5. Τὸ δὲ τρίτον, ὅπερ ἐκ τῆς πρὸς Κορινθίους πρώτης ἐπιστολῆς ἐλήφθη τοῦ μακαρίου Παύλου, ἐν ᾗ διαλεγόμενος περὶ τοῦ οἰκοδομοῦντος ἐπὶ τοῦ θεμελίου, ὅς ἐστιν ὁ Χριστός, «χρυσόν, ἄργυρον, τιμίους λίθους, ξύλα, χόρτον, καλάμην», ἐπάγει· «Καὶ γὰρ ἡ ἡμέρα τοῦ Κυρίου φανερώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός», δοκεῖ μὲν εἰσάγειν μάλιστα πάντων τὸ καθαρτήριον πῦρ, μάλιστα δὲ πάντων αὐτὸ ἀναιρεῖ. Πρῶτον μὲν γὰρ δοκιμαστικόν, ἀλλ’ οὐ καθαρτικὸν αὐτὸ ἀπεκάλεσεν ὁ θεῖος ἀπόστολος· ἔπειτα καὶ τὰ ἀγαθὰ τῶν ἔργων καὶ τιμιώτατα δι’ αὐτοῦ διελεύσεσθαι διωρίσατο, ταῦτα δὲ δῆλον ὡς οὐδεμιᾶς προσδεῖται καθάρσεως· εἶτα τοὺς ἐπιφερομένους τὰ πονηρά, κατακαιομένων ἐκείνων, ζημιωθήσεσθαι λέγει· οἱ δὲ καθαιρόμενοι, πρὸς τῷ μηδὲν ζημιοῦσθαι, καὶ μεγάλα κερδαίνουσιν· ἔπειτα ἐπὶ τῆς ἡμέρας ἐκείνης, δηλονότι τῆς κρίσεως, καὶ τοῦ αἰῶνος τοῦ μέλλοντος, τὰ τοιαῦτά φησι γενήσεσθαι· ἡ γὰρ ἡμέρα δηλώσει, φησίν, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Τότε δὲ ἄρα καθαρτήριον πῦρ ὑποτίθεσθαι, μετὰ τὴν φοβερὰν ἐκείνην τοῦ κριτοῦ παρουσίαν καὶ τὴν τελευταίαν ἀπόφασιν, μὴ καὶ λίαν ᾖ φορτικόν;