Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγοι

Μᾶρκος ὁ Εὐγενικός

Επιστολή προς τον Οικουμενικό Πατριάρχη

Προτρεπτική επιστολή προς τον Πατριάρχη για τη διατήρηση της ορθόδοξης ομολογίας και τη σταθερότητα ενώπιον των διωγμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 4

ΜΑΡΚΟΥ [ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ] ΠΡΟΣ ΤΟΝ ΟΙΚΟΥΜΕΝΙΚΟΝ Παναγιώτατέ μου δέσποτα καὶ οἰκουμενικὲ πατριάρχα, πέποιθα εἰς θεὸν τοῦ ὑγιαίνειν τὴν μεγάλην ἁγιωσύνην σου καὶ τὴν αἰσθητὴν καὶ ὁρωμένην ὑγίειαν εὐφραινομένην ἐν Κυρίῳ πάντοτε.

Καὶ αὐτὸς ἐλέει θεοῦ μικρὸν ὑγιαίνω τῷ σώματι. Τὰ αὐτόθι γενόμενα ἠκούσαμεν καὶ οὐ μετρίως ἠνιάθημεν· πλὴν εὐχαριστοῦμεν καὶ μεγάλως δοξάζομεν τὸν φιλάνθρωπον θεὸν τὸν ἐνισχύσαντά σε ἐν τῇ παρούσῃ ὁμολογίᾳ, καὶ ἔτι καὶ ἔτι εὐχόμεθα, ὅπως ἰσχυρότερος καθ’ ἑκάστην φαίνῃ ἐν πειρασμοῖς καὶ ἀκράδαντος, ἵνα πάντες οἱ ζηλωταὶ τῆς ὀρθοδόξου πίστεως ἔχωμέν σε ἄγκυραν καὶ καταφυγὴν καὶ προσφύγιον. Καὶ εἰ μὲν λυθῶσι τὰ δεινὰ, μακαριστὸς ἐν πᾶσι καὶ αἰνετὸς εὑρεθήσῃ, εἰ δὲ ἀνοχῇ θεοῦ δι’ οἷς κρίμασιν οἶδεν αὐτὸς ἐπιτείνονται τὰ δεινὰ, γενναιότερος ἐκ τοῦ παθεῖν καὶ φιλοσοφώτερος ὥσπερ ψυχρῷ σίδηρος ἔμπυρος, οὕτω τοῖς κινδύνοις καθ’ ἑκάστην στομούμενος.

Οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα ὡς ἡ προθυμία τοῦ πάσχοντος. Μὴ φανῶμεν δειλότεροι τῶν ἀοιδίμων ἐκείνων ἑπτὰ παίδων, τῶν Μακκαβαίων λέγω, οἵτινες, διὰ μόνον τὸ ὕειον κρέας παντοδαπὰς ὑπομείναντες κολάσεις, τὸν στέφανον τῆς ἀθλήσεως εἰλήφασιν.

Ἀλλ’ εἴπωμεν καὶ ἡμεῖς μετ’ ἐκείνων Τί γάρ; κἂν μὴ νῦν ἀποθάνωμεν, οὐ τεθνηξόμεθα πάντως; Οὐ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, σοφισώμεθα τὴν διάλυσιν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησώμεθα.

Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος μηδὲ ἄτολμος. Ἀπογνώτω τῶν ἄλλων ὁ τύραννος, καὶ ὁ πρῶτος ἔστω τοῖς ἄλλοις ὁδὸς καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως. Εἰ μὴ γὰρ διωγμὸς ἦν, οὐκ ἂν οἱ μάρτυρες ἔλαμψαν καὶ οἱ ὁμολογηταὶ τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσαντο καὶ τὴν καθολικὴν καὶ ὀρθόδοξον ἐκκλησίαν τοῖς ἄθλοις αὑτῶν ὠχύρωσαν καὶ κατεφαίδρυναν. Δεῖ γὰρ καὶ αἱρέσεις εἶναι κατὰ τὸν θεῖον Ἀπόστολον, ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται. Ἂν τοῦτο συνίωμεν καὶ οὕτως ἀγωνισώμεθα, πάντως καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν καὶ εἰς τὴν χαρὰν τοῦ Κυρίου εἰσελευσόμεθα μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς μηδὲ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ πνεύματος· καὶ ὁμολογείημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παρρησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων πατέρων, τὴν σύντροφον ἡμῶν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.