Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Στιχηρά

Μᾶρκος ὁ Εὐγενικός

Στιχηρά στον άγιο Γρηγόριο Παλαμά

Ύμνοι αφιερωμένοι στον άγιο Γρηγόριο Παλαμά, με αναφορά στους ασκητικούς αγώνες και τη θεολογική του διδασκαλία περί της άκτιστης χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 6

Στιχηρὰ εἰς τὸν ἅγιον Γρηγόριον, ἀρχιεπίσκοπον Θεσσαλονίκης, τὸν Παλαμᾶν. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθεὶς οὐκ ἀπ’ ἀνθρώπων Ὁ ἐκ κοιλίας μητρὸς ἡγιασμένος, ὅτε τὴν ἐπίκηρον δόξαν κατέλιπες καὶ τὴν τοῦ κόσμου προσπάθειαν ἀπετινάξω φιλοσοφίας ἐνθέῳ ἔρωτι, τότε, παμμακάριστε, πρὸς ἑαυτὸν συστραφεὶς καὶ τὰς αἰσθήσεις τοῦ σώματος καὶ τὰς δυνάμεις τὰς ψυχικὰς σοφῶς καθηράμενος δι’ ἐγκρατείας καὶ δακρύων καὶ προσευχῆς ἀεννάου γεγένησαι θείου μύρου δοχεῖον καὶ λαμπρὸν σκεῦος τῆς χάριτος.

Προκαθαρθεὶς τὴν ψυχὴν καὶ τὴν καρδίαν, εἶδες, ὅσον ἔξεστι, τὸ μέγα θέαμα, Χριστὸν ἐνδόξως ἀστράπτοντα ἐπὶ τοῦ ὄρους τῆς θειοτάτης μεταμορφώσεως, τοῖς μύσταις τῆς χάριτος συνανελθὼν εὐκλεῶς τῇ θεωρίᾳ τοῦ πνεύματος καὶ τὴν ἀκτῖνα τῆς πανολβίου αἴγλης δεξάμενος, πεφωτισμένος, θεορρήμων, θεοειδής, θεοφόρος ἐγνώσθης ἡμῖν, ὅθεν ἄκτιστον ταύτην καὶ ἀΐδιον ἐκήρυξας.

Τοὺς σκοτεινοὺς πρὸς τὸ φῶς ὡς ψηλαφῶντας λόγων ἀποδείξεσι τὰ ὑπὲρ λόγον καὶ νοῦν μεμωραμμένους ἀπήλεγξας ἐνθέοις λόγοις τῆς οὐρανίου σοφίας, ὅσιε, τὴν χάριν τοῦ πνεύματος καὶ τὸ ἀΐδιον φῶς τῆς ἀπροσίτου θεότητος κατατεμόντας καὶ εἰς τὴν κτίσιν καταβιβάσαντας· οἷς ἐμβοήσας τὰ θεόπνευστα τῶν πατέρων ἐξ ὕψους διδάγματα, ἐμβροντήτους εἰργάσω, κἂν εἰσέτι τὸν θορύζωσι.

Τὴν ἐκκλησίαν κοσμήσας, θεοφόρε, λόγοις τε καὶ πράξεσι καὶ διδαχαῖς ἱεραῖς καὶ τῶν πατέρων τὰ δόγματα διατρανώσας συχνοῖς ἱδρῶσι καὶ ἀγωνίσμασι, πρὸς τὴν ὑπερκόσμιον ἔνθεν ἀπῆρας ζωήν, ἀγγελικαῖς ὁμηγύρεσι καὶ ἀποστόλοις καὶ ἱεράρχαις συνὼν καὶ μάρτυσι καὶ τὴν γλυκεῖαν φωτοφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὡς ἐπόθησας βλέπων, ἧς τυχεῖν καὶ ἡμᾶς πρέσβευε.