Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Λόγοι
Επιστολή προς τον ιερομόναχο Θεοφάνη στον Εύριπο
Αναφορά στην εξορία του συγγραφέα στη Λήμνο και αυστηρή προειδοποίηση κατά της εκκλησιαστικής κοινωνίας με τους λατινόφρονες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς τον ιερομόναχο Θεοφάνη στον Εύριπο
Αναφορά στην εξορία του συγγραφέα στη Λήμνο και αυστηρή προειδοποίηση κατά της εκκλησιαστικής κοινωνίας με τους λατινόφρονες.
[ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ] Τῷ ὁσιωτάτῳ ἐν ἱερομονάχοις καὶ πνευματικοῖς καὶ ἐμοὶ ἐν Χριστῷ ποθεινοτάτῳ καὶ σεβασμιωτάτῳ δεσπότῃ καὶ ἀδελφῷ κυρῷ Θεοφάνει εἰς τὸν Εὔριπον. Ὁσιώτατε ἐν ἱερομονάχοις καὶ πνευματικοῖς καὶ ἐμοὶ ἐν Χριστῷ ποθεινότατε καὶ αἰδεσιμώτατε δέσποτα καὶ ἀδελφὲ, δέομαι τοῦ θεοῦ ὑγιαίνειν τὴν ἁγιωσύνην σου καὶ σωματικῶς· ἧς ἁγίαις εὐχαῖς ἐλέει θεοῦ καὶ αὐτὸς ὑγιαίνω μετρίως τῷ σώματι.
Γίνωσκε, ὅτι μετὰ τὸ ἀπελθεῖν ἡμᾶς εἰς τὴν Κωνσταντινούπολιν, ἀναβάντος εἰς τὸ πατριαρχεῖον ἑνὸς τῶν ὑπογραψάντων λατινοφρόνων καὶ ἐνοχλοῦντος ἡμᾶς, ἀπῆλθον εἰς τὴν ἐκκλησίαν μου ἐξ ἀνάγκης. Ἐκεῖ δὲ πάλιν μηδεμίαν εὑρὼν ἀνάπαυσιν καὶ χαλεπῶς νοσήσας καὶ ζημιούμενος παρὰ τῶν ἀσεβῶν καὶ πειραζόμενος, διότι μὴ εἶχον ὁρισμὸν αὐθεντικὸν, ἐξῆλθον κἀκεῖθεν ἐπὶ σκοπῷ τοῦ ἀπελθεῖν εἰς τὸ Ἅγιον ὄρος. Διαπεράσας οὖν εἰς τὴν Καλλίπολιν καὶ διερχόμενος διὰ τῆς Λήμνου ἐκρατήθην ἐνταῦθα καὶ περιωρίσθην παρὰ τοῦ βασιλέως. Ἀλλ’ ὁ λόγος τοῦ θεοῦ καὶ ἡ τῆς ἀληθείας δύναμις οὐ δέδεται, τρέχει δὲ μᾶλλον καὶ εὐοδοῦται· καὶ οἱ πλείονες τῶν ἀδελφῶν τῇ ἐμῇ ἐξορίᾳ θαρροῦντες βάλλουσι τοῖς ἐλέγχοις τοὺς ἀλιτηρίους καὶ παραβάτας τῆς ὀρθῆς πίστεως καὶ τῶν πατρικῶν θεσμῶν, καὶ ἐλαύνουσι πανταχόθεν αὐτοὺς ὡς καθάρματα, μήτε συλλειτουργεῖν αὐτοῖς ἀνεχόμενοι, μήτε μνημονεύειν ὅλως αὐτῶν ὡς Χριστιανῶν. Μανθάνω δὲ, ὅτι ἐχειροτονήθη παρὰ τῶν λατινοφρόνων μητροπολίτης Ἀθηνῶν κοπελύδριόν τι τοῦ Μονεμβασίας, ὅπερ αὐτόθι διάγον συλλειτουργεῖ τοῖς Λατίνοις ἀδιακρίτως καὶ χειροτονεῖ παρανόμως ὅσους ἂν εὕρῃ καὶ οἵους.
Ἀξιῶ οὖν τὴν ἁγιωσύνην σου, ἵνα, τὸν ὑπὲρ τοῦ θεοῦ ζῆλον ἀναλαβὼν ὡς ἄνθρωπος τοῦ θεοῦ καὶ τῆς ἀληθείας φίλος καὶ τοῦ ἁγίου Ἰσιδώρου γνήσιος μαθητὴς, παραινέσῃς τοῖς τοῦ θεοῦ ἱερεῦσιν ἐκφεύγειν ἅπασι τρόποις τὴν κοινωνίαν αὐτοῦ, καὶ μήτε συλλειτουργεῖν αὐτῷ μήτε μνημονεύειν ὅλως αὐτοῦ, μήτε ἀρχιερέα τοῦτον, ἀλλὰ λύκον καὶ μισθωτὸν ἡγεῖσθαι, μήτε λειτουργεῖν ὅλως ἐν ταῖς λατινικαῖς ἐκκλησίαις, ἵνα μὴ ἔλθῃ καὶ ἐφ’ ὑμᾶς ἡ ἐπελθοῦσα ὀργὴ τοῦ θεοῦ τῇ Κωνσταντινουπόλει διὰ τὰς ἐκεῖ γινομένας παρανομίας. Γίνωσκε δὲ, ὅτι ἡ ψευδοένωσις ὅσον οὔπω τῇ τοῦ θεοῦ χάριτι καὶ δυνάμει διαλυθήσεται καὶ τὸ δόγμα τῶν Λατίνων ἀντὶ τοῦ βεβαιωθῆναι διὰ τῆς ψευδοῦς συνόδου, ὅπερ ἀεὶ ἐσπούδαζον, ἔτι μᾶλλον ἀνετράπη καὶ διηλέγχθη καὶ ὡς βλάσφημον καὶ δυσσεβὲς πανταχοῦ στηλιτεύεται, καὶ οἱ τοῦτο κυρώσαντες οὐδὲ διᾶραι στόμα τολμῶσιν ὑπὲρ αὐτοῦ.
Ὁ γοῦν καλόγηρος τοῦ ὑμετέρου μισθωτοῦ καὶ οὐχὶ ποιμένος, ὁ ἄνους Μονεμβασίας, λαβὼν παρὰ τοῦ βασιλέως τὸ τοῦ Προδρόμου ἡγουμενεῖον, οὔτε μνημονεύεται παρὰ τῶν καλογήρων αὐτοῦ, οὔτε θυμιᾶται ὅλως ὡς Χριστιανὸς, ἀλλ’ ἔχουσιν αὐτὸν εἰς τὰ πράγματα μόνον ὥσπερ τινὰ κούσουλον. Καὶ ὁ βασιλεὺς ταῦτα μανθάνων οὐδένα λόγον ποιεῖται, ἀλλὰ καὶ μετανοεῖν ὁμολογεῖ φανερῶς ἐπὶ τῷ γεγονότι καὶ ἐπὶ τοὺς καταθεμένους καὶ ὑπογράψαντας μετατίθησι τὴν αἰτίαν.
Φεύγετε οὖν καὶ ὑμεῖς, ἀδελφοὶ, τὴν πρὸς τοὺς ἀκοινωνήτους κοινωνίαν καὶ τὸ μνημόσυνον τῶν ἀμνημονεύτων. Ἴδε ἐγὼ Μάρκος ὁ ἁμαρτωλὸς λέγω ὑμῖν, ὅτι ὁ μνημονεύων τοῦ πάπα ὡς ὀρθοδόξου ἀρχιερέως ἔνοχός ἐστι πάντα τὸν λατινισμὸν ἐκπληρῶσαι μέχρι καὶ αὐτῆς τῆς κουρᾶς τῶν γενείων, καὶ ὁ λατινοφρονῶν μετὰ τῶν Λατίνων κριθήσεται καὶ ὡς παραβάτης τῆς πίστεως λογισθήσεται.
Αἱ ἅγιαί σου εὐχαὶ εἴησαν μεθ’ ἡμῶν. Τῷ εὐλογημένῳ ἄρχοντι κυρῷ Κωνσταντίνῳ τῷ Κοντοπετρῇ καὶ τοῖς λοιποῖς πᾶσιν ἄρχουσι τοῖς ξενοδόχοις ἡμῶν μετάνοιαν καὶ τὴν ἀπὸ θεοῦ εὐλογίαν. ☩ Ὁ Ἐφέσου Μάρκος: ☩ Ἰουνίου ιϛῃ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.