονομίαν και την επιστροφή στην κοινή πατερική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 3

Σοῦ γὰρ παρόντος, ἅπαντα λοιπὸν εὔοδα καὶ λεῖα γενήσεται. Καὶ ταῦτα μὲν ἐμοὶ πρός γε τὸ παρὸν ηὔχθω. Πρὸς σὲ δὲ λοιπόν, ἁγιώτατε πάτερ, τὸν λόγον ποιήσομαι. Τίς ἡ τοσαύτη φιλονεικία περὶ τὴν καινοτόμον ταύτην προσθήκην, ἥτις τὸ σῶμα τοῦ Χριστοῦ κατέτεμε καὶ διέσχισε καὶ τοὺς ἀπ’ αὐτοῦ καλουμένους ἐπὶ τοσοῦτον ταῖς γνώμαις διέστησε; Τίς ἡ μακρὰ καὶ χρόνιος ἔνστασις καὶ ἡ ἄφιλος ὑπεροψία τῶν ἀδελφῶν καὶ τῶν σκανδαλιζομένων ἡ ἀλλοτρίωσις; Τί τῶν πατέρων κατέγνωμεν, ὅτι παρὰ τὰς κοινὰς αὐτῶν παραδόσεις ἕτερα φρονοῦμεν καὶ λέγομεν; Τί τὴν ἐκείνων ἐλλιπῆ τιθέμεθα πίστιν, καὶ τὴν ἡμετέραν ὡς τελειοτέραν εἰσάγομεν; Τί παρὰ τὸ εὐαγγέλιον, ὃ παρελάβομεν, ἕτερον εὐαγγελιζόμεθα; Τίς ἡμῖν ἐβάσκηνε πονηρὸς δαίμων τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως;

Τίς τὴν ἀδελφικὴν ἀγάπην ἐξ ἡμῶν ἀφεῖλε, τὴν διάφορον θυσίαν εἰσαγαγών, τὴν οὐκ ὀρθῶς προσφερομένην, ἐπεὶ μὴ διαιρουμένην; Ἆρα ψυχῆς ἀποστολικῆς ταῦτα καὶ πατρικῆς γνώμης καὶ ἀδελφικῆς διαθέσεως ἢ τοὐναντίον σκαιᾶς τινος καὶ διεστραμμένης καὶ αὐθεκάστου καὶ οὐδὲν ἡγουμένης δεινόν, εἰ πάντες ἀπόλλοιντο; Ἐγὼ μὲν οἶμαι τὸν τὴν διαίρεσιν ταύτην εἰσαγαγόντα καὶ τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦ Δεσποτικοῦ σώματος διασχίσαντα μείζονα τῶν σταυρωτῶν ὑποστήσεσθαι δίκην καὶ τῶν ἀπ’ αἰῶνος ἁπάντων ἀσεβῶν καὶ αἱρετικῶν. Ἀλλὰ σοὶ τοὐναντίον ἔξεστι, μακαριώτατε πάτερ, εἰ βουληθείης μόνον, τὰ διεστῶτα συνάψαι καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ καθελεῖν καὶ θείας οἰκονομίας ἔργον ἐργάσασθαι. Τούτου καὶ τὴν ἀρχὴν αὐτὸς κατεβάλου, καὶ ταῖς λαμπραῖς φιλοτιμίαις καὶ μεγαλοδωρεαῖς ἐπηύξησας, καὶ τὸ πέρας ἐπιθεῖναι εὐδόκησον· οὐδὲ γὰρ ἄλλον εὑρήσεις καιρὸν ἐπιτήδειον μᾶλλον, ἢ ὃν ὁ Θεός σοι παρέσχετο τήμερον. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πολιὰς αἰδεσίμους καὶ ἱεροπρεπεῖς, κλίνης ἤδη τὸ πλέον καὶ ἀναπαύσεως δεομένας, ἐκ τῶν οἰκείων ὅρων ἀπαναστάσας καὶ προσδραμούσας τῇ σῇ τελειότητι, μόνῃ τῇ εἰς Θεὸν ἐλπίδι καὶ τῇ πρὸς ὑμᾶς ἀγάπῃ συνεχομένας· ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ὃν περιθέσθαι μὴ ἀναβάλλῃ.

Κατέτεμεν ἕτερος, αὐτὸς συνούλωσον· διέσχισεν ἕτερος, αὐτὸς σύναψον· ἐφιλονείκησεν ἕτερος ἀδιόρθωτον τὸ κακὸν ἐργάσασθαι, σὺ φιλονείκησον ἐπανορθῶσαι τὸ γεγονός, ὡς εἰ μηδὲ ὅλως ἐγένετο. Ἤκουσά του τῶν παρ’ ὑμῖν σοφῶν οἰκονομίας χάριν καὶ διορθώσεως τινῶν οὐχ ὑγιῶς περὶ τὴν πίστιν ἐχόντων τὴν προσθήκην ταύτην ἐξ ἀρχῆς ἐπινοηθῆναι· οὐκοῦν οἰκονομίας χάριν ἀφαιρεθήτω πάλιν, ἵνα προσλάβησθε ἀδελφούς, ὧν τῷ χωρισμῷ σπαράττεσθαι πάντως ὑμᾶς εἰκός, εἰ μὴ ἀναλγήτως ἔχετε.

Λάβε μοι κατὰ νοῦν τὰ τῶν χριστιανῶν αἵματα, τὰ καθ’ ἑκάστην ἐκχεόμενα τὴν ἡμέραν, καὶ τὴν ὑπὸ βαρβάρους πικρὰν δουλείαν, καὶ τὸν ὀνειδισμὸν τοῦ σταυροῦ τοῦ Χριστοῦ, προσέτι δὲ θυσιαστηρίων ἀνατροπήν, εὐκτηρίων οἴκων καθαίρεσιν, θείων ὕμνων ἀργίαν, ἁγίων τόπων κατάσχεσιν, ἱερῶν σκευῶν καὶ ἐπίπλων διανομήν· ἃ πάντα λυθῆναι διὰ τῆς ἡμῶν εἰρήνης καὶ ὁμονοίας εἰκός, τοῦ Θεοῦ συνεργοῦντος, ἢν ἐθελήσητε μόνον τὸ τραχὺ τοῦτο καὶ ἀνένδοτον ἀποθέμενοι συγκαταβῆναι τοῖς ἀσθενέσιν ἡμῖν καὶ τὰ σκανδαλίζοντα ἡμᾶς ἐκ μέσου περιελεῖν. Εἰ βρῶμα, φησί, σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα· καὶ μὴν οὐ κεκώλυται τὸ κρέα φαγεῖν. Οὕτω καὶ νῦν, ἁγιώτατε πάτερ, καλὸς ὁ ἔνζυμος ἄρτος, καλὸς καὶ ὁ ἄζυμος· ἀλλ’ εἰ ὁ ἄζυμος σκανδαλίζει καὶ ἥττων εἰς θυσίαν λογίζεται καὶ ἀτελὴς καὶ νεκρὸς καὶ ἄρτος κακώσεως παρὰ τῇ Γραφῇ καλεῖται, τί μὴ ὁ ἔνζυμος αἱρετέος, καὶ περιαιρετέος ὁ ἄζυμος; Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί, φησὶν ὁ θεῖος ἀπόστολος· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Ὅπου ἄρα μὴ τοῦ ἑνὸς ἄρτου μετέχομεν, εἰκότως οὐδὲ σῶμα ἕν ἐσμεν, οὐδὲ συμπνέομεν ἀλλήλοις καὶ τὴν αὐτὴν ποιούμεθα κίνησιν.

Παρακαλῶ ὑμᾶς (ὁ αὐτός φησι) διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. Ὅπου ἄρα μὴ τὸ αὐτὸ λέγομεν, εἰκότως τὸ σχίσμα τοῦτο τὸ μέγα καὶ ἀθεράπευτον ἐν ἡμῖν ἐστι μέχρι καὶ τήμερον. Ποῦ δὲ οὐ τὸ αὐτὸ λέγομεν; Οὐκ ἐν γωνίᾳ καὶ παραβύστῳ τινὶ καὶ καθ’ αὑτοὺς συνιόντες, ὅπου καὶ λαθεῖν ἐστι τοὺς πολλούς, ἀλλ’ ἐν τῷ κοινῷ συμβόλῳ τῆς πίστεως, ἐν τῇ τοῦ βαπτίσματος ὁμολογίᾳ, ἐν τῇ χριστιανικῇ σφραγῖδι. Καὶ εἰ ὁ βασιλικὸν παραχαράττων νόμισμα μεγάλης ἐστὶ τιμωρίας ἄξιος, ὁ τὴν κοινὴν σφραγῖδα τῆς χριστιανῶν ὁμολογίας μεταποιῶν, τίνα ἂν ὑποσχὼν τὴν δίκην οὐκ ἐλάττω δόξειε δοῦναι τοῦ πλημμελήματος;

Σκόπει δὲ οὕτως. Ἐλέγομέν ποτε τὸ αὐτὸ δηλονότι, καὶ οὐκ ἦν ἐν ἡμῖν σχίσμα· τότε δὲ δήπου καὶ τοῖς πατράσι συνεφωνοῦμεν ἀμφότεροι· νῦν δέ, ὅτε μὴ τὸ αὐτὸ λέγομεν, ὅπως ἄρα ἑκάτεροι ἔχομεν; Ἡμεῖς μὲν δὴ τὰ αὐτὰ λέγοντες ἅπερ καὶ τότε, καὶ ἡμῖν αὐτοῖς συμφωνοῦμεν καὶ τοῖς πατράσιν ἡμῶν καὶ ὑμῖν, ἂν ἐθέλητε τἀληθῆ λέγειν· ὑμεῖς δὲ ἐπεισαγαγόντες καινότερα, πρῶτον μὲν πρὸς ὑμᾶς αὐτούς, εἶτα πρὸς τοὺς κοινοὺς πατέρας, ἔπειτα δέ γε καὶ πρὸς ἡμᾶς διαφωνεῖν ἀναγκάζεσθε. Καὶ τί μὴ πρὸς τὴν καλὴν ἐκείνην συμφωνίαν ἐπάνιμεν, ἣ καὶ ἡμῖν αὐτοῖς καὶ ἀλλήλοις καὶ τοῖς πατράσιν ἡμᾶς ὁμολόγους ἀποφανεῖ, καὶ τὸ σχίσμα περιελεῖ, καὶ συνάψει τὰ διεστῶτα, καὶ πᾶν ἀγαθὸν ἐργάσεται;