Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Λόγοι
Επιστολή προς τον ιερομόναχο Θεοφάνη
Απάντηση στον ιερομόναχο Θεοφάνη σχετικά με τις εκκλησιαστικές εξελίξεις και την αναγκαιότητα αποφυγής κοινωνίας με τους καινοτομούντες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς τον ιερομόναχο Θεοφάνη
Απάντηση στον ιερομόναχο Θεοφάνη σχετικά με τις εκκλησιαστικές εξελίξεις και την αναγκαιότητα αποφυγής κοινωνίας με τους καινοτομούντες.
[ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ ΤΩι ΜΟΝΑΧΩι ΘΕΟΦΑΝΕΙ] Τιμιώτατε ἐν ἱερομονάχοις καὶ ἐμοὶ ἐν Κυρίῳ ποθεινότατε καὶ αἰδεσιμώτατε πάτερ καὶ ἀδελφὲ, τοῦ θεοῦ δέομαι ὑγιαίνειν τὴν σὴν ἁγιότητα καὶ σωματικῶς, ἧς ἁγίαις εὐχαῖς ὑγιαίνω καὶ αὐτὸς ἐλέει θεοῦ μετρίως τῷ σώματι.
Τὴν γραφὴν τῆς ἁγιωσύνης σου δεξάμενος παραμυθίαν οὐ μικρὰν ἔσχον ἐπὶ τοῖς καταλαβοῦσιν ἡμᾶς σκυθρωποῖς, ὅτι οἱ τιμηθέντες καὶ ὑψωθέντες ὑπὲρ ἀξίαν ὑπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας ἠτίμασαν αὐτὴν καὶ ἠχρείωσαν, τοῖς ἐκ πολλῶν χρόνων ἀποκεκομμένοις καὶ σεσηπόσι καὶ μυρίοις ἀναθέμασιν ὑποκειμένοις αὐτὴν καταμίξαντες καὶ διὰ τῆς πρὸς αὐτοὺς κοινωνίας τὴν ἄσπιλον τοῦ Χριστοῦ νύμφην σπιλώσαντες. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν προλαβόντων, ἵνα τὴν παρ’ αὐτῶν γενομένην καινοτομίαν κυρώσωσι, προστάτην ἑαυτοῖς εἵλοντο, μᾶλλον δὲ μισθωτὸν καὶ οὐχὶ ποιμένα, λύκον οὐχὶ νομέα, ὃν μάλιστα δύνανται ἄγειν καὶ φέρειν καὶ δι’ οὗ νομίζουσι τὸ πονηρὸν δόγμα τοῦ λατινισμοῦ ταῖς ἁπάντων ἐγκαταστήσειν ψυχαῖς. Τάχα δὲ καὶ διωγμὸν κινήσουσι κατὰ τῶν φοβουμένων τὸν Κύριον, ἐπεὶ μηδενὶ τρόπῳ τὴν πρὸς αὐτοὺς καταδέχονται κοινωνίαν. Ἐν τούτοις οὖσιν ἡμῖν ἐπεδόθη τὰ γράμματα τῆς σῆς ἁγιότητος, πολλὴν τὴν παράκλησιν ἐμποιοῦντα τῷ εἰλικρινεῖ τῆς διαθέσεως, τῷ καθαρῷ καὶ ἀδόλῳ τῆς γνώμης καὶ τῇ τῆς δόξης κοινωνίᾳ διεγείροντα ἡμῶν τὴν καταπεπτωκυῖαν ψυχήν. Οὐκ ἔστι γὰρ ἐν λόγοις ὁ ἀγὼν, ἀλλ’ ἐν πράγμασιν, οὐδὲ ῥητῶν καὶ ἀποδείξεων ὁ καιρός· πῶς γὰρ ἐν οὕτω διεφθαρμένοις κριταῖς;
ἀλλὰ δεῖ τοὺς ἀγαπῶντας τὸν θεὸν ἔργοις αὐτοῖς γενναίως παρατετάχθαι καὶ πάντα κίνδυνον ἑτοίμους εἶναι παθεῖν ὑπὲρ τῆς εὐσεβείας καὶ τοῦ μὴ τῇ κοινωνίᾳ χρανθῆναι τῶν ἀσεβῶν. Ὅθεν οὐδὲ τὸ Σύνταγμα τῆς σῆς ἁγιότητος ἐπιδοῦναι τῷ κρατοῦντι συμφέρον μοι ἔδοξεν οὔτ’ ἀσφαλὲς ὅλως, εἰς οὐδὲν ἄλλο συντελέσαι δυνάμενον ἐν τῷ παρόντι καιρῷ πλὴν τοῦ χλεύην καὶ ἐμπαιγμὸν κινῆσαι παρὰ τοῖς ἀσόφως σοφοῖς καὶ τοῖς εἰκῇ φερομένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύματος. Νῦν γὰρ ἐπληρώθη τὸ γεγραμμένον διὰ τὰς ἁμαρτίας ἡμῶν Δώσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ἀλλὰ μόνος ὁ πάντα δυνάμενος διορθώσειε τὴν ἐκκλησίαν αὐτοῦ καὶ κατευνάσειε τὴν παροῦσαν ζάλην, ὑπὸ τῶν σῶν εὐχῶν δυσωπούμενος, αἵτινες εἴησαν ἀεὶ μεθ’ ἡμῶν.
Ὁ Ἐφέσου καὶ πάσης Ἀσίας Μάρκος τῷ τιμιωτάτῳ ἐν ἱερομονάχοις καὶ ἐμοὶ ἐν Κυρίῳ ποθεινοτάτῳ καὶ αἰδεσιμωτάτῳ πατρί τε καὶ ἀδελφῷ κυρῷ Θεοφάνει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.