Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος δεύτερος περὶ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Η ωφέλεια των εκκλησιαστικών προσευχών υπέρ των κεκοιμημένων

Τεκμηριώνεται η ανακουφιστική ενέργεια των δεήσεων της Εκκλησίας υπέρ όλων των κεκοιμημένων, επεξηγούνται οι ευχές του Μεγάλου Βασιλείου και αναιρείται ο ισχυρισμός ότι η άρνηση του καθαρτηρίου οδηγεί σε ηθική αμέλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 5

12. Διὰ δὴ ταῦτα καὶ τὰς ὑπὲρ τῶν κεκοιμημένων εὐχάς, ἃς ἡ ἐκκλησία παρὰ τῶν ἀποστόλων αὐτῶν καὶ τῶν πατέρων ἐκδεξαμένη ποιεῖται ἔν τε τῇ μυστικῇ θυσίᾳ καὶ ἐν ἄλλαις τισὶ τελεταῖς κατὰ διαφόρους καιροὺς γινομέναις, ὑπὲρ πάντων ὁμοίως ποιούμεθα τῶν ἐν τῇ πίστει κεκοιμημένων, καὶ πᾶσιν αὐτὰς συντελεῖν τι καὶ συνεισφέρειν φαμὲν καὶ πρὸς ἅπαντας διαβαίνειν τὴν ἀπ’ αὐτῶν δύναμιν καὶ ὠφέλειαν· τοὺς μὲν ἁμαρτωλοὺς καὶ ἐν τῷ ᾅδῃ κατακεκλεισμένους, ἵνα μικρᾶς τινος ἀνέσεως τύχωσιν, εἰ καὶ μὴ τελείας ἀπαλλαγῆς· καὶ τοῦτό φησιν ὁ μέγας Βασίλειος ἐν ταῖς εἰς τὴν Πεντηκοστὴν ἀναγινωσκομέναις εὐχαῖς ταῦτα κατὰ ῥῆμα γράφων· «Ὁ καὶ ἐν ταύτῃ τῇ παντελείῳ ἑορτῇ καὶ σωτηριώδει ἱλασμοὺς μὲν ἱκεσίους ὑπὲρ τῶν κατεχομένων· ἐν ᾅδου καταξιώσας δέχεσθαι, μεγάλας δὲ παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατεχομένοις τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν καὶ παραψυχὴν παρὰ σοῦ καταπέμπεσθαι». Καὶ θαυμαστὸν οὐδὲν εἰ ὑπὲρ τούτων εὐχόμεθα, ὅπου γε καὶ ὑπὲρ ἀσεβῶν ἰδίᾳ τινὲς εὐξάμενοι εἰσηκούσθησαν, ὡς ἡ μακαρία Θέκλα τὴν Φαλκωνίλλαν ἐκ τοῦ χώρου τῶν ἀσεβῶν μετέστησε ταῖς εὐχαῖς καὶ ὁ μέγας Γρηγόριος ὁ Διάλογος, ὥς φασι, τὸν βασιλέα Τραϊανόν.

Ἀλλ’ ἡ τοῦ Θεοῦ ἐκκλησία τῶν μὲν τοιούτων οὐδαμῶς ὑπερεύχεται, τοῖς δ’ ἐν πίστει κεκοιμημένοις ἅπασι, κἂν ἁμαρτωλότατοι εἶεν, ἐξαιτεῖται παρὰ Θεοῦ τὴν ἄνεσιν καὶ κοινῇ καὶ ἰδίᾳ ὑπὲρ αὐτῶν εὐχομένη. Καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ αὐτῆς τῆς περιληπτικῆς φωνῆς· πάντων γάρ φησι τῶν ἐν πίστει κεκοιμημένων· δῆλον δὲ ἐκ τῶν προεκτεθειμένων τοῦ μεγάλου Βασιλείου φωνῶν· δῆλον δὲ καὶ ἐξ ὧν φησιν ὁ μακάριος Ἰωάννης ὁ Χρυσόστομος ἐν τοῖς εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐξηγητικοῖς, ἐν ὁμιλίᾳ ξβᾳ· «Εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς καὶ πολλὰ τῷ Θεῷ προσκεκρουκώς, δεῖ δακρύειν, μᾶλλον δὲ οὐδὲ δακρύειν μόνον (τοῦτο γὰρ οὐδὲν ὄφελος ἐκείνῳ), ἀλλὰ ποιεῖν τὰ δυνάμενά τινα παραμυθίαν αὐτῷ δοῦναι, ἐλεημοσύνας καὶ προσφοράς». Καὶ αὖθις ἐν τῇ ἐξηγήσει τῆς πρὸς Κορινθίους πρώτης, ὁμιλίᾳ μαῃ, τοιάδε φησίν· «Εἰ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ δακρύειν». Καὶ μετά τινα· «Τί τοίνυν ἀλγεῖς; τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συνεισαγαγεῖν τῷ ἀπελθόντι;»

Καὶ ἐν τῇ πρὸς Φιλιππησίους αὖθις «Εἰ Ἕλληνες» φησί «συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλον σὲ τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται καθὼς ἐκεῖνα, ἀλλ’ ἵνα μείζονα τούτῳ περιβάλῃς τὴν δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾖ, ἵνα λύσῃς τὰ ἁμαρτήματα· εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀντιδόσεως». Καὶ ὃ δὲ προηνέγκατε ῥητὸν ὡς ἐκ τῆς βίβλου τῶν Μακκαβαίων, οἷα δὴ ἐκεῖθεν δεδηλωμένον, καλὸν εἶναι καὶ σωτηριῶδες τὸ ὑπὲρ τῶν ἀποθανόντων εὔχεσθαι, ὅπως ἂν τῶν ἁμαρτιῶν ἀπολυθῶσι, δῆλόν ἐστιν, ὡς ὑπὲρ ἀσεβησάντων σχεδὸν καὶ εἰδωλολατρησάντων ὁ ἱλασμὸς ἐκεῖνος καὶ ἡ θυσία γεγένηται. «Ἰούδας» γάρ φησιν «ὁ Μακκαβαῖος ἰδὼν τὸν ὑπ’ αὐτὸν λαὸν τεθανατωμένον ὑπὸ τῶν ἀλλοφύλων, ἐρευνήσας αὐτῶν τοὺς κόλπους καὶ ἔνδον εὑρὼν εἴδωλα, θυσίαν καὶ ἱλασμὸν αὐτίκα ὑπὲρ ἑκάστου τούτων τῷ Θεῷ προσενήνοχεν».

Εἰ οὖν ἐπὶ τοῖς τοιούτοις ἰσχύουσιν αἱ τῆς ἐκκλησίας εὐχαί τε καὶ δεήσεις καὶ πολὺ τὸ κέρδος αὐτοῖς συνεισφέρουσιν, ἅτε δὴ μήπω κατακεκριμένοις μηδὲ τὴν ψῆφον τοῦ δικαστοῦ δεξαμένοις καὶ εἰς τὴν κόλασιν ἐμπεσοῦσι, πολλῷ μᾶλλον ὑπὲρ τῶν μέσω γινόμεναι τὰ μεγάλα αὐτοὺς ὀνήσουσι, καὶ ἢ τῷ τῶν δικαίων ἀποκαταστήσουσι κλήρῳ, ἂν ἐλάχιστα ᾖ καὶ κοῦφα τὰ ἁμαρτήματα, ἢ τέως γοῦν ἐν οἷς εἰσι μένοντας κουφιοῦσι τῶν δυσχερῶν καὶ πρὸς ἐλπίδας ἐπανάξουσι χρηστοτέρας. Ὅτι δὲ καὶ πρὸς τοὺς δικαίως τε καὶ ὁσίως βιώσαντας ἡ τῶν εὐχῶν τούτων καὶ μάλιστα τῆς μυστικῆς θυσίας δύναμις διαβαίνει, ἅτε καὶ αὐτοὺς ἀτελεῖς ὄντας καὶ τὴν πρὸς τἀγαθὸν ἐπίδοσιν ἀεὶ προσλαμβάνοντας καὶ μήπω τελείας τῆς μακαριότητος ἀπολαύοντας, δῆλον ἐξ ὧν ὁ θεοφάντωρ Διονύσιος ἐν τῇ θεωρίᾳ τοῦ ἐπὶ τῶν ἱερῶς κεκοιμημένων μυστηρίου τὸν ἱεράρχην φησὶν «ἐξαιτεῖσθαι παρὰ Θεοῦ τοῖς ὁσίως βιώσασι τὴν φανοτάτην καὶ θείαν ζωὴν κατ’ ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδιδομένην καὶ τὰ ἐπηγγελμένα καὶ πάντως δωρηθησόμενα ἀγαθά, ὡς ἂν ἐκφαντορικὸν ὄντα τῶν θεαρχικῶν δικαιωμάτων καὶ τὰς θείας δωρεὰς ὡς οἰκείας ἐξαιτοῦντα χάριτας καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνοντα, ὅτι τὰ παρ’ αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις».

Οὕτως εἰς ἅπαντας τῆς δυνάμεως ταύτης διαβαινούσης καὶ τῆς ἀπὸ τῶν εὐχῶν καὶ τῶν μυστικῶν τελετῶν βοηθείας πᾶσιν ὁμοῦ συντελούσης τοῖς ἐν πίστει κεκοιμημένοις, ὡς ἀποδέδεικται, οὐδεμίαν ἀνάγκην ἐνυπάρχουσαν ὁρῶμεν τῷ λέγοντι λόγῳ, μόνοις τοῖς ἐν τῷ καθαρτηρίῳ πυρὶ τὴν τοιαύτην βοήθειαν παρ’ ἡμῶν συνεισφέρεσθαι.

13. Καὶ ὃ δὲ μέμφεσθε ἡμᾶς εἰπόντας, ὡς ἀκολουθήσει τῷ δόγματι τούτῳ λώβη τῶν ἠθῶν καὶ ῥᾳθυμία τοῦ βίου, οὐχ ὡς ἀναγκαίως, ἀλλ’ ὡς ἐνδεχομένως ἀκολουθοῦν εἰρήκαμεν. Τινὰς μὲν γὰρ ἴσως φοβήσει τὸ καθάρσιον ἐκεῖνο πῦρ, δριμύτατον εἶναι λεγόμενόν τε καὶ πιστευόμενον· τινὰς δὲ πάντως εἰς ῥᾳθυμίαν ἐμβαλεῖ καὶ ἀμέλειαν, ὁποῖον μέν ἐστιν ἀγνοούμενον, πρόσκαιρον δὲ ὅμως εἶναι λεγόμενον· πολλῶν γὰρ ἔστιν ἀκούειν λεγόντων· «Εὔχομαι τὸ καθάρσιον ἐκεῖνο πῦρ μετὰ θάνατον εἶναι, δηλονότι ἵνα ἀδεῶς ἁμαρτάνω προσδοκῶν ἐκείνην τὴν κάθαρσιν»· ὥσπερ ἕτεροι λέγουσιν· «Εὔχομαι τὰς κολάσεις ἐκείνας τέλος ἔχειν, ἵνα δηλονότι ὑπὲρ τῶν ἡμαρτημένων ἀφροντιστῶ».

14. Τί ἔτι; Τὴν δόξαν ταύτην παρ’ οὐδενὸς τῶν διδασκάλων παρειληφέναι λεγόντων ἡμῶν, ἐκ τῶν τοῦ μεγάλου Βασιλείου ῥημάτων θαυμασίως ἄγαν συνίστασθαι ταύτην διϊσχυρίζεσθε, ὃς εὐχόμενος αἰτεῖ παρὰ Θεοῦ, ἵνα τὰς τῶν θανόντων ψυχὰς εἰς τόπον ἀναψύξεως ἀγαγεῖν ἀξιώσῃ, καὶ τὴν λέξιν ταύτην σημαίνειν φατέ, ὅτι τιμωρίᾳ τῇ διὰ πυρὸς τρύχονται αἱ ψυχαί, ἃς εἰς ἐναντίαν κατάστασιν ἄγεσθαι ἱκετεύει. Θαυμάζειν οὖν ἡμῖν ἔπεισιν, ὅτι ὃ μηδαμοῦ τῶν ἑαυτοῦ λόγων καὶ τῶν εὐχῶν ὁ ἅγιος εἶπε μηδὲ ἐδήλωσεν, ὅτι ἐκ πυρὸς καθαρσίου τὰς τοιαύτας αἰτεῖται ῥυσθῆναι ψυχάς, ὑμεῖς ἐκ τῆς λέξεως ταύτης θηρᾶτε καὶ τοιαύτην ἔχειν αὐτὸν διάνοιαν οἴεσθε, καθάπερ ἂν εἰ μὴ ἐπ’ ἄλλης τινὸς ἀνέσεως καὶ ἀπαλλαγῆς δυσχερῶν ἡ λέξις ἠδύνατο κεῖσθαι, καί τοί γε τοῦ Δαυὶδ λέγοντος· Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, οὐ πυρὶ καιομένου πάντως, ἀλλὰ διαφόροις θλίψεσιν ὁμιλοῦντος.