Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος δεύτερος περὶ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Η αυθεντία των Γραφών και η διδασκαλία του αγίου Γρηγορίου Νύσσης

Αξιολογείται η εγκυρότητα των μεμονωμένων πατερικών απόψεων έναντι της αγιογραφικής και συνοδικής παράδοσης, και διασαφηνίζεται η διαφορά της διδασκαλίας του Γρηγορίου Νύσσης περί αποκαταστάσεως από το λατινικό καθαρτήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 5

15. Περὶ δὲ τοῦ Νύσσης Γρηγορίου τοῦ πάνυ θαυμάζετε καὶ βαρὺ καὶ πικρὸν ἡγεῖσθε, τοιαύτην ἡμᾶς ἐσχηκέναι δόξαν, ὡς ἐκείνου τῆς ἀκριβείας παρασφαλέντος, ἅτε ἀνθρώπου, καὶ λυμαίνεσθαι πᾶσι τοῖς δόγμασι καὶ ταῖς γραφαῖς ἁπάσαις τὸν λόγον τοῦτον νομίζετε. Πρὸς δὴ ταῦτά φαμεν, ὅτι πολὺ διαφέρει τὰ ὑπὸ τῶν κανονικῶν εἰρημένα γραφῶν καὶ τῇ ἐκκλησίᾳ παραδεδομένα τῶν ὑφ’ ἑκάστου τῶν διδασκάλων ἰδίᾳ συγγεγραμμένων ἢ καὶ δεδιδαγμένων· ἐκεῖνα μὲν γὰρ ὡς θεοπαράδοτα πιστεύειν τε καὶ συμβιβάζειν ἀλλήλοις ὀφείλομεν, εἴ τινα δοκοῦσι διαφωνεῖν, ταῦτα δὲ οὐκ ἐξ ἀνάγκης πιστεύειν οὐδ’ ἀνεξετάστως ὀφείλομεν παραδέχεσθαι· ἔστι γὰρ τὸν αὐτὸν καὶ διδάσκαλον εἶναι καὶ μὴ πάντα πρὸς ἀκρίβειαν λέγειν· ἢ τίνος χάριν συνόδων οἰκουμενικῶν ἐδέησε τοῖς πατράσιν, εἰ μηδαμοῦ τῆς ἀληθείας ἕκαστος ἐκπίπτειν ἔμελλε;

Τοῦτο καὶ Διονύσιος ἔν τισιν ἔπαθεν ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος καὶ Γρηγόριος ὁ θαυματουργός, ὧν ὁ μὲν μαρτυρίου στέφανον ἤρατο, τοῦ δὲ καὶ τοὔνομα μόνον πρὸς εὐφημίαν ἀρκεῖ. Καὶ περὶ μὲν τοῦ θείου Διονυσίου φησὶν ὁ μέγας Βασίλειος πρὸς Μάξιμον γράφων, ὅτι «τοιαύτην ἔχομεν γνώμην· οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός· ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν· σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης ἀσεβείας, τῆς κατὰ τὸ ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις τὰ σπέρματα παρασχών· αἴτιον δὲ οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ».

Καὶ μετ’ ὀλίγα· «Τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον γεγενημένον εὕρομεν· ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τοὐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας ὑπενεχθείς». Καὶ μετὰ μικρόν· «Ἐκ τούτου συνέβη κακὸν μὲν αὐτὸν κακοῦ διαμείψασθαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν». Περὶ δὲ Γρηγορίου τοῦ θαυματουργοῦ πρὸς τὸν ἴδιον ἀδελφὸν γράφων, τοιάδε φησίν· «Ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα, ἀλλ’ ἔστιν ὅτε καὶ συνδιδόναι τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνῃ πρὸς τὰ καίρια· διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνὰς τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην παρεχομένας ἰσχύν, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον». Καὶ τί θαυμαστὸν εἰ ὁ δεῖνα καὶ ὁ δεῖνα τῆς ἀκριβείας διήμαρτεν, ὅπου γε καὶ ὅλη σύνοδος ἡ ἐν Νεοκαισαρείᾳ, μετὰ τῶν ἄλλων καὶ Βασιλέα τὸν μάρτυρα τὸν τῆς Ἀμασείας ἐπίσκοπον ἡγεμόνα πλουτοῦσα, ἀποστολικὸν ῥητὸν ἀγνοήσασα φαίνεται, ᾧ χρησαμένη κανόνα ἐξέθετο.

Τούτου δὴ τοῦ κανόνος ἀργίαν καταγνοῦσα ἡ τῶν οἰκουμενικῶν ἕκτη συνόδων, τοιάδε περὶ αὐτοῦ φησιν ἐν κανόνι ιϛῳ· «Ἐπειδὴ ἡ τῶν Πράξεων βίβλος ἑπτὰ διακόνους ὑπὸ τῶν ἀποστόλων καταστῆναι παραδίδωσιν, οἱ δὲ τῆς κατὰ Νεοκαισάρειαν συνόδου ἐν τοῖς ἐκτεθεῖσι παρ’ αὐτῶ κανόσι σαφῶς διεξῆλθον, ὅτι διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι κατὰ τὸν κανόνα, κἂν πάνυ μεγάλη ἡ πόλις εἴη, πεισθήσῃ δὲ ἐκ τῆς βίβλου τῶν Πράξεων, ἡμεῖς τῷ ἀποστολικῷ ῥητῷ τὸν νοῦν ἐφαρμόσαντες τῶν πατέρων, εὕρομεν ὡς ὁ λόγος αὐτοῖς οὐ περὶ τῶν τοῖς μυστηρίοις διακονουμένων ἀνδρῶν ἦν, ἀλλὰ περὶ τῆς ἐν ταῖς χρείαις τῶν τραπεζῶν ὑπουργίας».

Ὅτι δὲ αἱ κανονικαὶ μόναι γραφαὶ τὸ ἀδιάπτωτον ἔχουσι, μαρτυρεῖ καὶ ὁ μακάριος Αὐγουστῖνος, ἐν οἷς πρὸς Ἱερώνυμον γράφων «Μόναις» φησί «ταῖς λεγομέναις κανονικαῖς τῶν γραφῶν βίβλοις ταύτην ἀποδιδόναι μεμάθηκα τὴν τιμήν, ὥστε μηδένα πλανηθῆναι τῶν ἐκείνας συγγραψαμένων βεβαίως πιστεύειν· τοὺς δ’ ἄλλους οὕτως ἀναγινώσκω, ὥστε κἂν ὁποσῃοῦν ἁγιωσύνῃ ἢ διδασκαλίᾳ διήνεγκαν, μὴ διὰ τοῦτο ἀληθὲς νομίζειν ὅτι οὕτως ἐκεῖνοι ἔγραψαν ἢ ἐνόμισαν». Καὶ ἐν τῇ πρὸς Φουρτουνάτον αὖθις ἐπιστολῇ· «Οὐδὲ τὰς τῶν ὡντινωνοῦν διαλέξεις, κἂν καθολικοί τινες ἄνδρες ὦσι καὶ περιβόητοι, ὥσπερ τὰς κανονικὰς γραφὰς ἔχειν ὀφείλομεν, ὡς μὴ ἐξεῖναι καὶ ἡμῖν, σῳζομένης τῆς ὀφειλομένης αὐτοῖς τιμῆς, τὶ τῶν ἐν τοῖς αὐτῶν συγγράμμασιν ἀποδοκιμάζειν καὶ διαπτύειν, εἴ ποτέ τι φωράσαιμεν ὃ ἄλλως φρονοῦσιν ἢ ἡ ἀλήθεια ἔχει, ἡ τῇ τοῦ Θεοῦ βοηθείᾳ παρ’ ἄλλων ἢ παρ’ ἡμῶν νοηθεῖσα. Ἐγὼ γοῦν τοιοῦτός εἰμι ἐν τοῖς τῶν ἄλλων συγγράμμασιν, οἵους εἶναι θέλω τοὺς τὰ ἡμέτερα μετιόντας».

16. Τῆς οὖν τοιαύτης τιμῆς, ὡς εἴρηται, καὶ πίστεως καὶ ὑπακοῆς μόναις ταῖς κανονικαῖς ὀφειλομένης γραφαῖς, τί ποιοῦμεν ἡμεῖς ἄτοπον, εἰ Γρηγόριον τὸν Νύσσης, ἄνθρωπον ὄντα, διημαρτηκέναι κατά τι τῆς ἀκριβείας φαμέν, καὶ ταῦτα τοῦ δόγματος ἀμφισβητουμένου τῷ τότε, καθάπερ ἡμῖν εἴρηται πρότερον; Εἰ δ’ ὑμεῖς λέγετε καὶ τὸ αἰώνιον πῦρ αὐτὸν διομολογεῖν, ὡς ἐν τῷ Κατηχητικῷ λόγῳ καὶ ἐν τῷ περὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων νηπίων ἀριδήλως δείκνυται, πλείστην ὑμῖν εἰσόμεθα χάριν, εἰ τοιοῦτόν τι λέγοντα τοῦτον ἢ φρονοῦντα δυνηθείητε δεῖξαι· ἡμεῖς γὰρ οὔτε πῦρ αἰώνιον καὶ ἀπεράντους κολάσεις οὐδαμοῦ τοῦτον εὑρίσκομεν λέγοντα, οὔτε τὰς μικρὰς ἁμαρτίας μόνον καθαιρομένας, ἀλλὰ πᾶσάν τε ἁμαρτίαν καθάρσιμον εἶναι διὰ τοῦ πυρὸς ἐκείνου καὶ πᾶσαν κόλασιν λυθησομένην ποτὲ καὶ ἕξουσαν τέλος, ἅτε μηδὲν ἄλλο τυγχάνουσαν ἢ κάθαρσιν οὐ τῶν ἀσεβῶν ἀνθρώπων καὶ πονηρῶν μόνον, ἀλλὰ καὶ τῶν δαιμόνων αὐτῶν ἀποκαταστησομένων.

Λέγει γοῦν ἐν μὲν τῷ Κατηχητικῷ περὶ τοῦ διαβόλου τοιαῦτα· «Ὁ μὲν ἐπὶ διαφθορᾷ τῆς φύσεως τὴν ἀπάτην ἐνήργησεν· ὁ δὲ δίκαιος ἅμα καὶ ἀγαθὸς καὶ σοφὸς ἐπὶ σωτηρίᾳ τοῦ καταφθαρέντος τῇ ἐπινοίᾳ τῆς ἀπάτης ἐχρήσατο, οὐ μόνον τὸν ἀπολωλότα διὰ τούτων εὐεργετῶν, ἀλλὰ καὶ αὐτὸν τὸν τὴν ἀπώλειαν καθ’ ἡμῶν ἐνεργήσαντα· ἐκ γὰρ τοῦ προσεγγίσαι τῇ ζωῇ μὲν τὸν θάνατον, τῷ φωτὶ δὲ τὸ σκότος, τῇ ἀφθαρσίᾳ δὲ τὴν φθοράν, ἀφανισμὸς μὲν τοῦ χείρονος γίνεται καὶ εἰς τὸ μὴ ὂν μεταχώρησις, ὠφέλεια δὲ τοῦ ἀπὸ τούτων καθαιρομένου. Καθάπερ γὰρ τῆς ἀτιμοτέρας ὕλης τῷ χρυσῷ καταμιχθείσης, τῇ διὰ τοῦ πυρὸς δαπάνῃ τὸ ἀλλότριόν τε καὶ ἀπόβλητον οἱ θεραπευταὶ τοῦ χρυσίου καταναλώσαντες, πάλιν ἐπανάγουσι πρὸς τὴν κατὰ φύσιν λαμπηδόνα τὴν προτιμοτέραν ὕλην, οὐκ ἄπονος μέντοι γίνεται ἡ διάκρισις, χρόνῳ τοῦ πυρὸς τῇ ἀναλωτικῇ δυνάμει τὸ νόθον ἐξαφανίζοντος, πλὴν ἀλλὰ θεραπεία τίς ἐστι τοῦ χρυσίου, τὸ ἐκτακῆναι πᾶρ’ αὐτοῦ τὸ ἐπὶ λύμῃ τοῦ καλοῦ ἐγκείμενον· κατὰ τὸν αὐτὸν τρόπον θανάτου καὶ φθορᾶς καὶ σκότους καὶ εἴ τι κακίας ἔκγονον τῷ εὑρετῇ τοῦ κακοῦ περιφυέντων, ὁ προσεγγισμὸς τῆς θείας δυνάμεως πυρὸς δίκην ἀφανισμὸν τοῦ παρὰ φύσιν κατεργασάμενος, εὐεργετεῖ τῇ καθάρσει τὴν φύσιν, κἂν ἐπίπονος ἡ διάκρισις ᾖ.

Οὐκοῦν οὐδ’ ἂν παρ’ αὐτοῦ τοῦ ἀντικειμένου μὴ εἶναι δίκαιόν τε καὶ σωτήριον τὸ γεγονὸς ἀμφιβάλλοιτο, εἴπερ εἰς αἴσθησιν τῆς εὐεργεσίας ἔλθῃ· νυνὶ γὰρ καθάπερ οἱ ἐπὶ θεραπείᾳ τεμνόμενοί τε καὶ καιόμενοι χαλεπαίνουσι τοῖς θεραπεύουσι, τῇ ὀδύνῃ τῆς τομῆς δριμυσσόμενοι, εἰ δὲ τὸ ὑγιαίνειν διὰ τούτου προσγένοιτο καὶ ἡ τῆς καύσεως ἀλγηδὼν παρέλθοι, χάριν εἴσονται τοῖς τὴν θεραπείαν ἐπ’ αὐτῶν ἐνεργήσασι, κατὰ τὸν αὐτὸν τρόπον ταῖς μακραῖς περιόδοις ἐξαιρεθέντος τοῦ κακοῦ τῆς φύσεως, τοῦ νῦν αὐτοῖς καταμιχθέντος καὶ συμφυέντος, ἐπειδὰν ἡ εἰς τὸ ἀρχαῖον ἀποκατάστασις τῶν νῦν ἐν κακίᾳ κειμένων γένηται, ὁμόφωνος εὐχαριστία παρὰ πάσης ἔσται τῆς κτίσεως, καὶ τῶν ἐν τῇ καθάρσει κεκολασμένων καὶ τῶν μηδὲ τὴν ἀρχὴν ἐπιδεηθέντων καθάρσεως».

Ἐν δὲ τῷ περὶ τῶν κεκοιμημένων αὖθις περὶ πάσης κακίας τὸν λόγον ποιούμενος τοιάδε φησίν· «Ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένῃ τῇ φύσει καὶ τὸ κακὸν ἀπογένοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ Θεοῦ τὴν ἐπίνοιαν, τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἷς ἠβουλήθη γενέσθαι, ἵνα γευσάμενος τῶν κακῶν, ὧν ἐπεθύμησε, καὶ τῇ πείρᾳ μαθὼν οἷα ἀνθ’ οἵων ἠλλάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς τὴν πρώτην μακαριότητα, ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως, ἤτοι κατὰ τὴν παροῦσαν ζωὴν διὰ προσοχῆς τε καὶ φιλοσοφίας ἐκκαθαρθείς, ἢ μετὰ τὴν ἐνθένδε μετανάστασιν διὰ τῆς τοῦ καθαρσίου πυρὸς χωνείας». Καὶ μετ’ ὀλίγα· «Τούτοις ἐμβιοτεύων κατὰ τὸν τῇδε βίον ὁ ἄνθρωπος τῇ αὐτεξουσίῳ κινήσει, εἰ μὲν διακρίνει τοῦ ἀλόγου τὸ ἴδιον καὶ πρὸς ἑαυτὸν βλέπει διὰ τῆς ἀστειοτέρας ζωῆς, καθάρσιον τῆς ἐμμιχθείσης κακίας τὸν παρόντα βίον ποιήσεται, κρατῶν διὰ τοῦ λόγου τῆς ἀλογίας· εἰ δὲ πρὸς τὴν ἄλογον τῶν παθῶν ἐπικλιθείη ῥοπήν, τῷ τῶν ἀλόγων δέρματι συνεργῷ χρησάμενος πρὸς τὰ πάθη, ἄλλως μεταβληθήσεται πρὸς τὸ κρεῖττον, μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον γνοὺς τῆς ἀρετῆς τὸ πρὸς τὴν κακίαν διάφορον, ἐν τῷ μὴ δύνασθαι μετασχεῖν τῆς θειότητος, μὴ τοῦ καθαρσίου πυρὸς τὸν ἐνόντα τῇ ψυχῇ ῥύπον ἀποκαθάραντος.

Ταῦτά ἐστιν ἃ τὴν τοῦ σώματος χρείαν ἀναγκαίαν ἡμῖν ἐποίησε, δι’ οὗ τό τε αὐτεξούσιον σῴζεται καὶ ἡ πρὸς τὸ ἀγαθὸν πάλιν ἐπάνοδος οὐ κωλύεται, ἀλλὰ τῇ περιοδικῇ ταύτῃ ἀκολουθίᾳ δι’ αὐτοῦ γίνεται ἡμῖν ἡ πρὸς τὸ κρεῖττον ῥοπή, τῶν μὲν ἐντεῦθεν ἤδη διὰ τῆς ἐν σαρκὶ ζωῆς τὸν πνευματικὸν ἐν ἀπαθείᾳ κατορθούντων βίον, οἵους γεγενῆσθαι τοὺς πατριάρχας τε καὶ προφήτας ἀκούομεν, καὶ τοὺς σὺν αὐτοῖς τε καὶ μετ’ ἐκείνους δι’ ἀρετῆς καὶ φιλοσοφίας ἀναδραμόντας ἐπὶ τὸ τέλειον, μαθητὰς λέγω καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πάντας τοὺς τὴν ἐνάρετον ζωὴν πρὸ τοῦ ὑλικοῦ τετιμηκότας βίου, οἳ κἂν ἐλάττους ὦσι τῷ ἀριθμῷ τοῦ πλήθους τῶν πρὸς τὸ χεῖρον ἀπορρεόντων, οὐδὲν ἧττον τὸ δυνατὸν εἶναι διὰ σαρκὸς τὴν ἀρετὴν κατορθῶσαι μαρτυροῦσι· τῶν δὲ λοιπῶν διὰ τῆς εἰς ὕστερον ἀγωγῆς ἐν τῷ καθαρσίῳ πυρὶ ἀποβαλλόντων τὴν πρὸς τὴν ὕλην προσπάθειαν, καὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν τῇ φύσει χάριν διὰ τῆς τῶν ἀγαθῶν ἐπιθυμίας ἑκουσίως ἐπανιόντων». Καὶ ἐν τῷ περὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων νηπίων αὖθις· «Τὸ μὲν δύνασθαι καὶ τὸν πρὸς τοῦτο τὸ μέτρον τῆς πονηρίας ἐλάσαντα χρόνων τισὶ μακρῶν περιόδοις διὰ τῆς αἰωνίας καθάρσεως πάλιν ἀναδοῦναι τῷ τῶν σῳζομένων πληρώματι, παντὶ πρόδηλον πάντως τῷ πρὸς τὴν θείαν δύναμιν βλέποντι».

17. Ταῦτα μὲν οὖν ὅτι περὶ πάσης ἁμαρτίας ὁμοίως καὶ περὶ πάντων ἁμαρτωλῶν τε καὶ ἀσεβῶν καὶ αὐτῶν τῶν δαιμόνων εἴρηται, καὶ τυφλῷ (φασί) δῆλον. Ὅτι δὲ μετὰ τὴν ἀνάστασιν καὶ τὴν κρίσιν τὴν τοιαύτην ἔσεσθαι λέγει διὰ πυρὸς κάθαρσιν, δῆλον ἐξ ὧν ἐν τῷ αὐτῷ περὶ τῶν νηπίων λόγῳ φησίν· «Ἆρα κἀκείνη ἡ ψυχὴ τοῦ κριτοῦ παραστήσεται μετὰ τῶν ἄλλων τῷ βήματι; ὑφέξει τῶν βεβιωμένων τὴν κρίσιν; λήψεται τὴν κατ’ ἀξίαν ἀντίδοσιν, ἢ πυρὶ καθαιρομένη κατὰ τὰς τοῦ εὐαγγελίου φωνὰς ἢ τῇ δρόσῳ τῆς εὐλογίας συναναψύχουσα;» Τί κοινὸν τοῖς τοιούτοις λόγοις, εἰπέ μοι, καὶ τῷ παρ’ ὑμῶν εἰσαγομένῳ καθαρτηρίῳ;

Πάντας μὲν γὰρ οὗτος ἁμαρτωλοὺς καὶ πᾶσαν ἁμαρτίαν ὁμοίως διὰ τοῦ πυρὸς ἐκείνου καθαίρει, τινὰς δὲ ὑμεῖς, ὅσαι κουφότεραι, καὶ ἐπί τινων, ὅσοι μὴ παντάπασι μοχθηροί, καθαίρεσθαι λέγετε· καὶ ὁ μὲν μετὰ τὴν τελευταίαν κρίσιν, ὑμεῖς δὲ αὐτίκα μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος. Ἆρ’ οὐ καλῶς ποιοῦμεν οὐ πάντα πειθόμενοι τοῖς τοιούτοις λόγοις, ἀλλ’ ἢ νόθους αὐτοὺς νομίζοντες, ἢ καὶ γνησίους ὄντας, ὡς ταῖς γραφαῖς ἐναντίους καὶ τοῖς κοινοῖς δόγμασιν οὐ παραδεχόμενοι;

18. Ταῦτα μὲν οὖν ὡς ἔχουσιν ἐπὶ λέξεως ἐκθέσθαι κατηναγκάσθημεν, ἵνα μὴ τὸν ἅγιον δοκῶμεν συκοφαντεῖν ὡς τοῖς Ὠριγενιακοῖς συμφερόμενον δόγμασι· τὴν δ’ ὑπὲρ τούτων ἀπολογίαν καὶ ὑμεῖς ἂν εἴητε δίκαιοι συνεισφέρειν, εἴ τινα καινοτέραν ἐπινοῆσαι δυνηθείητε (δίκαιον γάρ, ἐπειδὴ καὶ κοινὸς ὑπάρχει διδάσκαλος), ὅπως τε εἰς τὴν τοιαύτην ἐνέπεσε δόξαν καὶ ὅπως οὐχ ὑπὸ τῆς πέμπτης ἀπεδοκιμάσθη συνόδου τὰ τούτου συγγράμματα καὶ πυρὶ παρεδόθη. Τὸ γὰρ μετὰ τὴν σύνοδον ταύτην αὐτὰ νενοθεῦσθαι λέγειν ὑπ’ ἄλλων τινῶν καὶ ἄλλου του χάριν, ἕωλον ἀτεχνῶς καὶ κομιδῆ περιττόν· ἀλλὰ μὴν οὐδ’ ἀναγκαῖον ἄλλως, ὅτι τοιαύτην ὅλως ἔσχηκε δόξαν, διὰ τοῦτ’ ἀφανισθῆναι τὰ τούτου συγγράμματα καὶ πυρὶ δοθῆναι· τοῦτο γὰρ οὐδὲ τὰ Ὠριγένους ἔπαθε πάντα, καὶ δῆλον ἐκ τῆς λεγομένης αὐτοῦ Φιλοκαλίας, ἥτις ἐξελέγη μὲν καὶ συνετέθη παρὰ Γρηγορίου τοῦ Θεολόγου σὺν τῷ μεγάλῳ φιλοπονήσαντος Βασιλείῳ, πλήρης δὲ τῶν τοιούτων ἐστὶ φωνῶν καὶ δογμάτων διὰ τὸ ἀμφισβητήσιμον εἶναι τότε τὴν δόξαν, ᾗπερ ἡμῖν εἴρηται πρότερον. Ἀλλὰ καὶ ἣν ὁ ἅγιος Μάξιμος ἐπινοεῖ παραμυθίαν τῇ τοιαύτῃ τῆς ἀποκαταστάσεως δόξῃ τοῦ θαυμαστοῦ Γρηγορίου, ἐκθησόμεθα μὲν ἡμεῖς ὁλοκλήρως· κρίνατε δὲ ὑμεῖς, εἰ ἱκανὴ πρὸς θεραπείαν ἐστὶ τῶν τοιούτων τε καὶ τοσούτων λόγων. «

Τρεῖς ἀποκαταστάσεις οἶδεν ἡ Ἐκκλησία» φησί· «μίαν μέν, τὴν ἑκάστου κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἐν ᾗ ἀποκαθίσταται, τὸν ἐπ’ αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας· δευτέραν δέ, τὴν τῆς ὅλης φύσεως ἐν τῇ ἀναστάσει εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἀποκατάστασιν· τρίτην δέ, ᾗ καὶ μάλιστα κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Νύσσης Γρηγόριος, τὴν τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν εἰς ὅπερ ἐκτίσθησαν πάλιν ἀποκατάστασιν· δεῖ γὰρ ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τὴν τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένην ἀπολαβεῖν, οὕτω τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις τῇ παρατάσει τῶν αἰώνων ἀποβαλεῖν τὰς ἐντεθείσας αὐτῇ τῆς κακίας μνήμας, καὶ περάσασαν τοὺς πάντας αἰῶνας καὶ μὴ εὑρίσκουσαν στάσιν, εἰς τὸν Θεὸν ἐλθεῖν τὸν μὴ ἔχοντα πέρας, καὶ οὕτω τῇ ἐπιγνώσει οὐ τῇ μεθέξει τῶν ἀγαθῶν ἀπολαβεῖν καὶ εἰς τὸ ἀρχαῖον ἀποκαταστῆναι, καὶ δειχθῆναι τὸν δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας». Ταύτην εἰ μὲν ἱκανὴν τὴν θεραπείαν νομίζετε, κοινὸν ἂν εἴη τὸ ἕρμαιον· εἰ δ’ ἑτέραν ἐπ’ αὐτῇ ζητητέον ἀκριβεστέραν, ξυνὸς (φασίν) Ἐνυάλιος· ὅτι γὰρ τοῖς Ὠριγένους ἔοικε συμφωνεῖν μᾶλλον ἢ τοῖς ὑφ’ ὑμῶν λεγομένοις, παντί που δῆλον ἐξ αὐτῶν τῶν εἰρημένων ἐστί.

Θαυμάζειν δὲ ἄξιον, εἰ ἀρχαίαν τινὰ δόξαν τῆς ἐκκλησίας καὶ μέσην ἐναντίων δυοῖν νομίζετε τὴν τοῦ καθαρσίου πυρός, ὅπου γε οἱ πλεῖστοι τῶν διδασκάλων καὶ γνωριμώτατοι τὸ αἰώνιον πῦρ ἐκεῖνο καὶ τὰς ἀπεράντους κολάσεις ἀλληγορικώτερον ἐξελάβοντο, ὡς μήτε πῦρ ἐκεῖ σωματικὸν νομίζεσθαι μήτε σκότος ἐξώτερον ἄλλο πλὴν ἢ τὴν τοῦ Θεοῦ ἄγνοιαν, καθάπερ καὶ φῶς τοῖς ἀξίοις τὴν αὐτοῦ θεωρίαν, μήτε σκώληκα, γένος τι ἑρπετῶν ἰοβόλον καὶ σαρκοφάγον, ἀλλ’ ἢ τὴν τῶν ἀκολάστων ὑπὸ τῆς συνειδήσεως βάσανον καὶ τὸν πικρὸν ἐκεῖνον μετάμελον, μήτε βρυγμὸν ὀδόντων ἄλλον παρὰ τὴν τῶν θυμομαχούντων μανίαν καὶ τὴν ἐπ’ αὐτῇ λύπην καὶ τὸν πικρὸν ὀδυρμόν. Εἰ τοίνυν ἐκεῖνα τοιαῦτα τὰ μετὰ τὴν ἀνάστασιν καὶ τὴν κρίσιν, πῶς τὰς ἀσωμάτους ψυχὰς αὐτίκα μετὰ τὴν λύσιν ὑπὸ σωματικοῦ πυρὸς δεξόμεθα κατακαίεσθαι καὶ καθαίρεσθαι, πλὴν εἰ μή τις φαίη καὶ ταὐτὰ τοῖς εἰρηκόσι, πρὸς ἕτερον τείνειν σκοπόν, ἀλληγορικῶς τε καὶ πνευματικῶς λαμβανόμενα;