Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Στιχηρά

Μᾶρκος ὁ Εὐγενικός

Στιχηρά στους αγίους θεοπάτορες Ιωακείμ και Άννα

Υμνογραφικά τροπάρια προς τιμήν των γονέων της Θεοτόκου, με κεντρικό θέμα τη θαυματουργική γέννηση της Παναγίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 6

Ἰουλλίου κεʹ Στιχηρὰ προσόμοια εἰς τοὺς ἁγίους θεοπάτορας Ἰωακεὶμ καὶ Ἄνναν. Ἦχος πλάγιος τοῦ δευτέρου. Ὅλην ἀποθέμενοι Ὅλην τὴν δεκάλογον τῶν ἐντολῶν τῶν τοῦ νόμου προθύμως πληρώσαντες, ἀτεκνίας ὄνειδος ὑπεμείνατε καὶ Θεόν, ἅγιοι, καθαραῖς καρδίαις ἱκετεύσαντες, ἐδέξασθε δῶρον οὐράνιον, δῶρον εὐκλεὲς ἀξιόθεον, τὴν μόνην θεομήτορα καὶ ἐν γυναιξὶ παμμακάριστον τέξαντες, τῷ κόσμῳ παντὶ τῆς σωτηρίας ἀπαρχήν, μεθ’ ἧς οὐράνιον οἴκησιν χαίροντες ἠλλάξασθε.

Ὅμοιον «Ῥάβδος ἐξελεύσεται τοῦ Ἰεσσαὶ ἐκ τῆς ῥίζης διά σου, θεσπέσιε,» τοῦ ἀγγέλου λέγοντος προσευχόμενος ἐμφανῶς ἤκουσας ἐν τῷ ὄρει, μάκαρ, «ἐξ ἧς ἄνθος ἐκφυήσεται, ὀδμὴν σωτήριον, πᾶσι διαπνέον τοῖς πέρασι, Θεὸς ὁ προαιώνιος χρονικὴν δεχόμενος γέννησιν·» καὶ νῦν τὰς ἐκβάσεις γηθόμενος ὁρᾷς, Ἰωακείμ, τῆς σῆς παιδὸς τὸν ἐκλάμψαντα Θεόν τε καὶ ἄνθρωπον.

Ὅμοιον Χάριτος ἐπώνυμος τῆς πανολβίου καὶ θείας, Ἄννα, χρηματίσασα, νόμου τε καὶ χάριτος μέση γέγονας καὶ λαβεῖν ἄνωθεν ἠξιώθης χάριν, τὴν μεσίτιν καὶ διάκονον τῆς νέας χάριτος ἐκ στειρωτικῆς γαστρὸς τέξασθαι· διό σε μακαρίζομεν καὶ τὴν παναγίαν σου κοίμησιν γεραίροντες αἰτοῦμεν σε πιστῶς· «τῆς πρὸς Θεὸν οἰκειώσεως μεσίτις γενοῦ ἡμῖν.»

Ἕτερα προσόμοια. Ἦχος δʹ. Ὡς γενναῖον ἐν μάρτυσι. Τὰ τοῦ νόμου ἐντάλματα κατὰ λόγον τελέσαντες, ἀρχηγοὶ τῆς χάριτος ἀνεδείχθητε· τὴν γὰρ τὸν λόγον κυήσασαν, γενόμενον ἄνθρωπον ἀγαθότητι πολλῇ εἰς τὸ σῶσαι τὸν ἄνθρωπον, προηνέγκατε ἐξ ἀκάρπων λαγόνων, θεῖον δῶρον οὐρανόθεν δεδεγμένοι θείαις εὐχαῖς, θεοπάτορες.

Ὅμοιον. Βασιλίδος ἐβλάστησας ἐκ φυλῆς κλάδος ἔντιμος καὶ τὴν βασιλεύουσαν πάσης κτίσεως θεῖον καρπὸν προενήνοχας, ἐν ὄρει εὐχόμενος εὐαγγέλια χαρᾶς δι’ ἀγγέλου δεξάμενος· ὅθεν σήμερον τὴν ἁγίαν σου μνήμην εὐφημοῦμεν κατὰ χρέος θείοις ὕμνοις, Ἰωακεὶμ παμμακάριστε.

Ὅμοιον. Θείας χάριτος ἄνωθεν γενομένη ἐπώνυμος, νόμου τε καὶ χάριτος μέση πέφηνας καὶ τὴν τὰ κάτω συνάψασαν τοῖς ἄνω γεγέννηκας στειρευούσης ἐκ γαστρός, ὄντως θαῦμα πρὸ θαύματος· ὅθεν ἅπαντες συνελθόντες ὑμνοῦμεν τὴν φωσφόρον ἀπὸ γῆς σου ἐκδημίαν εἰς οὐρανούς, Ἄννα πάντιμε.

Δόξα. Ἦχος πλάγιος τοῦ δευτέρου. Ἡ πάνσεπτος ἐτησίως ἐπεδήμησεν ἑορτὴ τῶν προπατόρων Χριστοῦ προξενοῦσα πᾶσιν εὐφροσύνην ἡμῖν· μυστικῶς οὖν κροτήσαντες τούτους προσείπωμεν· «χαίρετε, φωστῆρες τῶν ἐν σκότει, τοῦ νοητοῦ ἡλίου τῷ κόσμῳ προάγγελοι, χαίροις, Ἰωακεὶμ καὶ Ἄννα, Θεοῦ πρὸς ἀνθρώπους ἑνώσεως ὑπουργοί, πρόγονοι Χριστοῦ, σκεύη τίμια· πάριτε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων τοὺς τὴν ὑμῶν ἑορτὴν εὐφημοῦντας ᾄσμασιν.»

<Ἦχος> ὁ αὐτός. Ἀξιύμνητος ἡ χάρις τῆς θεόφρονος Ἄννης, ἣν παρὰ Θεοῦ ἐκομίσατο· ὅθεν τὴν μόνην θεόπαιδα ἐκ θείας δυνάμεως στειρωτικῶν ἐκ λαγόνων προήνεγκεν, ἣ καὶ μεταστᾶσα ἐν δόξῃ πρὸς ἄϋλον λῆξιν καὶ ἄφθαρτον, ὑπὲρ τοῦ κόσμου τὴν πρεσβείαν ποιεῖται ἀεί, δι’ ἧς, Κύριε, καὶ ἡμᾶς τῶν τῆς ψυχῆς καὶ σώματος παθῶν ἐλευθέρωσον ὡς φιλάνθρωπος

Ἦχος πλάγιος τοῦ τετάρτου. Σήμερον ἡ σωφρονεστάτη τρυγών, τὸ τῆς σωτηρίας ἔαρ τῷ κόσμῳ γνωρίσασα διὰ τῆς θεόπαιδος καὶ πανάγνου θυγατρὸς αὐτῆς, πρὸς ἄλλον κόσμον ἀπαίρει καὶ βίον ἀκήρατον· σήμερον ἡ προμήτωρ Χριστοῦ τοῦ Θεοῦ τῷ ἑαυτῆς ἐκγόνῳ καὶ τῶν ὅλων δεσπότῃ παρίσταται, μακαρία μήτηρ ὄντως ἐπὶ τέκνοις θείοις εὐφραινομένη· ταύτην σὺν τῷ θαυμασίῳ καὶ κλεινῷ Ἰωακεὶμ εὐφημοῦντες, βοήσωμεν· «οἱ τῆς πίστεως ἡμῶν ἀρχηγοὶ καὶ διὰ τοῦ τόκου κοινοὶ σωτῆρες τῆς ἀνθρωπότητος, μὴ διαλίποιτε πρεσβεύειν ὑπὲρ τῶν πίστει τελούντων τὴν πανέορτον καὶ σεβάσμιον μνήμην ὑμῶν.»