Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἀπόκρισις πρὸς τὰς τελευταίας τῶν Λατίνων ἐρωτήσεις περὶ τοῦ καθαρτηρίου πυρός

Μᾶρκος ὁ Εὐγενικός

Η θεία έλλαμψη, η Βασιλεία του Θεού και η προσδοκία της τελικής κρίσης (Ερωτήματα 4-7)

Προσδιορισμός της άρρητης θείας ελλάμψεως και των αγαθών της Βασιλείας, καθώς και ανάλυση της μέσης κατάστασης των ψυχών, μεταξύ της οδύνης των αμαρτωλών και της χαράς των αγίων εν ελπίδι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 4

4. Τέταρτον ἐπὶ τούτοις ἡμᾶς ἠρωτήσατε, τίς ἐστιν ἡ ἐκ τοῦ Θεοῦ πεμπομένη αἴγλη, ἧς ἀπολαύειν ἐν οὐρανῷ τοὺς ἁγίους λέγομεν. —Ἤδη μὲν οὖν ἡμῖν εἴρηται περὶ ταύτης, ὅσον ἐγχωροῦν εἰπεῖν τοῖς μὴ πείρᾳ μαθοῦσιν, ἐκ τῶν ἁγίων λαμβάνουσιν· εἰρήσεται δὲ καὶ νῦν οὐδὲν πλέον, ἀλλ’ ὅπερ αὐτοὶ λέγουσιν. Ὁριζόμενος γὰρ αὐτὴν ὁ σοφὸς ἀρχιτέκτων τῆς οὐρανίου Κλίμακος Ἰωάννης ὁ θεοφόρος, ἣν ἐκεῖνος ἔλλαμψιν ὀνομάζει, τοιάδε φησίν· «Ἔλλαμψίς ἐστιν ἐνέργεια ἄρρητος ὁρωμένη ἀοράτως καὶ νοουμένη ἀγνώστως». Ἤκουσας τὸν ὅρον; Μηδὲν πλέον πολυπραγμόνει· περὶ ἀοράτων γὰρ ἡμεῖς καὶ ἀγνώστων οὐ βουλόμεθα λέγειν οὐδὲ δυνάμεθα.

5. Πέμπτον πρὸς τούτοις ἐρωτώντων ὑμῶν, ὅ τι νοοῦμεν διὰ τῆς τοῦ Θεοῦ βασιλείας καὶ τῶν ἀρρήτων ἐκείνων· ἀγαθῶν, ὧν ἐν ἀπολαύσει τελείᾳ τοὺς ἁγίους οὔπω γεγονέναι φαμέν, ἀπεκρινάμεθα καὶ τότε, καὶ νῦν λέγομεν, ὅτι τὴν τοῦ Θεοῦ βασιλείαν ὁ τῷ ὄντι μέγιστος ὁριζόμενος Μάξιμος «Ἡ τοῦ Θεοῦ» φησί «βασιλεία τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις».

Καὶ τὰ ἀγαθὰ ἐκεῖνα, ἅ φησιν ὁ ἀπόστολος ὀφθαλμὸν μὴ ἰδεῖν καὶ οὖς μὴ ἀκοῦσαι καὶ καρδίαν ἀνθρώπου μὴ παραδέξασθαι, ἄνθρωποι ὄντες οὐ τολμῶμεν περιεργάζεσθαι· ῥᾷον γὰρ εἶναι νομίζομεν τοὺς τῇ πείρᾳ μαθόντας ἐκεῖθεν ἡμῖν ἀπαγγεῖλαι περὶ τῶν ἀγαθῶν ἐκείνων, ὁποῖα τὴν φύσιν εἰσίν, ἢ τοὺς μὴ πεπειραμένους ἡμᾶς ἐπιδεικνύναι τῷ λόγῳ πειρᾶσθαι τὰ ὑπὲρ λόγον. Ἀλλ’ ὅμως καὶ τοῦτο κἀκεῖνο τῶν ἀδυνάτων ἐστί· γλυκύτητα γὰρ (φησί) μέλιτος πῶς ἀναγγείλω τοῖς ἀγνοοῦσιν;

Ἔοικε δὲ ὅμως οὐκ ὀνόματι ταῦτα διαφέρειν μόνον, ἀλλὰ καὶ πράγματι. Καὶ τοῦτο εἰκότως· εἰ γὰρ τοῖς ἁμαρτωλοῖς οὐχ ἡ τοῦ Θεοῦ μόνον ἔκπτωσις, ἀλλὰ καὶ γέεννά τις ἠπείληται καὶ ἕτεραι βάσανοι, καὶ τοῖς δικαίοις ἄρα προσήκειν εὔλογον οὐ τὴν τοῦ Θεοῦ θεωρίαν μόνην, ἀλλὰ καὶ ἕτερά τινα ἀγαθὰ τὰ ταῖς γραφαῖς μυστικῶς παραδεδομένα, περὶ ὧν καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ φησίν· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, —ζωὴν μὲν ὀνομάζων τὴν αἰώνιον ἐκείνην, περὶ ἧς φησιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν περισσὸν δὲ τὰ λοιπὰ ἀγαθά, ὧν οἱ ἅγιοι ἀπολαύσουσιν.

6. Τὸ δὲ ἕκτον, ὡς γέγραπται παρ’ ὑμῶν, εἴπομέν τε καὶ νῦν λέγομεν, ὅτι αἱ ψυχαὶ τῶν ἐν ταῖς θανασίμοις ἀποβιούντων ἁμαρτίαις ἐν τῷ ᾅδῃ μέν εἰσιν ὡς ἐν δεσμωτηρίῳ καὶ φυλακῇ κατακεκλεισμέναι, κολάζονται δὲ οὐδέπω καὶ νῦν ἐν τῷ πυρὶ τῆς γεέννης, ἀλλ’ οἷον πρὸ ὀφθαλμῶν ἔχουσαι τοῦτο, τῇ θέᾳ τε καὶ τῇ προσδοκίᾳ τοῦ πάντως εἰς αὐτὸ ἐμπεσεῖσθαι, πικρώτατα ὀδυνῶνται.

7. Ἕβδομον ἐπὶ τούτοις ἦν τῶν ἠρωτημένων, ὅπως αἱ τῶν ἁγίων ψυχαὶ πᾶσαν εὐφροσύνην καὶ θυμηδίαν καρποῦνται, μηδέπω ἀπολαβοῦσαι ἐκεῖνα τὰ ἄρρητα ἀγαθά. —Καὶ πρὸς τοῦτο λέγομεν, ὅτι καὶ τὸ μέρος τῶν ἤδη δοθέντων αὐτοῖς πάσης ἐστὶ θυμηδίας ποιητικόν, ὅπου γε τὸν Θεὸν ὁρῶσιν ἀμέσως, ὡς καὶ οἱ ἄγγελοι βλέπουσι, καὶ ἡ ἐλπὶς τῶν δοθησομένων οὕτω βεβαιοτάτη τυγχάνουσα βεβαίας αὐτοὺς εὐφροσύνης ἱκανῶς ἔχει κατεμπιπλᾶν.

Ἐπὶ δὲ τούτοις ἐπελθὸν οὕτω, καὶ τῶν τριῶν ἐμνήσθημεν ἀρετῶν, πίστεως, ἐλπίδος καὶ ἀγάπης, αἳ δὴ καὶ πᾶσαι μὲν ἐνεργοῦνται κἀν τῷ παρόντι βίῳ· τριῶν δ’ ὅμως οὐσῶν καταστάσεων τῶν ἀνθρώπων, τῆς τε ἐν τῷ βίῳ τούτῳ καὶ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν καὶ τῆς ἐν τῷ αἰῶνι τῷ μέλλοντι, μιᾷ τούτων ἑκάστῃ μίαν τῶν ἀρετῶν προσήκειν φαμὲν καὶ κατ’ αὐτὴν ἐνεργεῖσθαι τελείως.

Ἔστι γὰρ ἡ μὲν πίστις τοῦ παρόντος ἔργον αἰῶνος· διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν καὶ πάντες οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ Θεῷ. Ἡ δὲ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν· ἐνταῦθα μὲν γὰρ ὁ φόβος αὐτῇ συνέζευκται, καὶ Παῦλος αὐτὸς φοβεῖται, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται· λυθέντος δὲ τοῦ θεάτρου καὶ τοῦ τῶν ἀγώνων καιροῦ παρελθόντος, ἕτοιμα τὰ βραβεῖα καὶ μόνον οὐκ ἐν χερσί, καὶ λοιπὸν ὁ τῆς δικαιοσύνης ἀπόκειται στέφανος. Ὅτι δὲ τῇ ἐλπίδι τὸ χαίρειν ἕπεται, καὶ τοῦτ’ αὐτὸς ὁ μέγας ἀπόστολος Παῦλος παραδηλοῖ· Τῇ γὰρ ἐλπίδι, φησί, χαίροντες. Λοιπὴ δὲ ἡ ἀγάπη, τελειοτάτη τῶν ἀρετῶν οὖσα καὶ μείζων ἁπασῶν τούτων καὶ κορυφὴ τῶν καρπῶν τοῦ πνεύματος· διὰ τοῦτο καὶ μόνη τοῦ μέλλοντος ἔργον αἰῶνος, καὶ δι’ αὐτῆς οἱ ἅγιοι συνάπτονταί τε καὶ σύνεισι τῷ Θεῷ, τῆς ἐλπίδος λοιπὸν καὶ τῆς πίστεως παρελθούσης.