Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος δεύτερος περὶ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Ερμηνεία του αποστολικού χωρίου προς Κορινθίους περί σωτηρίας ως διά πυρός

Απορρίπτεται η διάκριση μεταξύ άφεσης της αμαρτίας και υποχρέωσης επιτιμίου, και προσφέρεται εκτενής ερμηνεία του χωρίου του αποστόλου Παύλου για τη δοκιμασία των έργων, με βάση την εξηγητική παράδοση του αγίου Ιωάννου του Χρυσοστόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 5

19. Ἐπὶ τούτοις τὰς παρ’ ὑμῶν εἰρημένας χρήσεις ἔκ τε τῆς τῶν Μακκαβαίων βίβλου καὶ τοῦ Εὐαγγελίου θεωρούντων ἡμῶν, ἁπλῶς τε καὶ φιλαλήθως εἰπόντων, μηδεμίαν ἐν αὐταῖς ἐμφαίνεσθαι κόλασιν, οὔτε μὴν κάθαρσιν, ἀλλ’ ἢ μόνον ἁμαρτιῶν ἄφεσιν, διαίρεσίν τινα θαυμαστὴν ὑμεῖς ἐποιήσασθε, πᾶσαν ἁμαρτίαν εἰπόντες εἴς τε τὴν πρόσκρουσιν αὐτὴν τοῦ Θεοῦ διαιρεῖσθαι καὶ τὴν ἐπακολουθοῦσαν αὐτῇ τιμωρίαν· ὧν τὴν μὲν πρόσκρουσιν ἀφίεσθαι μετὰ τὴν συντριβὴν καὶ ἀποκήρυξιν τοῦ κακοῦ, τὴν δὲ ἐνοχὴν τῆς τιμωρίας ὀφείλεσθαι πάντως, ὡς ἀνάγκην εἶναι ἐκ τούτου τοῦ λόγου τοὺς ἀφιεμένους τῶν ἁμαρτιῶν ἔτι καὶ δι’ αὐτὰς κολάζεσθαι. Ταῦτα μὲν οὖν ὅτι τοῖς ἐναργέσι καὶ ὁμολογουμένοις μάχονται, λέγειν ἐῶμεν· οὔτε γὰρ βασιλεῖς ὁρῶμεν μετὰ τὸ δοῦναι τὴν ἀμνηστίαν καὶ ἄφεσιν ἔτι καὶ κολάζοντας τοὺς ἡμαρτηκότας, οὔτε Θεὸν αὐτὸν πολλῷ μᾶλλον, ᾧ πολλῶν ὄντων τῶν γνωρισμάτων, φιλανθρωπία ἐστὶ τὸ ἐξαίρετον, ἀλλὰ μετὰ μὲν τὴν ἁμαρτίαν κολάζοντα, μετὰ δὲ τὴν ἄφεσιν εὐθὺς καὶ τὴν κόλασιν λύοντα. Καὶ τοῦτο εἰκότως· εἰ γὰρ τὸ προσκροῦσαι Θεῷ ποιεῖ τὴν κόλασιν, τοῦ αἰτίου λυθέντος καὶ τῆς καταλλαγῆς γενομένης, καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶν ἡ κόλασις, ἐξ ἀνάγκης συνδιαλέλυται.

Οὕτως ὁ μὲν τελώνης μετὰ συντριβῆς προσευξάμενος οὐκ ἀφείθη τῶν ἁμαρτιῶν μόνον, ἀλλὰ καὶ δεδικαιωμένος κατῆλθε, ταὐτὸν δὲ εἰπεῖν, οὐδεμιᾶς κολάσεως ἔτι δεόμενος· ὁ δὲ Μανασσῆς ἐν τῇ Παλαιᾷ ὁμοῦ τε προσηύξατο μετὰ ταπεινώσεως καὶ τῆς συγχωρήσεως ἔτυχε, καὶ τοῦ ζώγρου διαρραγέντος, ἐν ᾧ κατείχετο, πρὸς τὴν Ἰουδαίαν ἐν ἀκαρεῖ μετετέθη θείᾳ δυνάμει καὶ τὴν ἑαυτοῦ βασιλείαν αὖθις ἀπέλαβεν· οἱ Νινευῖται δὲ μεταγνόντες οὕτως ὀξέως, ὁμοῦ τε τὴν ἁμαρτίαν ἔλυσαν δηλονότι καὶ τὴν ἠπειλημένην τιμωρίαν ἐξέφυγον· ὁ δὲ ἐν τῷ εὐαγγελίῳ παραλυτικός, πρότερον τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομισάμενος, εὐθὺς ὡς ἑπομένην αὐτῇ τὴν τοῦ σώματος ἀνόρθωσιν προσελάβετο.

Καὶ τί δεῖ καταλέγειν τὰς ἱστορίας ἁπάσας ἐφ’ οὕτω σαφεῖ καὶ ὁμολογουμένῳ πράγματι; Πλὴν ἀλλὰ πόθεν ὑμεῖς τὴν τοιαύτην λαβόντες διαίρεσιν, ὡς ἀναγκαίαν τινὰ καὶ καθολικὴν παρεθήκατε; Τίς εὐαγγελιστὴς ἢ ἀπόστολος ἢ τῆς ἐκκλησίας διδάσκαλος τοιοῦτόν τι γέγραφε πώποτε; Ποία πεῖρα τοῦτο παρέστησεν; Οὐ γὰρ δὴ τὸ τοῦ Δαυὶδ ἱκανόν, ὃς ἀφείθη μὲν τῆς ἁμαρτίας τῆς ἐπὶ μοιχείᾳ καὶ φόνῳ, τὸν δὲ γεννηθέντα υἱὸν ἀπεβάλετο· καὶ γὰρ δὴ κἀκεῖνος ἀφείθη μὲν τῆς ἁμαρτίας τελείως, καὶ δῆλον, ὅτι καὶ τὸ προφητικὸν οὐκ ἀπέβαλε χάρισμα, μικρὰν δέ τινα ποινὴν ἔτισεν, οὕτω τοῦ Θεοῦ κρίναντος, ἢ λύπην μᾶλλον καὶ οὐ ποινήν, ἴσως καὶ δι’ ἄλλας αἰτίας συγχωρηθεῖσαν, ἃς καὶ ἐπὶ τοῖς πλείστοις τῶν πρὸς ὥρας ἀναρπαζομένων νηπίων οἱ διδάσκαλοι λέγουσιν· ὁ γὰρ δὴ μετ’ αὐτὸν γενόμενος παῖς ἐκ τῆς αὐτῆς γυναικὸς οὐκ ἔζησε μόνον. ἀλλὰ καὶ τὴν βασιλείαν τοῦ πατρὸς διεδέξατο, καὶ οὗτος ἦν Σολομὼν ὁ σοφώτατος.

Τὸ γοῦν ἐπ’ ἐκείνου γενόμενον καθολικῶς ἀξιοῦν καὶ οἴεσθαι ἐκ τούτου τὴν ἄφεσιν τῆς προσκρούσεως εἶναι μόνης, τὴν δὲ τιμωρίαν ἐξ ἀνάγκης ὀφείλειν ἕπεσθαι, παντελῶς ἀπᾷδον τῇ κοινῇ ψήφῳ καὶ τῇ τῶν πραγμάτων φύσει καὶ οὐδὲ ὑμῖν αὐτοῖς σύμφωνον· εἰ γὰρ ἡ ἄφεσις τῆς αἰτίας ἐστίν, ἥτις ἐστὶ λώβη κατὰ τὰς ὑμετέρας φωνὰς ἀπολειφθεῖσα ἐν τῇ ψυχῇ μετὰ τὸ προσκροῦσαι τῷ δημιουργῷ, τί ἂν ἔτι καθάραι ἡ κόλασις, τῆς λώβης ἐκείνης διὰ τῆς ἀφέσεως καθαρθείσης;

Εἰ μὲν γὰρ καθάπαξ ἡ ἄφεσις ἄνευ τιμωρίας οὐκ ἠδύνατο κάθαρσιν ἐμποιεῖν, εἶχεν ἂν τὸ εὔλογον ὁ ὑμέτερος λόγος· εἰ δ’ ἡ πρώτη τε καὶ μεγίστη καὶ τελεωτάτη διὰ τοῦ βαπτίσματος τῶν ἁμαρτιῶν ἄφεσις ἡ αὐτὴ καὶ παντός ἐστι ῥύπου κάθαρσις καὶ τιμωρίας πάσης ἀπαλλαγή, τίς ἡ ἀνάγκη μὴ καὶ τὴν ἄφεσιν ταύτην τὸ δύνασθαι καθαίρειν ἔχειν, ἀλλὰ τῇ τιμωρίᾳ μόνῃ τοῦτο λογίζεσθαι; Πρὸς δὲ τοῖς εἰρημένοις φαμέν, ὡς οὐδ’ ἄλλως τῇ ὑμετέρᾳ δόξῃ συμβάλλονται τὰ ἀναγεγραμμένα ῥητά· τὸ μὲν γὰρ ἐκ τῶν Μακκαβαίων ληφθέν, ὅτι οὐ περὶ μικρᾶς τινος ἁμαρτίας, ἀλλὰ περὶ μεγίστου καὶ θανασίμου τινὸς ἁμαρτήματος ὁ ἱλασμὸς ἐκεῖνος ὑπὲρ τῶν τεθνεώτων καὶ ἡ θυσία γέγονεν, ὡς εἴρηται τὸ δὲ εὐαγγελικόν, ὅτι τῷ βλασφημήσαντι οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι οὐ πάντως εἰς τὴν ὑμετέραν φέρει διάνοιαν, ὡς τότε τῆς ἀφέσεως διδομένης, ἀλλ’ ἐκεῖνο δηλοῖ, ὅτι τινῶν μὲν ἁμαρτιῶν ἐνταῦθα κολαζομένων, τινῶν δὲ ἐν τῷ μέλλοντι βίῳ, τῶν δὲ καὶ ἐν ἀμφοτέροις, ἡ τοιαύτη παντάπασιν ἀσύγγνωστος οὖσα καὶ ἀσυγχώρητος, κἀν τῷ παρόντι κἀν τῷ μέλλοντι βίῳ τὴν ἀπαραίτητον δίκην ὑφέξει.

20. Ἰτέον δὲ ἡμῖν ἤδη πρὸς τὸ μέγιστόν τε καὶ κυριώτατον τῶν ἀγωνισμάτων, ὅπερ ἐστὶν ἡ τοῦ ἀποστολικοῦ ῥητοῦ δύναμις· ταύτης γὰρ μόνης ἐξῆπται σχεδὸν τοῖς λατινικοῖς διδασκάλοις ἡ τοῦ καθαρσίου δόξα πυρός. Ὅτι μὲν οὖν πολλῶν ὄντων παρ’ ἡμῖν τοῖς Γραικοῖς τῶν τὴν ἱερὰν γραφὴν ἐξηγησαμένων ἁγίων ἀνδρῶν, ὧν ἐστι τὸ κεφάλαιον Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς, οὐδεὶς εἰς τὴν τοιαύτην διάνοιαν ἦλθεν οὐδ’ ἐξέλαβεν ἐκ τῆς ἀποστολικῆς φωνῆς τὸ παρ’ ὑμῶν δοξαζόμενον καθάρσιον πῦρ, ὁμολογούμενον εἶναι καὶ παρ’ ὑμῖν φαίνεται· οὐδὲ γὰρ τοιαύτην ἑρμηνείαν τῶν ἡμετέρων τινὸς παρεθήκατε.

Καὶ ὅτι δὲ διαφόρως οἱ ἅγιοι τὰ ῥητὰ τῆς ἱερᾶς ἐξηγοῦνται Γραφῆς, καὶ τοῦθ’ ὡμολογημένον ἐστίν, οὐ ταῖς λέξεσι μόνον ἐπὶ διαφόροις ἐννοίαις χρώμενοι, καθάπερ ἡ ὑμετέρα σοφία τὴν τοῦ λέοντος λέξιν καὶ τὴν τῆς πέτρας παρέθηκε (τοῦτο γὰρ τῆς γραφῆς ἐστιν ἴδιον), ἀλλὰ καὶ νοημάτων σύνθεσιν ὁλοκλήρων ἐπὶ διάφορα, πολλάκις δὲ καὶ τἀναντία μεταχειρίζοντες, ὥσπερ ὁ μὲν μακάριος Ἰωάννης ὁ Χρυσόστομος τὴν τῶν ἀποστόλων σὺν τῷ Χριστῷ καθέδραν ἀξίαν τινὰ μόνην σημαίνειν ἐνόμισε καὶ τὴν τῶν φυλῶν τοῦ Ἰσραὴλ κρίσιν ἀντὶ τῆς κατακρίσεως ἐξεδέξατο· «οὔτε γὰρ» φησί «συγκαθεδοῦνται ἄνθρωποι τῷ πάντων κριτῇ καὶ Θεῷ, οὔτε κρινοῦσιν, ἀλλὰ κατακρινοῦσιν ἁπλῶς, ὥσπερ οἱ Νινευῖται καὶ ἡ βασίλισσα Νότου, τὴν τῶν Ἰουδαίων πονηρὰν γενεάν»· οἱ δὲ λοιποὶ διδάσκαλοι καὶ συγκαθέδρους τοῦ δεσπότου Χριστοῦ καὶ συνδικαστὰς τοὺς ἀποστόλους καὶ δέχονται καὶ καλοῦσιν. Ἆρ’ οὐκ ἐναντία ταῦτα δοκοῦσιν; Ἀλλ’ οὐδὲν θαυμαστόν, εἰ ἐπί τινων ὑποθέσεων καὶ δογμάτων τῶν μὴ καιρίων πρὸς διάφορον ἕκαστος ἀπηνέχθη διάνοιαν, οὕτω τοῦ λογισμοῦ κρίναντος, ἢ τῆς δόξης ὑποβαλούσης, ἢ τοῦ καιροῦ καὶ τῶν ἐνεστώτων πραγμάτων ἢ τῆς τῶν ἀκροατῶν δυνάμεως καὶ βουλήσεως ἀπαιτούντων. Οὕτω τοίνυν καὶ τὸ προκείμενον τοῦτο ῥητὸν εἰκὸς μέν ἐστι διαφόρους δέξασθαι ἑρμηνείας τῶν τε παρ’ ἡμῖν καὶ τῶν παρ’ ὑμῖν διδασκάλων.

Ὅτι δὲ ἡ τοῦ μακαρίου πατρὸς Ἰωάννου τοῦ Χρυσοστόμου πάντων ἐστὶν ἀκριβεστέρα τε καὶ ἀληθεστέρα, οὐκ ἀπὸ τῆς ἀξίας αὐτοῦ καὶ ὑπεροχῆς μόνον, ἀφ’ ἧς αὐτῷ καὶ ὁ μέγας ἀπόστολος Παῦλος ἐφάνη διομιλούμενος, οὐδ’ ἀπὸ τῆς πρὸς αὐτὸν συμφωνίας τῶν λοιπῶν παρ’ ἡμῖν διδασκάλων ἰσχυριζόμεθα, ἀλλὰ καὶ ὅτι μάλιστα πάντων οὗτος τῇ ἀποστολικῇ διανοίᾳ κατὰ τάξιν καὶ ἐφεξῆς ἀκολουθῶν φαίνεται, καὶ οὐ καθ’ ἓν τῶν ῥητῶν ἀποτεμνόμενος ἰδίᾳ καὶ ἑρμηνεύων, ἀλλ’ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς κατὰ τὸν ἀποστολικὸν σκοπὸν ὁλόκληρον καὶ συνυφασμένην ὥσπερ ἓν σῶμα τὴν ἑρμηνείαν ἀποδιδούς.

Ἔστιν οὖν συνιδεῖν τῷ βουλομένῳ παντί, κατὰ τοῦτον δὴ μάλιστα τὸν ἀποστολικὸν σκοπὸν καὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἀκριβεστέραν εἶναι τὴν Χρυσοστομικὴν ἑρμηνείαν ταύτην, ἣν ἡμεῖς εἰσάγομεν, τῆς παρ’ ὑμῶν λεγομένης τε καὶ δοξαζομένης.

21. Οἱ γὰρ δὴ Κορίνθιοι, πρὸς οὓς ἡ ἐπιστολή, παρὰ τὸν καιρὸν τῆς ἀπουσίας τοῦ ἀποστόλου πρὸς ἀλλήλους σχιζόμενοι καὶ ἄλλος ἄλλον διδάσκαλον προβαλλόμενοι τῶν πλούτῳ τε καὶ σοφίᾳ τῇ ἔξω λαμπρυνομένων (καὶ γὰρ πολὺ τὸ κλέος ἐν τοῖς τοιούτοις εἶχον καὶ σφόδρα ἐπ’ αὐτοῖς ἐτετύφωντο), πρὸς μείζονα διάστασιν ἐκ τούτου κατὰ μικρὸν καὶ φιλονεικίαν ἐξῆγον, καὶ διὰ τοῦτο καὶ τὸν λαβόντα τὴν μητρυιὰν ἀνεπιτίμητον παρεώρων· ἦν δὲ καὶ οὗτος τῶν διδασκάλων ἐκείνων εἷς, ἐφ’ οἷς μέγα ἐφρόνουν, καὶ τηλικούτῳ περιπεπτωκὼς ὀλισθήματι, τῆς διδασκαλικῆς ἀξίας ὅμως ἀντείχετο, σύστημα ἔχων ὑφ’ ἑαυτὸν οὐκ εὐκαταφρόνητον καὶ τῇ ἔξω σοφίᾳ καὶ τῷ πλούτῳ θαρρῶν. Ταῦτα τοίνυν ὁ θεῖος ἀπόστολος διορθῶσαι βουλόμενος, πρῶτον μὲν κοινὴν πρὸς πάντας ποιεῖται τὴν παραίνεσιν καὶ τὴν ἐπιτίμησιν καὶ παρακαλεῖ τὸ αὐτὸ λέγειν καὶ μὴ ἔχειν σχίσματα, μηδὲ προσνέμειν ἑαυτοὺς ἄλλον ἄλλῳ τῶν διδασκάλων, οὓς ἀνωνύμως δηλῶσαι βουλόμενος, ἕκαστος ὑμῶν φησί λέγει· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ, καὶ τὸν Χριστὸν τούτοις συντάττων ἐντρεπτικῶς, ὡς δέον ἅπαντας εἶναι μόνου Χριστοῦ καὶ μηδενὸς ἄλλου προσονομάζεσθαι, μηδ’ αὐτῶν τῶν κορυφαίων ἐν ἀποστόλοις· ταῦτα γάρ, φησί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.

Ἔπειτα τὸ τῆς ἔξω σοφίας φρύαγμα καθαιρεῖ καὶ ὡς αἰτίαν αὐτὴν τῶν σχισμάτων ἐκβάλλει τῆς ἐκκλησίας, κένωσιν αὐτὴν ὀνομάζων τοῦ σταυροῦ τοῦ Χριστοῦ καὶ μωρίαν παρὰ τῷ Θεῷ καὶ εἴ τι τοιοῦτον. Εἶτα τὴν τῶν διδασκάλων συντέλειαν ὡς μικρὰ δυναμένην ἐξευτελίζει· Τίς γάρ ἐστι Παῦλος, φησί, τίς δὲ Ἀπολλώς, ἀλλ’ ἢ διάκονοι, δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;

Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός. Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσι. Τὸ πᾶν ἐστι, φησί, τῆς θείας δυνάμεως· ἡμεῖς δὲ πάντες, ἄνθρωποι ὄντες, ὀλίγα τινὰ καὶ μικρὰ συνεισφέρομεν, οὐδὲν ἄλλος ἄλλου πλέον ἐν τούτῳ δυνάμενοι, καὶ ταῦτα δὲ τὸν μισθὸν ἐπὶ τούτοις ἀπεκδεχόμενοι· ἕκαστος γάρ φησί τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Μισθωτούς τινας ἐνταῦθα τοὺς διδασκάλους φησίν, ἵνα μὴ μέγα φρονῶσιν, ὡς ἑτέρου ὄντος τοῦ δεσπότου καὶ μισθοδότου. Καὶ ἐφεξῆς τὰ περὶ τοῦ πεπορνευκότος ἐκείνου διδασκάλου προανακρούσασθαι βουληθείς, ὃν ἐν τοῖς ἔμπροσθεν ἀποτέμνει καὶ τῷ Σατανᾷ παραδίδωσι, Θεοῦ φησίν ἐσμὲν συνεργοί· οὐ γὰρ ἴδιον ἔργον ποιοῦμεν, ἀλλὰ τῷ τοῦ δεσπότου συνεργοῦμεν βουλήματι· Θεοῦ γεώργιον ὑμεῖς ἐστε οἱ μαθητευόμενοι, Θεοῦ οἰκοδομή, πρὸς ἑτέραν μεταφορὰν ἀπὸ τῆς γεωργίας τὸν λόγον μεταγαγών· διὸ καὶ ἑαυτὸν ἀρχιτέκτονα ὀνομάζει κατὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπαίρων ἑαυτὸν ἤδη καὶ τὴν ὑπεροχὴν ἐμφαίνων, ἅτε ἐπιτιμῆσαι σφοδρότερον καὶ ἀπειλῆσαι βουλόμενος. Ἐγὼ μὲν οὖν, φησί, τὸν θεμέλιον τέθεικα καὶ τὴν εἰς Χριστὸν πίστιν κατεβαλόμην· αὕτη γάρ ἐστιν ὁ θεμέλιος· ἄλλος δὲ ἐποικοδομεῖ, τουτέστιν ἕκαστος τῶν παρ’ ὑμῖν διδασκάλων. Βλεπέτω οὖν ὁ τοιοῦτος πῶς ἐποικοδομεῖ.

Πρὸς τὸν πεπορνευκότα λοιπὸν ἐμφαντικῶς ἀποτείνεται· βλεπέτω, φησίν, ἕκαστος, εἰ σύμφωνα τὰ ἔργα τοῖς τῆς διδασκαλίας λόγοις καὶ τῷ κειμένῳ θεμελίῳ παρέχεται· διὰ τῶν ἔργων γὰρ μάλιστα ἡ οἰκοδομὴ τῶν διδασκάλων συνίσταται καὶ ταῦτα αὐτὴν ἐξαίρουσι. Μὴ οὖν ἁπλῶς ὅτι οἰκοδομεῖ σκοπείτω, μηδ’ ἐκ τούτου πλέον τι ποιεῖν νομιζέτω, ἀλλ’ ὁποῖά ἐστι τὰ οἰκοδομούμενα λογιζέσθω· διὰ πυρὸς γὰρ ταῦτα δοκιμασθήσεται κατὰ τὴν ἡμέραν ἐκείνην. Ποίου πυρός;

Ὃ ἐνώπιον τοῦ Θεοῦ προπορεύσεται κατὰ τὸ εἰρημένον ὑπὸ Δαυίδ, ὃ τοὺς μὲν ἁγίους καὶ ἀγαθοὺς διδασκάλους καὶ τὰ λαμπρὰ τῶν ἔργων ἐπὶ τῷ θεμελίῳ τοῦ Χριστοῦ ἐποικοδομοῦντας ὑποδεξάμενόν τε καὶ δοκιμάσαν ἐπιλαμπρυνεῖ καὶ φωτεινοτέρους ἐργάσεται καὶ διὰ τὴν τοῦ ἔργου διαμονὴν καὶ λαμπρότητα μισθοῦ πρόξενον ἅτε δὴ κεκοπιακόσιν αὐτοῖς γενήσεται· τοῖς δὲ ξύλα, χόρτον, καλάμην, ἄτιμον ὕλην καὶ εὔπρηστον καὶ τῷ καλῷ θεμελίῳ ἀπᾴδουσαν, ἐποικοδομήσασιν, οἷος ἦν ὁ πεπορνευκὼς ἐκεῖνος καὶ ἔτι διδάσκαλος εἶναι βουλόμενος, οὐ μόνον οὐδεὶς μισθὸς τῆς διδασκαλίας δοθήσεται, ἀλλὰ καὶ τὸ ἔργον αὐτὸ τῆς διδασκαλίας κατακαέν, ἅτε δὴ ἐκ τοιούτων συνυφασμένον πράξεων, ζημίας, οὐχὶ μισθοῦ γενήσεται πρόξενον· οὐδὲν γὰρ τοιοῦτον ἔργον οὐδὲ διδασκαλία τοιαύτη τὸ πῦρ ἐκεῖνο ὑφίσταται· αὐτός γε μὴν ὁ τοιοῦτος διδάσκαλος οὐ συνδιαφθαρήσεται τῷ οἰκείῳ ἔργῳ, ἀλλὰ σωθήσεται καὶ παραμενεῖ καὶ τῷ κριτῇ παραστήσεται καὶ λόγον ὑφέξει τῶν πεπραγμένων καὶ τὴν αἰώνιον ὑποστήσεται δίκην, μηδὲν τοῦ ἔργου τῆς διδασκαλίας ἐκείνης, ἅτε διαφθαρείσης, ὀνάμενος· οὕτως γὰρ φησί σωθήσεται, ὡς διὰ πυρός, τοῦ τὴν τοιαύτην ὕλην ἐμπιπρῶντος καὶ κατακαίοντος, καὶ σωθήσεται σωτηρίαν ἀπωλείας χείρονα· βέλτιον γὰρ ἦν αὐτῷ εἰ μηδὲ ἐγένετο μηδὲ τότε ἐσώθη, τοιαύτην ὕλην ἐπιφερόμενος.

Καὶ ἐφεξῆς ἐπάγει, σαφῶς ἤδη περὶ τοῦ πεπορνευκότος τὸν λόγον ποιούμενος· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Καὶ ἐπειδὴ σοφὸς ἦν ἐκεῖνος καὶ ἐπὶ τῷ διδάσκειν ἐφρόνει, ὡς ἐντεῦθεν τὴν δίκην διαφευξόμενος, συνημμένως εὐθὺς ἐπάγει· Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Καὶ μεταξὺ διελθὼν ὀλίγα, πάλιν καταφορικώτατα τῷ λόγῳ χρώμενος ἀνακαλύπτει φανερῶς ἤδη τὸν τὴν ἁμαρτίαν εἰργασμένον ἐκείνην καὶ ὀνειδίζει σφοδρῶς τοὺς ἐπ’ αὐτῷ πεφυσιωμένους καὶ πρὸς τὸν λόγον ἀποβλέποντας μόνον, ἀλλ’ οὐ τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάθεσιν σκοπουμένους· λέγει γὰρ οὕτως· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ ταχέως, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει.

Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν· καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; Βλέπεις ἐνταῦθα ποῖον ἔργον κατακαήσεσθαι τότε λέγει, καὶ ποῖον οἰκοδόμον διὰ τοῦ πυρὸς ἐκείνου σωθήσεσθαι;

Εἰ μὲν οὖν μικρόν τι καὶ μέσον ἁμάρτημα ἡ πορνεία, καὶ τοιαύτη πορνεία, κρατείτω ἡ τῶν ὑμετέρων διδασκάλων ἐξήγησις καὶ σεσώσθω τὴν ἀγαθὴν σωτηρίαν ὁ πεπορνευκὼς ἐκεῖνος διδάσκαλος· εἰ δὲ πρὸς ἐκεῖνον μὲν ὁ λόγος φανερῶς ἀποβλέπει, τὸ δ’ ἔργον ἐκείνου καὶ τὸ ἁμάρτημα τῶν θανασίμων ἐστὶ καὶ τῶν ἄκρων ἐν τοῖς κακοῖς καὶ μηδ’ ἐν τοῖς ἔθνεσι γινομένων ῥᾳδίως, τίς ἔτι λείπεται λόγος μὴ τὴν Χρυσοστομικὴν ἐξήγησιν ἔχειν τὸ κῦρος καὶ σωτηρίαν νοεῖσθαι τοῦτ’ αὐτὸ μόνον, τὸ μὴ τῷ ἔργῳ συνδιαφθείρεσθαι, περιλείπεσθαι δέ, ἐκείνου διαφθαρέντος, καθάπερ ἀναλέον τινὰ καὶ περιπεφλεγμένον τῷ κριτῇ τῶν ὅλων παραστησόμενον· δοκιμαστικὸν γὰρ μόνον ἐκεῖνο τὸ πῦρ, ἀλλ’ οὐκ αὐτὸ ἐκεῖνο τὸ τοὺς ἁμαρτωλοὺς αἰωνίως ὑποδεξόμενον· καὶ τάχα καὶ δι’ αὐτὸ τοῦτο καὶ ὁ Δαυὶδ φλογιεῖ φησί κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, τουτέστι περιφλέξει τε καὶ ζοφώσει καὶ δυσειδεῖς τινας, οἷον εἰκὸς τοὺς πυρικαύστους, ἐργάσεται, ἀλλ’ οὐκ εἰσάπαν καταναλώσει. Καὶ Γρηγόριος δὲ ἀκολούθως ὁ θεολόγος διαστέλλων αὐτὸ τοῦ αἰωνίου πυρὸς ἐκείνου, ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγω περὶ διαφορᾶς πυρὸς ἐξηγούμενος, «εἴτε ὃ» φησί «πρὸ προσώπου Κυρίου πορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, εἴτε τὸ τούτων ἔτι φοβερώτερον, ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς».

22. Ταύτης κρατούσης τῆς ἐξηγήσεως καὶ πρὸς τὸν σκοπὸν τοῦτον τῆς ἀποστολικῆς διανοίας ἀποβλεπούσης, ὡς φανερώτατα δέδεικται, τοῖς μὲν ἀγαθοῖς καὶ ἀρίστοις ἔργοις, ἃ διὰ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τιμίων λίθων νοεῖται, τὰ φαυλότατα τῶν ἔργων καὶ πονηρότατα ἀντικεῖσθαί φαμεν, διὰ ξύλων καὶ χόρτου καὶ καλάμης δηλούμενα, ὕλης πρὸς μὲν οἰκοδομὴν συντελούσης, εὔπρηστον δὲ τῷ πυρὶ τὸ δι’ αὐτῶν συνιστάμενον ἀπεργαζομένης.

Τοῦτο γὰρ ἦν τῷ ἀποστόλῳ σκοπὸς ἐνδείξασθαι, τὸ μηδεμίαν ὄνησιν εἶναι μηδὲ μισθὸν τῷ μετὰ μοχθηρῶν ἔργων ἐπὶ τῷ τοῦ Χριστοῦ θεμελίῳ τὴν διδασκαλίαν ὑφαίνοντι, καὶ διὰ τοῦτο τῷ μισθῷ τὴν ζημίαν ἀντέθηκεν, ὡς τοῦ ἔργου μὴ σῳζομένου μηδὲ τῷ κριτῇ καὶ μισθοδότῃ φανησομένου, αὐτόν γε μὴν ἐκεῖνον τὸν εἰργασμένον καὶ σωθήσεσθαί φησιν ὡς διὰ πυρός, ἡμίφλεκτον οἷον καὶ ἄθλιον, καὶ τῷ κριτῇ παραστήσεσθαι καὶ τὸν λόγον τῆς οἰκοδομῆς ὑφέξειν· καὶ διὰ τοῦτο τάχα καὶ ὁ προφητικὸς λόγος περὶ τῆς ἡμέρας ἐκείνης φησί· Καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, ὡς ὀφείλοντος καὶ τοῦ ἔργου συμπαραμένειν τοῖς εἰργασμένοις, εἰ μέλλοι μισθοῦ πρόξενον αὐτοῖς ἔσεσθαι. Τὰ δὲ πονηρότατα ταῦτα τῶν ἔργων ἐποικοδομεῖσθαί φαμεν οὔτε παρὰ τῶν ἀσεβῶν κατὰ τὸν ὑμέτερον λόγον, οὔτε παρὰ πάντων ἁπλῶς τῶν ἁμαρτωλῶν· οὐδὲ γὰρ πρὸς πάντας ἔβλεπεν ὁ τοῦ ἀποστόλου σκοπὸς οὐδὲ καθολικήν τινα διαίρεσιν ἠβούλετο παραδοῦναι, ἀλλὰ περὶ τῶν τῷ Θεῷ συνεργούντων ἐποιεῖτο τὸν λόγον, οἵτινές εἰσιν οἱ διδάσκαλοι· τούτους γὰρ ἐποικοδομοῦντας τῷ τοῦ Χριστοῦ θεμελίῳ (καὶ γὰρ ἄλλως οὐκ ἐνεδέχετο χριστιανῶν διδασκάλους ὄντας) ἐνδέχεσθαί φησιν ἐποικοδομῆσαι καὶ τὰ φαυλότατα τῶν ἔργων καὶ ἀτιμότατα καὶ διαφθαρησόμενα πάντως, οἷον ἔπαθεν ἐκεῖνος ὁ τῇ πορνείᾳ περιπεσών.

Εἰ δ’ ὑμεῖς λέγετε μὴ δύνασθαι τῷ τοῦ Χριστοῦ θεμελίῳ τὰ κάκιστα καὶ θανάσιμα συμφωνῆσαι τῶν ἔργων, οὐδὲ τὰ μετρίως κατὰ φαίημεν ἂν ἡμεῖς συμφωνεῖν· ἀλλ’ οὖν ἐποικοδομοῦνται τῇ πίστει καὶ ταῦτα κἀκεῖνα παρὰ πολλῶν, οὐ τῶν τυχόντων μόνον ἁπλῶς, ἀλλὰ καὶ διδασκάλων καὶ τότε καὶ νῦν, οἷον δὴ καὶ ἐκεῖνος ἔπαθεν. Ὅτι δὲ τὸ σωθήσεται κατὰ τὴν Χρυσοστομικὴν ἑρμηνείαν τὸ περιλειφθήσεται μόνον δηλοῖ, καθά φησιν ὁ παρὰ τῷ Ἰὼβ ἄγγελος·

Ἐσώθην ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι, καὶ οὐκ ἐπ’ ἀγαθῷ κεῖται πάντως, ὡς οἱ ὑμέτεροι λόγοι, δῆλον ἐξ ὧν, τοῦτο φοβηθεὶς ὁ ἀπόστολος ἵνα μή τις νομίσῃ, ἐπήγαγεν· Οὕτω δὲ ὡς διὰ πυρός, ἡμίφλεκτος οἷον καὶ ζοφερὸς καὶ τὸ ὅλον ἄθλιος· καὶ ἐφεξῆς καταφορικῶς· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· εἰς τοὐναντίον ἐνταῦθα τὸν λόγον μετήγαγε, τὴν διὰ πυρὸς σωτηρίαν ἐκείνην εἰς ἀπώλειαν φέρειν ἀποφηνάμενος.

Οὐκ ἄρα περὶ μικρῶν ἁμαρτιῶν ὁ λόγος οὐδὲ περὶ καθάρσεως ὁ σκοπός (οὐδὲ γάρ τι τοιοῦτον εἴρηκεν ὅλως), ἀλλὰ περὶ μεγίστων καὶ θανασίμων καὶ οἵα ἐστὶν ἡ πορνεία· ταύτην γὰρ φθορὰν ὀνομάζει τοῦ ναοῦ τοῦ Θεοῦ, τουτέστι τοῦ σώματος. Οὔτ’ ἄρα ποιοῦμεν ἡμεῖς οὐδὲν ἄτοπον μόνῃ τῇ Χρυσοστομικῇ ἑρμηνείᾳ διὰ πάντων ἑπόμενοι, καὶ θαυμαστὸν οὐδὲν αὖθις εἴ τινες ἕτεροι πρὸς διάφορον ἔννοιαν τὰ εἰρημένα τῷ ἀποστόλῳ ἐξέλαβον· ἔθος τε γὰρ τοῦτο τοῖς διδασκάλοις ἀρχαῖον ἐπὶ πᾶσι σχεδὸν τοῖς ῥητοῖς, καὶ τὴν αὐτὴν χρῆσιν διαφόροις ἀποδιδομένην ἐννοίαις, ὅπερ ἡμῖν ἤδη καὶ πρότερον εἴρηται, πάσαις ἐφαρμόζειν ὁμοίως ἀμήχανον, ἀλλ’ ἀνάγκη τούτων τινὰ κυριωτέραν εἶναι τῶν ἄλλων καὶ μᾶλλον ἐφικνουμένην τοῦ τῶν γεγραμμένων σκοποῦ, ὁποία δὴ καὶ ἡ ῥηθεῖσα, δικαζούσης τῆς ἀληθείας, ἡμῖν κατεφάνη.