Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Στιχηρά

Μᾶρκος ὁ Εὐγενικός

Στιχηρά προσόμοια στην αγία Αικατερίνη

Στιχηρά που περιγράφουν την ομολογία, τη θεία σοφία και το μαρτύριο της αγίας Αικατερίνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 6

ΠΡΟΣΟΜΟΙΑ Νοεμβρίου κδʹ. Στιχηρὰ προσόμοια εἰς τὴν ἁγίαν Αἰκατερίναν. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθεὶς οὐκ ἀπ’ ἀνθρώπων Ἐκ βασιλίδος φυλῆς καταγομένη, ὅτε ὁ σωτήριος πόθος ἐξέκαυσε τὴν καθαράν σου διάνοιαν ὁμολογῆσαι Χριστοῦ τὸ μέγα καὶ θεῖον ὄνομα τυράννων ἐνώπιον καὶ βασιλέων θνητῶν, ὁ βασιλεὺς ὁ ἀθάνατος ἐξ οὐρανοῦ σε βασιλικὴν πορφύραν ἐνέδυσε, πεφοινιγμένην τῷ σῷ αἵματι, καὶ τῆς δόξης αὐτοῦ προσελάβετο κοινωνὸν καὶ τῆς ἄνω βασιλείας κατηξίωσε.

Ὅμοιον Τῆς οὐρανίου σοφίας πληρωθεῖσα, ὅτε ὁ ἀΐδιος λόγος ἐσκήνωσε σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ἐν τῇ ψυχῇ σου, Αἰκατερίνα μάρτυς πολύαθλε, ῥητόρων ἀδόκιμον λόγον διήλεγξας καὶ τὴν τῆς τέχνης δεινότητα περιτραπεῖσαν ὑπακοὴν τῆς πίστεως ἔδειξας, οὓς ἀπειργάσω θείους μάρτυρας καὶ τῷ πάντων δεσπότη παρέστησας, σὺν αὐτοῖς εἰς αἰῶνας γηθομένη, συγχορεύουσα.

Ὅμοιον Τῷ τῶν βασάνων πυρὶ δοκιμασθεῖσα, χρυσίου λαμπρότερον, μάρτυς, ἐξήστραψας καὶ εἰς διάδημα τίμιον καὶ θεῖον κόσμον τῆς ἐκκλησίας Χριστοῦ γεγένησαι· ὅθεν ἀνελήλυθας πρὸς τὸν ποθούμενον, τὴν κεφαλήν σου προφέρουσα τὴν τετμημένην ὑπὲρ αὐτοῦ ὡς προῖκα πολύτιμον καὶ τὴν λαμπάδα τῆς ἁγνείας σου φαιδρυνθεῖσαν ἐλαίῳ τῶν πόνων σου καὶ πρεσβεύεις σωθῆναι τοὺς ἐν πίστει εὐφημοῦντας σε.

Δόξα. Ἦχος πλάγιος τοῦ δευτέρου Τὴν εὐαγγελικὴν θεηγορίαν ἐν τῇ τοῦ λόγου δυνάμει κρατύ[νασα, τοὺς ἀντιλέγειν πειρωμένους κατῄσχυνας ῥήτορας καὶ τὸ σῶμα παραδοῦσα πολυτρόποις αἰκίαις ὑπὲρ Χριστοῦ [τοῦ Θεοῦ, ἐν τοῖς μέλεσι τοῖς σοῖς τοῦτον ἐδόξασας· ὅθεν καὶ τὴν κεφαλὴν ἀποτμηθεῖσα πρὸς τὸν οὐράνιον χῶρον ἀνέδραμες, εὐπρεπῶς κεκοσμημένη τῇ βασιλείῳ στολῇ καὶ πεποικιλμένη τοῖς σῆς ἀθλήσεως στίγμασιν, ἐκ δεξιῶν τε τοῦ σοῦ νυμφίου παρέστηκας, ἱλεουμένη αὐτὸν τοῖς ἐν πίστει καὶ πόθῳ τελοῦσι τὴν ἀεισέβαστον μνήμην σου.