Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος πρὸς Εὐγένιον τὸν πάπαν τέταρτον

Μᾶρκος ὁ Εὐγενικός

Καταληκτήρια ικεσία και δοξολογία

Ένθερμη έκκληση στο όνομα της Αγίας Τριάδος για την επίτευξη της ειρήνης και την αποφυγή του χλευασμού των εχθρών της Εκκλησίας, με τελική προτροπή και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 3

Ναὶ πρὸς τῆς Τριάδος αὐτῆς· ναὶ πρὸς τῆς κοινῆς ἐλπίδος, ἐφ’ ᾗ πεποίθαμεν καὶ πεποίθατε, μὴ περιΐδητε κενοὺς καὶ ἀπράκτους ἡμᾶς ἀπελθόντας. Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· μὴ ἀτιμάσητε τὴν πρεσβείαν· μὴ τοὺς κόπους ἐξουθενήσητε· μὴ τὰς εὐχὰς ἀκάρπους ἐλέγξητε· μὴ τὸ θέλημα τῶν ἐχθρῶν ἐκπληρώσητε· μὴ τὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον ἐπεγγελάσαι ἡμῖν ὡς πρότερον συγχωρήσητε· μὴ τὸν Θεὸν καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον λυπηθῆναι παρασκευάσητε. Μετέωρός ἐστι πᾶσα ψυχὴ καὶ ἀκοὴ πᾶσα, τὴν ὑμῶν ἀναμένουσα γνώμην.

Ἂν ἐθελήσητε νεῦσαι πρὸς τὴν εἰρήνην καὶ τὰ σκάνδαλα ἐκ μέσου περιελεῖν, ἤρθη τὰ τῶν χριστιανῶν, πέπτωκε τὰ τῶν ἀσεβῶν, ἔπτηξαν οἱ μισοῦντες ἡμᾶς καὶ τὸν οἰκεῖον προεγνώκασιν ὄλεθρον. Εἰ δ’ (ὃ μὴ γένοιτο) τοὐναντίον ἐκβαίη καὶ τὸ πονηρὸν ἔθος τῆς διαστάσεως ἐπικρατήσειε τοῦ κοινῇ συμφέροντος, ἐγὼ μὲν οὐκέτι δύναμαι περαιτέρω λέγειν καὶ τῷ πάθει συγχέομαι· Θεὸς δὲ μόνος ὁ πάντα δυνάμενος ἐπανορθώσειε τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν τῷ ἰδίῳ ἐξηγοράσατο αἵματι, καὶ τὸ θέλημα αὐτοῦ, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς γενέσθαι παρασκευάσειεν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.