3. Ἡμεῖς οὔτε τοὺς δικαίους ἀπειληφέναι τελέως τὸν ἴδιον κλῆρόν φαμεν καὶ τὴν μακαρίαν ἐκείνην κατάστασιν, πρὸς ἣν ἐντεῦθεν διὰ τῶν ἔργων ἑαυτοὺς παρεσκεύασαν, οὔτε τοὺς ἁμαρτωλοὺς αὐτίκα μετὰ τὸν θάνατον εἰς τὴν αἰώνιον ἀπάγεσθαι κόλασιν, ἐν ᾗ βασανισθήσονται ἀϊδίως, ἀλλ’ ἄμφω ταῦτα μετὰ τὴν ἐσχάτην ἐκείνην ἡμέραν τῆς κρίσεως καὶ τὴν ἀνάστασιν πάντων ἀναγκαίως γενήσεσθαι· τὸ δὲ νῦν ἔχον, εἶναι μὲν ἑκατέρους ἐν τοῖς προσήκουσι τόποις, τοὺς μὲν ἀνέτους πάντῃ καὶ ἐλευθέρους ἔν τε τῷ οὐρανῷ μετὰ τῶν ἀγγέλων καὶ παρ’ αὐτῷ τῷ Θεῷ, καὶ δὴ κἀν τῷ παραδείσῳ, οὗ ἐξέπεσε μὲν ὁ Ἀδάμ, ἀντεισήχθη δὲ πρὸ τῶν ἄλλων ὁ εὐγνώμων λῃστής, καὶ ἡμῖν δὲ ἑκάστοτε ἐπιχωριάζειν, ἐν οἷς τιμῶνται ναοῖς, καὶ τῶν ἐπικαλουμένων αὐτοὺς ἐπακούειν καὶ ὑπὲρ αὐτῶν τῷ Θεῷ πρεσβεύειν, ἐξαίρετον τοῦτο γέρας παρ’ αὐτοῦ εἰληφότας, καὶ διὰ τῶν οἰκείων λειψάνων θαυματουργεῖν, καὶ μὴν καὶ τῆς μακαρίας ἀπολαύειν τοῦ Θεοῦ θεωρίας καὶ τῆς ἐκεῖθεν ἐκπεμπομένης αἴγλης τελεώτερόν τε καὶ καθαρώτερον ἢ πρότερον ἐν τῷ βίῳ τυγχάνοντας· τοὺς δ’ ἐναντίους αὖθις ἐν τῷ ᾅδῃ κατακεκλεισμένους ὑπάρχειν ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καὶ ἐν λάκκῳ κατωτάτῳ, καθά φησιν ὁ Δαυίδ, καὶ ὁ Ἰὼβ πάλιν· εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν· καὶ τοὺς μὲν ἐν εὐφροσύνῃ πάσῃ καὶ θυμηδίᾳ διάγειν, προσδοκῶντας ἤδη καὶ μόνον οὐκ ἐν χερσὶν ἔχοντας τὴν ἐπηγγελμένην αὐτοῖς βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά· τοὺς δὲ τοὐναντίον ἐν στενοχωρίᾳ πάσῃ καὶ ἀπαραμυθήτῳ λύπῃ, καθάπερ τινὰς καταδίκους ἐκδεχομένους τὴν ἀπόφασιν τοῦ κριτοῦ καὶ τὰς βασάνους ἐκείνας προορωμένους· οὔτε δὲ τὴν κληρονομίαν τῆς βασιλείας ἐκείνους ἀπολαβεῖν καὶ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε νοῦς ἀνθρώπου ἐνετυπώσατο ἀγαθά», οὔτε τούτους ταῖς αἰωνίοις ἤδη παραδεδόσθαι βασάνοις καὶ ἐν ἀσβέστῳ πυρὶ κατακαίεσθαι.