Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος δεύτερος περὶ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Εισαγωγή και ορθόδοξη διδασκαλία περί της μέσης καταστάσεως των ψυχών

Διατυπώνονται οι προϋποθέσεις του διαλόγου, παρατίθενται αγιογραφικές και πατερικές μαρτυρίες για την αναβολή της τελικής ανταποδόσεως έως την έσχατη ημέρα και απορρίπτεται η ιδέα προσωρινού υλικού πυρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΛΟΓΙΩΤΑΤΟΥ ἘΦΕΣΟΥ ΚΥΡ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ἈΠΟΛΟΓΙΑ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ ΔΕΥΤΕΡΑ, ΕΝ ᾟ ἘΚΤΙΘΗΣΙ ΚΑΙ ΤΗΣ ΤΩΝ ΓΡΑΙΚΩΝ ἘΚΚΛΗΣΙΑΣ ΤΗΝ ΑΛΗΘΗ ΔΟΞΑΝ. 1. Πολλῆς μὲν ὡς ἀληθῶς ἐρεύνης δεῖται καὶ συζητήσεως ὅσα τῶν δογμάτων ἀμφισβητήσιμα καὶ τοὺς ἐφ’ ἑκάτερα λόγου ἰσχυροὺς καὶ γενναίους ἔχοντα· πολὺ δὲ ἄρα καὶ τὸ ἐκ τῆς τοιαύτης συζητήσεως περιγινόμενον κέρδος, ὅταν μὴ πρὸς ἔριν, ἀλλὰ πρὸς ἀλήθειαν βλέπωμεν, μηδὲ νικᾶν ἐκ παντὸς σπουδάζωμεν μόνον, ἀλλ’ ἔστιν ὅπου καὶ ἡττᾶσθαι καλῶς ἀνεχώμεθα. Καὶ τοῦτό γε οὐκ ἐφ’ ἡμῶν μόνον οὕτω συμβαίνει, τῶν μικρὰ βλεπόντων καὶ χαμαὶ ἐρχομένων καὶ πολὺ τῆς ἀληθινῆς σοφίας ἀφεστηκότων, ἀλλὰ καὶ ἐπὶ τῶν μαθητῶν αὐτῶν τῆς αὐτοσοφίας, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, οὕτω συμβεβηκέναι καὶ ἀκούομεν καὶ πιστεύομεν. Καὶ γὰρ ἐν ἐκείνοις ποτὲ τοῦ ζητήματος ὄντος, εἰ δεῖ περιτέμνειν τοὺς ἐξ ἐθνῶν προσιόντας τῇ πίστει καὶ διδάσκειν τηρεῖν τὸν νόμον Μωσέως, συνῆλθον μὲν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου· πολλῆς δὲ (φησί) συζητήσεως γενομένης, εἶπε μὲν ὁ Πέτρος, ἐπεψηφίσατο δὲ Ἰάκωβος, κοινῇ δὲ ἔδοξε πᾶσι σὺν τῷ Ἁγίῳ Πνεύματι, μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι πρὸς τὸν Θεόν.

Εἰ τοίνυν ἐκεῖ καρπὸν ἡ συζήτησις ἤνεγκε τὴν τῶν συζητούντων ὁμόνοιαν, ἐλπίς ἐστι καὶ ἡμᾶς ὑπὸ τῷ αὐτῷ κινουμένους πνεύματι καὶ τῇ αὐτῇ πρὸς ἀλλήλους ἀγάπῃ συνδεδεμένους καὶ τοῦ αὐτοῦ τέλους στοχαζομένους, ὅπερ ἐστὶν ἡ τῆς ἀληθείας εὕρεσις, μὴ ἁμαρτήσεσθαι τοῦ προκειμένου σκοποῦ, κἂν ἐπὶ πλεῖστον ἡ ζήτησις προχωρῇ, πάντα δὲ μετὰ εἰρήνης καὶ ἀκούσαντας καὶ εἰπόντας ἐπὶ τῷ μάλιστα ἀληθεῖ καὶ συντείνοντι πρὸς ὁμόνοιαν ἀγαπητικῶς συναφθήσεσθαι.

2. Ταῦτα μὲν οὖν καὶ ὑμεῖς ἡμῖν συνομολογεῖτε καὶ συνελπίζετε· φάσκετε δὲ ἡμᾶς ὥσπερ ἐπιλαθομένους τούτων, πέρα τοῦ δέοντος σπουδάζειν τε καὶ πειρᾶσθαι τὴν μὲν οἰκείαν δόξαν κρατύνειν, τὴν ὑμετέραν δὲ καταβάλλειν. Πρὸς δὴ τοῦτό φαμεν, ὡς ἡμεῖς τὴν οἰκείαν δόξαν οὐδόλως, ἥτις ἐστίν, ἐξεθέμεθα, μή τί γε δὴ καὶ κρατύνειν ἐπεχειρήσαμεν· καὶ τοῦτό γε προϊόντες ὑμεῖς ἡμῖν ἐγκαλεῖτε, καὶ ἀξιοῦτε σαφέστερον ἐκμαθεῖν ὅ τι φρονοῦμεν· τὴν δ’ ὑμετέραν δόξαν οὐ καταβάλλειν, ἀλλ’ οὐκ ἀναγκαίαν εἶναι δεῖξαι πειρώμεθα, διὰ τὸ μήθ’ ὑπὸ τῶν γραφῶν οὕτω σαφῶς ἡμῖν παραδεδομένην εἶναι, μήθ’ ὑπὸ τῶν πατέρων ἡμῶν δεδοκιμασμένην, μήτ’ ἄλλως εὔλογον φαινομένην. Ἵνα δ’ ὅμως ἀπό γε τοῦ νῦν ὑμῖν χαρισώμεθα (δίκαιον γάρ), τήν τε ἡμετέραν δόξαν ἐκθησόμεθα καθαρώτερον, οὐ πέρα τοῦ δέοντος, ἀλλ’ ἐφ’ ὅσον ἐστὶ μάλιστα δέον, αὐτὴν συνιστῶντες, καὶ τὴν ὑμετέραν, ὁποία ποτ’ ἐστίν, ἀκριβέστερον ἐξετάσομεν· ἴσως γὰρ ἐκ τούτων τὸ ἀληθὲς εὑρεθὲν ἀπαλλάξει πραγμάτων ἡμᾶς καὶ τοῦ περαιτέρω πρὸς ἀλλήλους διαφωνεῖν.

3. Ἡμεῖς οὔτε τοὺς δικαίους ἀπειληφέναι τελέως τὸν ἴδιον κλῆρόν φαμεν καὶ τὴν μακαρίαν ἐκείνην κατάστασιν, πρὸς ἣν ἐντεῦθεν διὰ τῶν ἔργων ἑαυτοὺς παρεσκεύασαν, οὔτε τοὺς ἁμαρτωλοὺς αὐτίκα μετὰ τὸν θάνατον εἰς τὴν αἰώνιον ἀπάγεσθαι κόλασιν, ἐν ᾗ βασανισθήσονται ἀϊδίως, ἀλλ’ ἄμφω ταῦτα μετὰ τὴν ἐσχάτην ἐκείνην ἡμέραν τῆς κρίσεως καὶ τὴν ἀνάστασιν πάντων ἀναγκαίως γενήσεσθαι· τὸ δὲ νῦν ἔχον, εἶναι μὲν ἑκατέρους ἐν τοῖς προσήκουσι τόποις, τοὺς μὲν ἀνέτους πάντῃ καὶ ἐλευθέρους ἔν τε τῷ οὐρανῷ μετὰ τῶν ἀγγέλων καὶ παρ’ αὐτῷ τῷ Θεῷ, καὶ δὴ κἀν τῷ παραδείσῳ, οὗ ἐξέπεσε μὲν ὁ Ἀδάμ, ἀντεισήχθη δὲ πρὸ τῶν ἄλλων ὁ εὐγνώμων λῃστής, καὶ ἡμῖν δὲ ἑκάστοτε ἐπιχωριάζειν, ἐν οἷς τιμῶνται ναοῖς, καὶ τῶν ἐπικαλουμένων αὐτοὺς ἐπακούειν καὶ ὑπὲρ αὐτῶν τῷ Θεῷ πρεσβεύειν, ἐξαίρετον τοῦτο γέρας παρ’ αὐτοῦ εἰληφότας, καὶ διὰ τῶν οἰκείων λειψάνων θαυματουργεῖν, καὶ μὴν καὶ τῆς μακαρίας ἀπολαύειν τοῦ Θεοῦ θεωρίας καὶ τῆς ἐκεῖθεν ἐκπεμπομένης αἴγλης τελεώτερόν τε καὶ καθαρώτερον ἢ πρότερον ἐν τῷ βίῳ τυγχάνοντας· τοὺς δ’ ἐναντίους αὖθις ἐν τῷ ᾅδῃ κατακεκλεισμένους ὑπάρχειν ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καὶ ἐν λάκκῳ κατωτάτῳ, καθά φησιν ὁ Δαυίδ, καὶ ὁ Ἰὼβ πάλιν· εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν· καὶ τοὺς μὲν ἐν εὐφροσύνῃ πάσῃ καὶ θυμηδίᾳ διάγειν, προσδοκῶντας ἤδη καὶ μόνον οὐκ ἐν χερσὶν ἔχοντας τὴν ἐπηγγελμένην αὐτοῖς βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά· τοὺς δὲ τοὐναντίον ἐν στενοχωρίᾳ πάσῃ καὶ ἀπαραμυθήτῳ λύπῃ, καθάπερ τινὰς καταδίκους ἐκδεχομένους τὴν ἀπόφασιν τοῦ κριτοῦ καὶ τὰς βασάνους ἐκείνας προορωμένους· οὔτε δὲ τὴν κληρονομίαν τῆς βασιλείας ἐκείνους ἀπολαβεῖν καὶ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε νοῦς ἀνθρώπου ἐνετυπώσατο ἀγαθά», οὔτε τούτους ταῖς αἰωνίοις ἤδη παραδεδόσθαι βασάνοις καὶ ἐν ἀσβέστῳ πυρὶ κατακαίεσθαι.

Καὶ τοῦτο παρά τε τῶν πατέρων ἡμῶν ἄνωθεν παραδεδομένον ἔχομεν καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν παραστῆσαι ῥᾳδίως δυνάμεθα.

4. Φέρεται γὰρ ἐν ἀρχαιοτάταις τισὶν ἀποκρίσεσιν ἐπιγραφὴν ἐχούσαις· Ἀθανασίου τοῦ πάνυ πρὸς Ἀντίοχον ἄρχοντα, τοιαύτη τις ἐρώτησις· «Τί οὖν; ἀπέλαβον οἱ δίκαιοι τὰ ἀγαθὰ καὶ οἱ ἁμαρτωλοὶ τὴν κόλασιν; —Οὐδαμῶς· ὅμως δὲ αὐτὴ ἡ χαρά, ἣν ἔχουσι νῦν αἱ τῶν ἁγίων ψυχαί, μερικὴ ἀπόλαυσίς ἐστιν, ὥσπερ καὶ ἡ λύπη, ἣν οἱ ἁμαρτωλοὶ ἔχουσι, μερικὴ κόλασις. Ὥσπερ μεταστέλλεται βασιλεὺς φίλους αὐτοῦ ἐπὶ τῷ συναριστῆσαι αὐτῷ, ὡσαύτως καὶ καταδίκους ἐπὶ τῷ κολάσαι αὐτούς, καὶ οἱ μὲν εἰς τὸ ἄριστον κληθέντες ἐν χαρᾷ εἰσιν ἔμπροσθεν τοῦ οἴκου τοῦ βασιλέως ἕως τῆς ὥρας τοῦ ἀρίστου, οἱ δὲ κατάδικοι, ἐν φυλακῇ ἀποκεκλεισμένοι, ἐν λύπῃ ὑπάρχουσιν ἕως ἐξέλθῃ ὁ κριτής· οὕτω δεῖ λοιπὸν νοεῖν περὶ τῶν ἐκεῖσε ἀφ’ ἡμῶν προλαβουσῶν ψυχῶν, λέγω δὴ δικαίων καὶ ἁμαρτωλῶν.

Εἰ οὖν οὐδείς, καθὰ εἴρηται, οὔτε ἐν βασιλείᾳ οὔτε ἐν γεέννῃ εἰσελήλυθε, πῶς περὶ τοῦ πλουσίου τοῦ κατὰ τὸν Λάζαρον ἀκούομεν, ὅτι ἐν πυρὶ καὶ βασάνοις ὑπάρχων πρὸς τὸν Ἁβραὰμ διελέγετο; —Παραβολικῶς ὁ Κύριος ὅλα τὰ κατὰ τὸν Λάζαρον εἶπεν, ὥσπερ καὶ περὶ τῶν δέκα παρθένων καὶ τῶν λοιπῶν παραβολῶν· οὐ γὰρ ἐν πράγματι γέγονεν ἡ τοῦ Λαζάρου παραβολή, διότι οὐχ ὁρῶσιν οἱ ἁμαρτωλοὶ οἱ ἐν γεέννῃ τοὺς δικαίους τοὺς μετὰ Ἁβραὰμ ὄντας ἐν τῇ βασιλείᾳ, ἀλλ’ οὔτε δὲ πάλιν ἐπιγινώσκει τις τὸν πλησίον αὐτοῦ ἐν σκότει ὑπάρχων».

5. Ταύτην τὴν δόξαν ἡ καθ’ ἡμᾶς Ἐκκλησία παραλαβοῦσα καὶ φρονεῖ καὶ κηρύττει, καὶ πρὸς τὴν ὑπὲρ αὐτῆς ἀπολογίαν ἑτοιμότατα παρεσκεύασται. Πρῶτον μὲν γὰρ ὁ Κύριος ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ τὴν μέλλουσαν κρίσιν ἐκείνην προδιαγράφων Δεῦτε φησίν οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε, δῆλον ὡς μὴ ἤδη κληρονομήσαντες· ἔπειτα τὴν ἡτοιμασμένην ὑμῖν φησί βασιλείαν, ἡτοιμασμένην, οὐ δεδομένην· πρὸς δὲ τοὺς ἁμαρτωλοὺς αὖθις· Πορεύεσθε οἱ κατηραμένοι, δῆλον ὡς μὴ ἤδη πεπορευμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον, οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦς· κἀνταῦθα πάλιν ἡτοιμασμένον, οὐκ ἤδη τοὺς κατακρίτους δεξάμενον δαίμονας· πῶς γάρ, οἵτινες ἄχρι τοῦ νῦν καὶ ἕως δὲ τῆς ἡμέρας ἐκείνης ἐμπλανῶνται πανταχοῦ τῷ ἀέρι καὶ τὰ ἑαυτῶν ἐνεργοῦσιν ἀνεμποδίστως ἐν τοῖς πειθομένοις αὐτοῖς; Τοῦτο δὲ καὶ ἀλλαχοῦ βοῶσιν αὐτοὶ πρὸς τὸν Κύριον, ὡς ἐν τῷ αὐτῷ εὐαγγελίῳ κεῖται· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς, δῆλον ὡς οὔπω βασανιζόμενοι, τοῦ καιροῦ μὴ παρόντος.

Εἰ τοίνυν οἱ πονηροὶ δαίμονες καὶ τῆς κακίας πρῶτοι δημιουργοί, δι’ οὓς μάλιστα ἡ κόλασις ἡτοίμασταί τε καὶ τεταμίευται, τὴν προσήκουσαν δίκην οὔπω τιννύουσιν, ἀλλ’ ἄφετοι περινοστοῦσιν ἔνθα καὶ βούλονται, τίς ἡμᾶς ἔτι πείσειε λόγος, τὰς τῶν ἐντεῦθεν ἀπαλλαττομένων ἐν ἁμαρτίαις ψυχὰς αὐτίκα τῷ πυρὶ παραδίδοσθαι καὶ ταῖς βασάνοις ἐκείναις ταῖς ἑτέροις ἡτοιμασμέναις; Τίς δὲ καὶ χρεία τῆς κρίσεως ἢ καὶ τῆς τῶν σωμάτων αὐτῶν ἀναστάσεως καὶ τῆς ἐπὶ γῆς τοῦ κριτοῦ παρουσίας καὶ τοῦ φοβεροῦ ἐκείνου καὶ παγκοσμίου θεάτρου, εἰ πρὸ τῆς ἡμέρας ἐκείνης ἑκάτεροι τὰ κατ’ ἀξίαν ἀπέλαβον; Πῶς δὲ καὶ ὁ Κύριος ἐν τῇ τῶν παρθένων παραβολῇ τὰς ἐξελθούσας ἐντεῦθεν εἰς ἀπάντησιν τοῦ νυμφίου παρθένους ψυχὰς νυστάξαι μὲν καὶ καθευδῆσαί φησι, χρονίζοντος τοῦ νυμφίου, τουτέστιν ἀποθανεῖν, μηδέπω δὲ εἰσελθεῖν τὸν νυμφῶνα, μέχρις, ἂν ὁ νυμφίος ἐξ οὐρανοῦ παρεγένετο, πάσας ὁμοῦ διεγείρων ὥσπερ ἐξ ὕπνου καὶ τὰς μὲν ἑαυτῷ συνεισάγων, τὰς δὲ ἀποκλείων, ὃ παντί που δῆλον, ὡς κατὰ τὴν ἡμέραν ἐκείνην γενήσεται; Τότε γὰρ φησίν ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις.

Πῶς δὲ καὶ ἀποδημήσας καὶ τοῖς ἰδίοις δούλοις τὰ ὑπάρχοντα παραδούς, εἶτα ἐπανελθὼν ἀπῄτει παρ’ ἑκάστου τὴν ἐργασίαν, ὁμοῦ πάντας παραστησάμενος, εἰ πρὸ τῆς δεσποτικῆς ἐπανόδου τῶν δούλων ἕκαστος ἐπεδείκνυτο τὸ ἔργον καὶ τὸν μισθὸν ἀπελάμβανε;

6. Καὶ μὴν καὶ ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ δευτέρᾳ τοιάδε φησίν· Πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ὃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν. Βλέπεις, ὅτι πρὸ τοῦ βήματος ἐκείνου καὶ πρὸ τοῦ φανερωθῆναι πάντας ἡμᾶς ὁμοῦ συνηγμένους καὶ χωρὶς σώματος οὐδεὶς ἀπολαμβάνει πρὸς ὃ διὰ τοῦ σώματος ἔπραξε; Ἀλλὰ καὶ ἐν τῇ πρὸς Τιμόθεον αὖθις δευτέρᾳ τὸν μὲν καιρὸν τῆς οἰκείας ἀναλύσεως ἐφεστηκέναι φησί, τὸν δὲ τῆς δικαιοσύνης στέφανον ἀποκεῖσθαι λοιπόν, οὐκ ἐφεστηκέναι, ὃν ἀποδώσει μοι φησίν ὁ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύουσιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Καὶ δὴ κἀν τῇ πρὸς Ἑβραίους περὶ τῶν προλαβόντων ἁγίων διηγούμενος, Οὗτοι πάντες φησί μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Τοῦτο δὲ νοεῖν ἐστι περὶ πάντων τῶν ἄχρι τῆς δεσποτικῆς παρουσίας πιστῶν καὶ δικαίων· ὥσπερ γὰρ οὐκ ἐτελειώθησαν οἱ προλαβόντες ἐκεῖνοι τῶν ἀποστόλων χωρίς, οὕτως οὐδ’ οἱ ἀπόστολοι χωρὶς τῶν μαρτύρων, οὐδ’ οὗτοι πάλιν χωρὶς τῶν μετ’ αὐτοὺς εἰσελθόντων τε καὶ εἰσελευσομένων εἰς τὸν καλὸν ἀμπελῶνα τῆς ἐκκλησίας· τοῦτο γὰρ σαφέστατα καὶ ἡ παραβολὴ ἐκείνη διδάσκει, ἐν ᾗ διάφοροι μὲν καὶ κατὰ διαφόρους καιροὺς αἱ κλήσεις τῶν ἐργατῶν εἰς τὸν ἀμπελῶνα γεγόνασι, κατὰ δὲ τὸν αὐτὸν χρόνον ἅπασιν ὁ μισθὸς ἀπεδόθη, μηδὲν τῶν φθασάντων ἀπὸ τούτου πλέον ἐνεγκαμένων. Τὰ δ’ αὐτὰ καὶ ὁ μέγιστος εὐαγγελιστὴς Ἰωάννης ὁ θεολόγος ἐν τῇ Ἀποκαλύψει φησί· Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἀνθρώπων τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου, ἣν εἶχον, καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; Καὶ ἐδόθη ἑκάστῳ αὐτοῖς στολὴ λευκὴ καὶ ἐρρέθη αὐτοῖς, ἵνα ἀναπαύσωνται ἔτι χρόνον, ἕως οὗ πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί.

Ἐκ τούτων τοίνυν ἁπάντων παρίσταται, μήτε τοὺς ἁγίους ἐν ἀπολαύσει τελείᾳ τῶν ἀγαθῶν ἐκείνων καὶ τῆς μελλούσης μακαριότητος εἶναι, μήτε μὴν τοὺς ἁμαρτωλοὺς ἤδη τὴν κατάκρισιν εἰληφέναι καὶ τῇ κολάσει παραπεμφθῆναι· καὶ πῶς γάρ, ἀτελεῖς ὄντες καὶ οἷον ἡμίτομοι καὶ τοῦ σώματος ἐλλιπεῖς, ὃ προσλαβεῖν ἐκδέχονται μετὰ τὴν ἀνάστασιν ἄφθαρτον, τῶν τελείων ἂν ἐπέτυχον ἄθλων; Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος. Τότε φανήσονται φησί, τότε λάμψουσι, τότε τελειωθήσονται. Καὶ ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ·

Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 7. Λείπεται δὴ καὶ τοὺς διδασκάλους τῆς ἐκκλησίας εἰσαγαγεῖν τῇ τοιαύτῃ δόξῃ συμφθεγγομένους καὶ ταύτην διὰ πάντων κρατύνοντας. Φησὶ τοίνυν ὁ μέγας Γρηγόριος ὁ θεολόγος ἐν τῷ εἰς Καισάριον τὸν ἀδελφὸν ἐπιταφίῳ τοιαῦτα· «Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα σώματος ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὴν καλοῦ γενομένη (ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος ἢ ἀποτεθέντος ἢ οὐκ οἶδ’ ὅ τι καὶ λέγειν χρή), θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλεται καὶ ἵλεως χωρεῖ πρὸς τὸν ἑαυτῆς δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφυγοῦσα καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ’ ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην μακαριότητα· μικρὸν δὲ ὕστερον καὶ τὸ συγγενὲς σαρκίον ἀπολαβοῦσα, ᾧ τὰ ἐκεῖσε συνεφιλοσόφησε, παρὰ τῆς καὶ δούσης καὶ πιστευθείσης γῆς, τρόπον ὃν οἶδεν ὁ ταῦτα συνδήσας καὶ διαλύσας Θεός, τούτῳ συγκληρονομεῖ τῆς ἐκεῖθεν δόξης· καὶ καθάπερ τῶν μοχθηρῶν αὐτοῦ μετέσχε διὰ τὴν συμφυΐαν, οὕτω καὶ τῶν τερπνῶν ἑαυτῆς μεταδίδωσιν, ὅλον εἰς ἑαυτὴν ἀναλώσασα καὶ γενομένη σὺν τούτῳ ἓν καὶ πνεῦμα καὶ νοῦς καὶ θεός, καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ τε καὶ ῥέοντος».

8. Καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης ἐν τῷ ἕκτῳ λόγῳ τῶν εἰς τοὺς Ἀνδριάντας· «Καθάπερ ὁ πυκτεύων» φησίν «ἐπείγεται τοῦ σταδίου ἐξελθεῖν, ἵνα ἀπαλλαγῇ τῶν τραυμάτων, καὶ ὁ ἀθλητὴς ἀναστῆναι τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἀπαλλαγῇ τῶν πόνων, οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ βίῳ ζῶν μετὰ ἀρετῆς ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφάνων θαρρεῖν, πρὸς τὸν εὔδιον καταπλεύσας λιμένα καὶ ἐκεῖ μεταστάς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυάγιον».

Καὶ ἐν τῷ τετάρτῳ κατὰ Ἰουδαίων λόγῳ ἐγκωμιάζων ἐν προοιμίοις τοὺς μάρτυρας τοιάδε φησί· «Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις, ὑπερεῖδον θανάτου, ἀπηλλάγησαν τῆς πλάνης τῶν βιωτικῶν πραγμάτων, εἰς τὸν εὔδιον λιμένα κατέπλευσαν· καὶ νῦν εἰς τὸν τοῦ Παύλου τελοῦσι χορόν, πρὸ τῶν στεφάνων αὐτῶν τῇ προσδοκίᾳ τῶν στεφάνων πτερούμενοι καὶ τὸ τοῦ μέλλοντος ἄδηλον λοιπὸν διαφυγόντες».

9. Καὶ αὖθις ὁ θεῖος Γρηγόριος ἐν τῷ εἰς τὴν πληγὴν τῆς χαλάζης λόγῳ, τὴν μέλλουσαν κρίσιν ἐκείνην προδιαγράψας, «Πορεύσονται» φησίν «οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς τῆς ἐν Χριστῷ νῦν κρυπτομένης καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύοντες κατεκρίθησαν.

Καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος, ἐλλαμπούσης τρανότερόν τε καὶ καθαρώτερον, καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπερρίφθαι Θεοῦ καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα μὲν ὕστερον». Καὶ ἐν τῷ εἰς τὸ βάπτισμα πάλιν, ἐν ὀγδόῳ τῆς παρ’ αὐτοῦ συντεθείσης νέας δεκαλόγου, «Δέχου πρὸς τούτοις» φησίν «ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς», μετὰ τὴν ἀνάστασιν καὶ τὴν κρίσιν τὴν ἀνταπόδοσιν εἶναι ἀποφαινόμενος, ὡς πρότερον πάντως οὐ γενομένην.

10. Δῆλον οὖν ἐκ τούτων ἁπάντων, ὡς ὅσα τινὲς τῶν ἁγίων δι’ ὀπτασίας καὶ ἀποκαλύψεως εἶδον περὶ τῆς μελλούσης κολάσεως καὶ τῶν ἐν αὐτῇ ἀσεβῶν καὶ ἁμαρτωλῶν, σκιαγραφίαι τινὲς τῶν μελλόντων ἦσαν καὶ οἷον διατυπώσεις, ἀλλ’ οὐκ ἤδη παρόντα καὶ ἐνεργούμενα πράγματα, καθάπερ ὁ Δανιὴλ τὴν μέλλουσαν κρίσιν ἐκείνην προφητικῶς διαγράφων, Ἐθεώρουν φησίν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν, καὶ τὰ καὶ τὰ γένονε· δῆλον γὰρ ὡς οὐ γέγονε ταῦτα, τῷ δὲ προφήτῃ πνευματικῶς προεδείκνυτο.

11. Εἰ τοίνυν κατὰ τοὺς εἰρημένους ἅπαντας λόγους καὶ τὸ τῆς ἐκκλησίας ἡμῶν εὐσεβὲς φρόνημα οὔτε ἡ αἰώνιος κόλασις τοὺς ἁμαρτωλούς, οὔθ’ ἡ βασιλεία τοὺς δικαίους ἀπέλαβεν, ἀλλ’ ἑκάτεροι πρὸς τὴν τελειότητα καὶ τὴν κατ’ ἀξίαν ἀπόληψιν τῶν ἡτοιμασμένων αὐτοῖς ἐκείνην τὴν μέλλουσαν κρίσιν ἐκδέχονται, πῶς ἔτι παραδεξόμεθά τε καὶ συγχωρήσομεν ἄλλην τινὰ τιμωρίαν ἀπὸ τοῦ νῦν ἐνεργεῖσθαι καὶ πῦρ ἕτερον πρόσκαιρον τὰς τῶν μέσως βιωσάντων κολάζειν ψυχάς, τῆς καθολικῆς ἐκείνης τιμωρίας ἀργούσης καὶ τῶν ἀσεβεστάτων τε καὶ πονηροτάτων καὶ αὐτῶν τῶν δαιμόνων οὔπω κατ’ ἐκείνην κολαζομένων; Ἐκδέχεσθαι γὰρ καὶ αὐτοὺς τὴν κρίσιν ἐκείνην ὁ θεῖος ἀπόστολος Πέτρος ἐν τῇ ἐπιστολῇ λέγει, καθάπερ ἐν εἱρκτῇ καὶ δεσμοῖς ἐν τῷ ᾅδῃ κατεχομένους, ἀλλ’ οὔπω κολάζεσθαι· Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων φησίν ὁ Θεὸς οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ᾅδου ταρταρώσας παρέδωκεν, εἰς κρίσιν τηρουμένους. Ἀκούεις, ὅτι καὶ αὐτοὶ τὴν προτέραν ἰσχὺν ἀφῃρημένοι κεῖνται καθάπερ ἐν δεσμωτηρίῳ, τὴν κρίσιν προσδοκῶντες ἐκείνην; Οὕτω δὲ δήπου καὶ οἱ τῶν ἁμαρτωλῶν ἄκροι κολάζονται μὲν ἐκ μέρους, οὔπω δὲ εἰς αὐτὴν τὴν κόλασιν ἐμπεπτώκασι.

Λύπην ἄρα καὶ τὴν τοὺς μέσους κολάζουσαν εἶναι φήσαντες, ἢ συνειδότος αἰσχύνην καὶ βάσανον, ἢ μετάμελον, ἢ συγκλεισμὸν καὶ σκότος, ἢ φόβον καὶ ἀδηλίαν τοῦ μέλλοντος, ἢ καὶ μόνην ἀναβολὴν τῆς θείας θεωρίας, κατ’ ἀναλογίαν τῶν πεπλημμελημένων αὐτοῖς, εὐλογώτατ’ ἂν εἴημεν οὕτω καὶ φρονοῦντες καὶ λέγοντες· πῦρ δὲ σωματικὸν ἀσωμάτους ψυχὰς κολάζειν τε καὶ καθαίρειν, οὔτ’ ἂν εἴποιμεν ὅλως καὶ τοὺς εἰπόντας παραιτησόμεθα μὴ δυσχεραίνειν ἡμῖν, εἰ μὴ ῥᾳδίως παραδεχόμεθα. Τάχα δὲ καὶ φήσομεν ἀλληγορικῶς αὐτοὺς εἰρηκέναι τὸ πῦρ, ἢ οἰκονομικῶς πρὸς χρείαν τινὰ τοῦ τότε καιροῦ καὶ τῶν ἀκουόντων ὠφέλειαν· ταύτας γὰρ τὰς αἰτίας ἀποδιδόναι τοῖς καινοτέροις τε καὶ ἀήθεσι δόγμασι καὶ τῇ γραφῇ μὴ ὁμολογουμένοις εἰώθαμεν.