Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Φυσικός και γραπτός νόμος, και η μυστική θεολογία της Μεταμορφώσεως

Εξέταση της σύγκλισης του φυσικού και γραπτού νόμου. Εκτενής θεολογική και συμβολική ερμηνεία της Μεταμορφώσεως του Κυρίου, της παρουσίας του Μωυσή και του Ηλία, και των τρόπων της αποφατικής και καταφατικής θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 15

Ἄμφω γὰρ ἐπὶ τοῦ Λόγου ἁρμόσει τὰ λεγόμενα, ἐπεὶ καὶ ἀμφοῖν δι’ ἀσαφείας κεκάλυπται δι’ ἡμᾶς εἰκότως, πρὸς τὸ μὴ τολμᾶν τοῖς ἀχωρήτοις ἀναξίως προσβάλλειν, τῷ μὲν ῥητῷ τῆς ἁγίας Γραφῆς ὡς Λόγος, τῇ δὲ κτίσει ὡς κτίστης καὶ ποιητὴς καὶ τεχνίτης. Ὅθεν ἀναγκαίως ἀμφοτέρων ἐπιδεῖσθαί φημι τὸν πρὸς Θεὸν ἀμέμπτως εὐθυπορεῖν βουλόμενον, τῆς τε γραφικῆς ἐν πνεύματι γνώσεως καὶ τῆς τῶν ὄντων κατὰ πνεῦμα φυσικῆς θεωρίας· ὥστε ἰσοτίμους καὶ τὰ αὐτὰ ἀλλήλοις παιδεύοντας τοὺς δύο νόμους, τόν τε φυσικὸν καὶ τὸν γραπτόν, καὶ μηδέτερον θατέρου ἔχοντα πλέον ἢ ἔλαττον, δύνασθαι δεῖξαι, ὡς εἰκός, τὸν τελείας ἐραστὴν γενέσθαι τῆς σοφίας τέλειον ἐπιθυμοῦντα.

Θεωρία τοῦ τε φυσικοῦ καὶ τοῦ γραπτοῦ νόμου, καὶ τῆς αὐτῶν κατ’ ἐπαλλαγὴν εἰς ἀλλήλους συνδρομῆς Τῷ τὸν μὲν ὁμαλῶς ὅτι μάλιστα κατὰ λόγον διευθυνόμενον διὰ τῶν ἐν αὐτῷ συμφυῶν θεαμάτων βίβλου τρόπον τὸ ἐναρμόνιον τοῦ παντὸς ὕφασμα ἔχοντα, γράμματα μὲν καὶ συλλαβὰς ἐχούσης τὰ πρὸς ἡμᾶς πρῶτα προσεχῆ τε καὶ μερικὰ καὶ πολλαῖς παχυνόμενα κατὰ σύνοδον ποιότησι σώματα, ῥήματα δὲ τὰ τούτων καθολικώτερα πόῤῥω τε ὄντα καὶ λεπτότερα, ἐξ ὧν σοφῶς ὁ διαχαράξας καὶ ἀῤῥήτως αὐτοῖς ἐγκεχαραγμένος Λόγος ἀναγινωσκόμενος ἀπαρτίζεται, τὴν ὅτι μόνον ἐστίν, οὐχ ὅ,τι ποτὲ δέ ἐστιν οἱανοῦν παρεχόμενος ἔννοιαν, καὶ διὰ τῆς εὐσεβοῦς τῶν διαφόρων φαντασιῶν συλλογῆς εἰς μίαν τοῦ ἀληθοῦς εἰκασίαν ἐνάγων, ἀναλόγως ἑαυτὸν διὰ τῶν ὁρατῶν ὡς γενεσιουργὸς ἐνορᾶσθαι, διδούς· τὸν δὲ μαθήσει κατορθούμενον διὰ τῶν αὐτῷ σοφῶς ὑπηγορευμένων, ὥσπερ κόσμον ἄλλον ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ, τῆς ἠθικῆς φημι καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας, συνιστάμενον, τὴν ἄφατον καταμηνύειν τοῦ ὑπαγορεύσαντος δύναμιν, καὶ ταὐτὸν ἀλλήλοις κατ’ ἐπαλλαγὴν ὄντας δεικνύοντα, τὸν μὲν γραπτὸν τῷ φυσικῷ κατὰ τὴν δύναμιν, τὸν δὲ φυσικὸν ἔμπαλιν τῷ γραπτῷ κατὰ τὴν ἕξιν, καὶ τὸν αὐτὸν μηνύοντας καὶ καλύπτοντας Λόγον, τὸν μὲν τῇ λέξει καὶ τῷ φαινομένῳ, τὸν δὲ τῇ νοήσει καὶ τῷ κρυπτομένῳ.

Ὡς γὰρ τῆς ἁγίας Γραφῆς τὰ μὲν ῥήματα “ἱμάτια” λέγοντες, τὰ δὲ νοήματα “σάρκας” τοῦ Λόγου νοοῦντες, τοῖς μὲν καλύπτομεν, τοῖς δὲ ἀποκαλύπτομεν, οὕτω καὶ τῶν γεγονότων τὰ πρὸς τὸ ὁρᾶσθαι προβεβλημένα εἴδη τε καὶ σχήματα “ἱμάτια” λέγοντες, τοὺς δὲ καθ’ οὓς ἔκτισται ταῦτα λόγους “σάρκας” νοοῦντας, ὡσαύτως τοῖς μὲν καλύπτομεν, τοῖς δὲ ἀποκαλύπτομεν.

Κρύπτεται γὰρ φαινόμενος ὁ τοῦ παντὸς δημιουργὸς καὶ νομοθέτης Λόγος, κατὰ φύσιν ὑπάρχων ἀόρατος, καὶ ἐκφαίνεται κρυπτόμενος, μὴ ληπτὸς εἶναι φύσει τοῖς σοφοῖς πιστευόμενος. Εἴη δὲ ἡμῖν τοῦτο δι’ ἀποφάσεως ἐκφαίνειν κρυπτόμενον, καὶ πᾶσαν σχημάτων τε καὶ αἰνιγμάτων τὸ ἀληθὲς εἰκονίζουσαν δύναμιν παρελθεῖν μᾶλλον καὶ πρὸς αὐτὸν τὸν Λόγον ἀπὸ τοῦ γράμματος καὶ τῶν φαινομένων κατὰ τὴν τοῦ Πνεύματος δύναμιν ἀῤῥήτως ἀναβιβάζεσθαι, ἢ τοῦτο φαινόμενον κρύπτειν διὰ τῆς θέσεως γίνεσθαι, ἵνα μὴ καὶ ἡμεῖς φονευταὶ τοῦ Λόγου γενόμενοι ἑλληνικῶς τῇ κτίσει λατρεύσωμεν παρὰ τὸν κτίσαντα, μηδὲν ἀνώτερον τῶν ὁρωμένων εἶναι πιστεύοντες καὶ τῶν αἰσθητῶν μεγαλοπρεπέστερον, ἢ μέχρι μόνου τοῦ γράμματος διαβλέποντες τὸ σῶμα μόνον Ἰουδαϊκῶς περὶ πολλοῦ ποιησώμεθα, τὴν κοιλίαν θεοποιήσαντες καὶ τὴν αἰσχύνην ἡγησάμενοι δόξαν, τὸν αὐτὸν τοῖς θεοκτόνοις κλῆρον ἀπενεγκώμεθα, ὡς τὸν καθ’ ἡμᾶς δι’ ἡμᾶς πρὸς ἡμᾶς γενόμενον διὰ σώματος καὶ συλλαβαῖς καὶ γράμμασι παχυθέντα διὰ τὴν αἴσθησιν ὅλην τοῦ ἐν ἡμῖν νοεροῦ τὴν δύναμιν πρὸς ἑαυτὴν ἐπικλίνασαν, οὐ διαγινώσκοντες Λόγον. Φησὶ γὰρ ὁ θεῖος ἀπόστολος, τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.

Καὶ γὰρ καθ’ αὑτὸ μόνον τὸ γράμμα στεργόμενον τὸν ἐν αὐτῷ ἀποκτέννειν λόγον τοῖς στέργουσιν εἴωθεν, ὥσπερ καὶ τὸ κάλλος τῶν κτισμάτων μὴ πρὸς δόξαν τοῦ πεποιηκότος ὁρώμενον τῆς κατὰ λόγον εὐσεβείας ἀποστερεῖν τοὺς θεωμένους πέφυκε. Καὶ πάλιν τὸ Εὐαγγέλιον, εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, δηλαδὴ τῆς κακίας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, τουτέστι πᾶσα περὶ Θεοῦ εὐσεβὴς ἔννοια. Κολοβοῦνται γὰρ κακίας ἡμέραι, τῆς κατ’ αἴσθησιν δημιουργούσης αὐτὰς ἐσφαλμένης κρίσεως τῷ λόγῳ περιγραφείσης καὶ τοῦ κατ’ αὐτὸν εὐσεβοῦς δικαιώματος κατόπιν γεγενημένης.

Ἀντιχρίστου γὰρ οὐδὲν διενήνοχεν ὁ τῆς σαρκὸς νόμος, ἀεὶ παλαίων τῷ Πνεύματι καὶ τῷ αὐτοῦ θείῳ νόμῳ ἀντιτασσόμενος, ἕως ἡ παροῦσα ζωὴ τοῖς ἡττημένοις αὐτῇ προσφιλής ἐστι καὶ ἐράσμιος, καὶ οὔπω φανεὶς ὁ Λόγος τῷ ῥήματι τῆς δυνάμεως ἀνεῖλε, διακρίνας τοῦ ἀθανάτου τὸ θνητόν, καὶ τῆς ἐλευθερίας τὴν διοχλοῦσαν ἔξω ποιησάμενος δουλείαν, καὶ τὴν ἀλήθειαν αὐτὴν καθ’ ἑαυτὴν ψεύδους καθαρὰν ἀποδείξας, καὶ τῶν θείων καὶ αἰωνίων τὰ ὑλικὰ καὶ πρόσκαιρα ἀποδιορίσας, πρὸς ἃ πέφυκεν ὁ νοῦς διὰ τῆς κατ’ αἴσθησιν πρὸς αὐτὰ οἰκειότητος πλανώμενος ἐπικλίνεσθαι καὶ τῇ ἀλόγῳ θανατοῦσθαι στοργῇ· πρὸς ὃν μάλιστα προηγουμένως ἡ θεοπρεπὴς τοῦ Λόγου κατάβασις γίνεται, τοῦ θανάτου τῆς ἀγνοίας αὐτὸν ἀνεγείρουσα καὶ τῆς πρὸς τὰ ὑλικὰ ἐμπαθοῦς διαθέσεως ἀναστέλλουσα καὶ πρὸς τὸ κατὰ φύσιν ἐραστὸν τὴν ἔφεσιν αὐτοῦ ἐπανάγουσα.

Διὸ ἀναγκαίως οἶμαι δεῖν τοῦ ὑπὲρ τὰ “ἐνδύματα” μακρῷ κρείσσονος “σώματος,” τουτέστι τῶν θείων καὶ ὑψηλῶν νοημάτων, τῆς τε ἁγίας Γραφῆς καὶ τῶν κατὰ τὴν κτίσιν θεαμάτων, φροντίζειν λογικοὺς ὄντας καὶ διὰ λόγου πρὸς Λόγον σπεύδοντας (καθώς φησιν ὁ Λόγος αὐτός, οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;) μήπως ἐν καιρῷ διελεγχθῶμεν μηδὲν ἔχοντες τούτων ἐπειλημμένοι, τοῦ ὑφεστῶτος καὶ ὑφιστῶντος τὰ πάντα Λόγου οὐ περιδραξάμενοι, κατὰ τὴν Αἰγυπτίαν ἐκείνην, ἥτις μόνων τῶν ἱματίων τοῦ Ἰωσὴφ ἐπιλαβομένη τῆς τοῦ ἐραστοῦ παντελῶς διήμαρτεν ὁμιλίας.

Οὕτω γὰρ ἂν τά τε ἐνδύματα τοῦ Λόγου, φημὶ δὴ τὰ ῥήματα τῆς Γραφῆς, καὶ τὰ φαινόμενα κτίσματα, λαμπρά τε καὶ ἐπίδοξα τῇ ἐναλλαγῇ τῶν περὶ αὐτὸν δογμάτων, καὶ τῷ θείῳ Λόγῳ ἐμπρέποντα διὰ τῆς ὑψηλῆς θεωρίας, καὶ ἡμεῖς ἐπὶ τὸ ὄρος ἀναβάντες τῆς θείας Μεταμορφώσεως θεασόμεθα, οὐδαμῶς πληκτικῶς εἰργόμενοι τῆς μακαρίας τοῦ Λόγου ἁφῆς κατὰ τὴν Μαγδαληνὴν Μαρίαν, κηπουρὸν εἶναι δόξασαν τὸν Κύριον Ἰησοῦν, καὶ μόνον τῶν ὑπὸ γένεσιν καὶ φθορὰν δημιουργὸν οὔπω μηδὲν ὑπὲρ τὴν αἴσθησιν εἶναι νομίζουσαν, ἀλλὰ καὶ ὀψόμεθα καὶ προσκυνήσομεν ζῶντα ἐκ νεκρῶν πρὸς ἡμᾶς τῶν θυρῶν κεκλεισμένων γενόμενον, τῆς κατ’ αἴσθησιν παντελῶς ἐν ἡμῖν ἐνεργείας ἀποσβεσθείσης, τόν τε Λόγον αὐτὸν καὶ Θεὸν πάντα ἐν πᾶσιν ὄντα, καὶ πάντα ἑαυτοῦ δι’ ἀγαθότητα τὰ μὲν νοητὰ σῶμα, τὰ δὲ αἰσθητὰ ἱμάτιον πεποιηκότα γνωσόμεθα. Περὶ ὧν ἴσως εἰρῆσθαι δοκεῖν οὐκ ἀπεικὸς τὸ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, διὰ τὴν ἐπικρατοῦσαν νοῦ τῶν ὁρωμένων φθοράν, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, διὰ τὴν προσδοκωμένην τῆς ἀφθαρσίας χάριν.

Περὶ τῶν πέντε τρόπων τῆς φυσικῆς θεωρίας σύντομος ἐξήγησις Πρὸς τούτοις δὲ καὶ τοὺς λόγους εἰσόμεθα, τοὺς τελευταίους δηλαδὴ καὶ ἡμῖν ἐφικτούς, ὧν προβέβληται ἡ κτίσις διδάσκαλος, καὶ τοὺς αὐτοῖς συνημμένους πέντε τῆς θεωρίας τρόπους, οἷς διαιροῦντες τὴν κτίσιν οἱ ἅγιοι τοὺς ἐπ’ αὐτῇ μυστικοὺς μετ’ εὐσεβείας συνελέξαντο λόγους, εἰς οὐσίαν, καὶ κίνησιν, καὶ διαφοράν, κρᾶσίν τε καὶ θέσιν, αὐτὴν ἐπιμερίσαντες. Ὧν τρεῖς μὲν ἔφασαν εἶναί τε πρὸς ἐπίγνωσιν Θεοῦ προηγουμένως καὶ προβεβλῆσθαι χειραγωγικούς, τὸν κατ’ οὐσίαν, τὸν κατὰ κίνησιν, τὸν κατὰ διαφοράν, δι’ ὧν ὁ Θεὸς γνωστὸς τοῖς ἀνθρώποις γίνεται ἐκ τῶν ὄντων τὰς περὶ αὐτοῦ ἐμφάσεις συλλεγομένοις ὡς δημιουργοῦ καὶ προνοητοῦ καὶ κριτοῦ· δύο δὲ παιδαγωγικοὺς πρὸς ἀρετὴν καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν, τὸν κατὰ κρᾶσιν καὶ τὸν κατὰ θέσιν, δι’ ὧν τυπούμενος ὁ ἄνθρωπος Θεὸς γίνεται, τὸ Θεὸς εἶναι παθὼν ἐκ τῶν ὄντων, ὅλην τοῦ Θεοῦ τὴν κατ’ ἀγαθότητα ἔμφασιν κατὰ νοῦν ὥσπερ ὁρῶν, καὶ ἑαυτῷ κατὰ λόγον ταύτην εἰλικρινεστάτην μορφούμενος.

Ὃ γὰρ δι’ εὐσεβοῦς γνώσεως, φασίν, ὁ καθαρὸς ὁρᾷν πέφυκε νοῦς, τοῦτο καὶ παθεῖν δύναται, αὐτὸ ἐκεῖνο κατὰ τὴν ἕξιν δι’ ἀρετῆς γινόμενος. Οἷον, τὴν μὲν οὐσίαν θεολογίας εἶναι διδάσκαλον, δι’ ἧς τῶν ὄντων τὸ αἴτιον ἐπιζητοῦντες δι’ αὐτῶν ὅτι ἔστι διδασκόμεθα, τὸ τί ποτε εἶναι τοῦτο κατ’ οὐσίαν γνῶναι μὴ ἐπιχειροῦντες, ὅτι μηδὲ ἔστιν ἐμφάσεως ἐν τοῖς οὖσι <ἡ> τούτου προβολή, δι’ ἧς κἂν ποσῶς ὡς δι’ αἰτιατοῦ πρὸς τὸ αἴτιον ἀνανεύσωμεν· τὴν δὲ κίνησιν τῆς τῶν ὄντων προνοίας εἶναι ἐμφαντικήν, δι’ ἧς τῶν γεγονότων τὴν κατ’ οὐσίαν ἑκάστου κατ’ εἶδος ἀπαράλλακτον ταὐτότητα καὶ ὡσαύτως ἀπαρεγχείρητον διεξαγωγὴν θεωροῦντες, τὸν συνέχοντα καὶ φυλάττοντα καθ’ ἕνωσιν ἄῤῥητον ἀλλήλων εὐκρινῶς ἀφωρισμένα τὰ πάντα καθ’ οὓς ὑπέστησαν ἕκαστα λόγους ἐννοοῦμεν· τὴν διαφορὰν δὲ τῆς κρίσεως εἶναι μηνυτικήν, καθ’ ἣν διανομέα σοφὸν ἐκ τῆς ἐν ἑκάστῳ τῶν ὄντων συμμέτρου τῷ ὑποκειμένῳ τῆς οὐσίας φυσικῆς δυνάμεως τῶν καθ’ ἕκαστα λόγων εἶναι τὸν Θεὸν παιδευόμεθα.

Πρόνοιαν δέ φημι νῦν οὐ τὴν “ἐπιστρεπτικὴν” καὶ οἷον οἰκονομικὴν τῆς τῶν προνοουμένων, ἀφ’ ὧν οὐ δεῖ ἐφ’ ἃ δεῖ ἐπαναγωγῆς, ἀλλὰ τὴν συνεκτικὴν τοῦ παντός, καὶ καθ’ οὓς τὸ πᾶν προηγουμένως ὑπέστη λόγους συντηρητικήν· καὶ κρίσιν, οὐ τὴν παιδευτικὴν καὶ οἷον κολαστικὴν τῶν ἁμαρτανόντων, ἀλλὰ τὴν σωστικὴν καὶ ἀφοριστικὴν τῶν ὄντων διανομήν, καθ’ ἣν τῶν γεγονότων ἕκαστα τοῖς καθ’ οὓς γεγένηται συνημμένα λόγοις ἀπαράβατον ἔχει τὴν ἐν τῇ φυσικῇ ταὐτότητι ἀναλλοίωτον νομιμότητα, καθὼς ἐξ ἀρχῆς ὁ δημιουργὸς περὶ τοῦ εἶναι καὶ τί εἶναι καὶ πῶς καὶ ὁποῖον ἕκαστον ἔκρινέ τε καὶ ὑπεστήσατο· ἐπεί τοιγε ἡ ἄλλως λεγομένη πρόνοια καὶ κρίσις ταῖς ἡμῶν προαιρετικαῖς ὁρμαῖς παραπεπήγασι, τῶν μὲν φαύλων πολυτρόπως ἀπείργουσαι, πρὸς δὲ τὰ καλὰ σοφῶς ἐπιστρέφουσαι, καὶ τῷ διευθύνειν τὰ οὐκ ἐφ’ ἡμῖν ἐναντίως τοῖς ἐφ’ ἡμῖν καὶ παροῦσαν καὶ μέλλουσαν καὶ παρελθοῦσαν κακίαν ἐκτέμνουσαι. Οὐκ ἄλλην δὲ καὶ ἄλλην πρόνοιαν διὰ τούτων εἶναι λέγω καὶ κρίσιν. Μίαν γὰρ καὶ τὴν αὐτὴν οἶδα κατὰ τὴν δύναμιν, διάφορον δὲ ὡς πρὸς ἡμᾶς καὶ πολύτροπον τὴν ἐνέργειαν ἔχουσαν.

Τὴν δὲ κρᾶσιν τῶν ὄντων ἤτοι σύνθεσιν τῆς ἡμετέρας γνώμης εἶναι σύμβολον. Κραθεῖσα γὰρ αὕτη ταῖς ἀρεταῖς καὶ ἑαυτῇ ταύτας κεράσασα, τὸν κατὰ διάνοιαν θεοπρεπέστατον καὶ αὐτὴ συνίστησι κόσμον. Τὴν δὲ θέσιν τοῦ κατὰ γνώμην ἤθους εἶναι διδάσκαλον, ὡς παγίως ἔχειν περὶ τὸ εὖ δόξαν τῷ ῥυθμίζοντι λόγῳ ὀφείλοντος, ἥκιστα τοῖς συμπίπτουσιν ἐκ τῆς κατὰ λόγον βάσεως ἀλλοίωσιν τὴν οἱανοῦν δεχομένου.

Συνάψαντες δὲ πάλιν τῇ κινήσει τὴν θέσιν καὶ τὴν κρᾶσιν τῇ διαφορᾷ, εἰς οὐσίαν καὶ διαφορὰν καὶ κίνησιν τὴν τοῦ παντὸς ἀδιαιρέτως διέκριναν ὑπόστασιν, καὶ τῷ κατ’ ἐπίνοιαν λόγῳ τεχνικῶς ἐνθεωρεῖσθαι τοῖς αἰτιατοῖς διαφόρως τὸ αἴτιον κατανοήσαντες καὶ εἶναι καὶ σοφὸν εἶναι καὶ ζῶν εἶναι εὐσεβῶς τοῦτο κατέλαβον. Καὶ τὸν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος θεοτελῆ καὶ σωτήριον ἐντεῦθεν ἐδιδάχθησαν λόγον, καθ’ ὃν οὐ τὸν τοῦ εἶναι μόνον ἁπλῶς τοῦ αἰτίου λόγον μυστικῶς ἐφωτίσθησαν, ἀλλὰ καὶ τὸν τῆς ὑπάρξεως τρόπον εὐσεβῶς ἐμυήθησαν.

Καὶ πάλιν κατὰ μόνην τὴν θέσιν πᾶσαν τὴν κτίσιν περιαθρήσαντες τοὺς εἰρημένους πέντε εἰς τρεῖς συνέστειλαν θεωρίας τρόπους, ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας διδάσκαλον τὴν κτίσιν εἶναι τῷ καθ’ αὑτὴν λόγῳ ἐπεγνωκότες.

Πάλιν δὲ ἐκ μόνης τῆς διαφορᾶς τὴν κτίσιν θεωρήσαντες, τουτέστιν ἐκ τῶν περιεχόντων καὶ περιεχομένων, λέγω δὲ τοῦ οὐρανοῦ καὶ τῶν ἐντός, εἰς δύο τοὺς τρεῖς συνήγαγον τρόπους, σοφίαν φημὶ καὶ φιλοσοφίαν, τὴν μὲν ὡς περιεκτικὴν καὶ πάντας θεοπρεπῶς τοὺς εὐσεβεῖς ἐπ’ αὐτῆς λεγομένους ἐπιδεχομένην τρόπους, καὶ τοὺς περὶ τῶν ἄλλων ἐντὸς ἑαυτῆς μυστικούς τε καὶ φυσικοὺς περικλείουσαν λόγους, τὴν δὲ ὡς ἤθους καὶ γνώμης, πράξεώς τε καὶ θεωρίας, καὶ ἀρετῆς καὶ γνώσεως συνεκτικήν, καὶ οἰκειότητι σχετικῇ πρὸς τὴν σοφίαν ὡς αἰτίαν ἀναφερομένην.

Καὶ πάλιν κατὰ μόνην τὴν κρᾶσιν, ἤτοι τὴν ἐναρμόνιον τοῦ παντὸς σύνθεσιν, τὴν κτίσιν κατανοήσαντες, καὶ διὰ πάντων τῶν ἀλλήλοις ἀῤῥήτως εἰς ἑνὸς συμπλήρωσιν κόσμου συνδεδεμένων μόνον τὸν συνδέοντα καὶ ἐπισφίγγοντα τῷ ὅλῳ τὰ μέρη καὶ ἀλλήλοις δημιουργὸν ἐννοήσαντες Λόγον, τοὺς δύο εἰς ἕνα θεωρίας συνέκλεισαν τρόπον, καθ’ ὃν ἁπλῇ προσβολῇ διὰ τῶν ἐν τοῖς οὖσι λόγων πρὸς τὸ αἴτιον <τὸν> νοῦν διαπορθμεύσαντες, καὶ μόνῳ αὐτῷ ὡς συναγωγῷ τῶν ἐξ αὐτοῦ πάντων καὶ ἑλκτικῷ προσδήσαντες, τοῖς καθ’ ἕκαστα τῶν ὅλων τῷ ὑπερβαθῆναι οὐκέτι διαχεόμενοι λόγοις, διὰ τοῦ πεπεῖσθαι σαφῶς μόνον τὸν Θεὸν κυρίως εἶναι λοιπὸν ἐκ τῆς πρὸς τὰ ὄντα ἀκριβοῦς ἐνατενίσεως, καὶ οὐσίαν τῶν ὄντων καὶ κίνησιν καὶ τῶν διαφερόντων εὐκρίνειαν, καὶ συνοχὴν ἀδιάλυτον τῶν κεκραμμένων, καὶ ἵδρυσιν ἀμετάθετον τῶν τεθειμένων, καὶ πάσης ἁπλῶς τῆς ὁπωσοῦν νοουμένης οὐσίας καὶ κινήσεως καὶ διαφορᾶς, κράσεώς τε καὶ θέσεως αἴτιον, σοφῶς δι’ ἐμφεροῦς ὁμοιότητος τὴν κατὰ τὸν αἰσθητὸν αἰῶνα μυστικὴν θεωρίαν ἐπὶ τὸν κατὰ διάνοιαν ἐν πνεύματι διὰ τῶν ἀρετῶν συμπληρούμενον κόσμον μετήνεγκαν, καθ’ ἣν τοὺς εἰρημένους τρόπους εἰς ἕνα συναγαγόντες τὸν διαφόροις ἀρετῶν εἴδεσι τὴν τοῦ κατὰ διάνοιαν γνωμικοῦ κόσμου οὐσίαν ἐκπληροῦντα δι’ ὅλου λόγον μονώτατον ἑαυτοῖς, ὡς ἐφικτόν, ἐναπομόρξαντο, πάντας δηλαδὴ περάσαντες τοὺς τῶν ὄντων καὶ αὐτοὺς τοὺς τῶν ἀρετῶν λόγους, μᾶλλον δὲ μετὰ τούτων πρὸς τὸν ὑπὲρ τούτους, καὶ εἰς ὃν οὗτοι καὶ ἐξ οὗ τὸ εἶναι τούτοις ἐστὶν ὑπερούσιον καὶ ὑπεράγαθον Λόγον ἀγνώστως ἀναδραμόντες· καὶ ὅλοι ὅλῳ κατὰ τὸ ἐφικτὸν τῆς ἐνούσης αὐτοῖς φυσικῆς δυνάμεως ἑνωθέντες τοσοῦτον ἐνδεχομένως ὑπ’ αὐτοῦ ἐποιώθησαν, ὥστε καὶ ἀπὸ μόνου γνωρίζεσθαι, οἷον ἔσοπτρα διειδέστατα, ὅλου τοῦ ἐνορῶντος Θεοῦ Λόγου τὸ εἶδος ἀπαραλείπτως διὰ τῶν θείων αὐτοῦ γνωρισμάτων φαινόμενον ἔχοντες, τῷ ἐλλειφθῆναι μηδένα τῶν παλαιῶν χαρακτήρων, οἷς μηνύεσθαι πέφυκε τὸ ἀνθρώπινον, πάντων εἰξάντων τοῖς ἀμείνοσιν, οἷον ἀὴρ ἀφεγγὴς φωτὶ δι’ ὅλου μετεγκραθείς.

Θεωρία εἰς τὸν Μελχισεδέκ Ὅπερ, οἶμαι, γνοὺς καὶ παθὼν ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας Μελχισεδέκ, περὶ ὃν τὰ μεγάλα καὶ θαυμαστὰ παρὰ τῇ Γραφῇ ὁ θεῖος διεξέρχεται λόγος, χρόνου καὶ φύσεως ὑπεράνω γενέσθαι καὶ ὁμοιωθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ κατηξιώθη, τοιοῦτος ἕξει δηλαδὴ κατὰ τὴν χάριν ὡς ἐφικτὸν γενόμενος, οἷος αὐτὸς ὁ δοτὴρ τῆς χάριτος κατὰ τὴν οὐσίαν ὑπάρχων πιστεύεται. Τὸ γὰρ ἀπάτωρ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος περὶ αὐτοῦ λεγόμενον, οὐκ ἄλλο μηνύειν ὑπονοῶ ἢ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς κατ’ ἀρετὴν ἀκροτάτης χάριτος τελείαν τῶν φυσικῶν γνωρισμάτων ἀπόθεσιν· τὸ δὲ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν, τὴν χρόνου παντὸς καὶ αἰῶνος ἰδιότητα περιγράφουσαν γνῶσιν, καὶ πάσης ὑλικῆς καὶ ἀΰλου οὐσίας τὴν ὕπαρξιν ὑπερβαίνουσαν θεωρίαν μαρτυρεῖ· τὸ δὲ ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές, τάχα τὸ μέχρι τέλους καθ’ ἕξιν ἄτρεπτον τῆς θεοειδεστάτης ἀρετῆς καὶ τῆς θείας καὶ πρὸς τὸν Θεὸν ἐνατενίσεως τὸ νοερὸν ὄμμα ἀνεπίμυστον δυνηθῆναι φυλάξαι παραδηλοῖ.

Τῇ φύσει γὰρ ἡ ἀρετὴ μάχεσθαι πέφυκε καὶ χρόνῳ καὶ αἰῶνι ἡ ἀληθὴς θεωρία, ἵνα ἡ μὲν ἀδούλωτος μένοι τοῖς ἄλλοις ὅσα μετὰ Θεὸν εἶναι πιστεύεται καὶ ἀκράτητος, ὡς Θεὸν μόνον εἰδυῖα γεννήτορα, ἡ δὲ ἀπερίγραφος, οὐδενὶ τῶν ἀρχὴν ἢ τέλος ἐχόντων ἐναπομένουσα, ὡς Θεὸν δι’ ἑαυτῆς εἰκονίζουσα τὸν πάσης ἀρχῆς καὶ τέλους ὁριστικόν, καὶ πᾶσαν νόησιν τῶν νοούντων κατ’ ἔκστασιν ἄῤῥητον πρὸς ἑαυτὸν ἕλκοντα.

Ἐξ ὧν ἡ θεία ὁμοίωσις δείκνυται, γνώσεώς τέ φημι καὶ ἀρετῆς, καὶ δι’ ὧν ἡ εἰς μόνον τὸν Θεὸν ἀκλόνητος ἀγάπη τοῖς ἀξίοις φυλάττεται, καθ’ ἣν τὸ τῆς υἱοθεσίας ἀξίωμα θεοπρεπῶς διδόμενον διηνεκῶς ἐντυγχάνειν Θεῷ καὶ παρεστάναι χαρίζεται, πρὸς δυσώπησιν αὐτὴν τοῦ ἐντυγχάνοντος τὴν θείαν ὁμοίωσιν παρεχόμενον. Ὅθεν εἰκότως ὑπολαμβάνω μὴ διὰ χρόνου καὶ φύσεως, ὑφ’ ἃ φυσικῶς ἐτέλει ὁ μέγας Μελχισεδέκ, βίῳ καὶ λόγῳ ὑπερβαθέντων ἤδη καὶ παντελῶς καταλελειμμένων, προσαγορευθῆναι δεῖν ὁ θεῖος αὐτὸν ἐδικαίωσε Λόγος ἀλλ’ ἐξ ὧν καὶ δι’ ὧν ἑαυτὸν μετεποίησε γνωμικῶς, ἀρετῆς λέγω καὶ γνώσεως, ὀνομασθῆναι. Ἐφ’ ὧν γὰρ ἡ γνώμη γενναίως διὰ τῶν ἀρετῶν τὸν δυσμαχώτατον τῆς φύσεως κατηγωνίσατο νόμον, καὶ τὴν χρόνου καὶ αἰῶνος ἰδιότητα διὰ γνώσεως ἀχράντως ἡ τοῦ νοῦ ὑπερίπταται κίνησις, τούτοις οὐκ ἔστιν ἐπιφημίσαι δίκαιον τῶν ἀπολειφθέντων ὡς γνώρισμα τὴν ἰδιότητα, ἀλλὰ μᾶλλον τὴν τῶν προσληφθέντων μεγαλοπρέπειαν, ἐξ ὧν καὶ ἐν οἷς μόνον εἰσὶ λοιπὸν καὶ ἐπιγινώσκονται. Ἐπεὶ καὶ ἡμεῖς φυσικῶς τοῖς ὁρατοῖς ἐπιβάλλοντες ἐκ τῶν χρωμάτων τὰ σώματα καὶ γνωρίζομεν καὶ ὀνομάζομεν, οἷον ὡς φῶς τὸν πεφωτισμένον ἀέρα, καὶ πῦρ τὴν οἱανοῦν πυρὸς ἐξημμένην ὕλην, καὶ λευκὸν τὸ λελευκασμένον σῶμα, καὶ ὅσα ἄλλα τοιουτότροπα.

Εἰ τοίνυν γνωμικῶς τὴν ἀρετὴν τῆς φύσεως καὶ τῶν κατ’ αὐτὴν ἁπάντων προετίμησε, διὰ τὴν καλὴν τοῦ ἐφ’ ἡμῖν ἀξιώματος αἵρεσιν, καὶ πάντα χρόνον καὶ αἰῶνα κατὰ τὴν γνῶσιν ὑπερηκόντισε, πάντα ὅσα μετὰ Θεὸν κατόπιν ἑαυτοῦ γνωστικῶς κατὰ τὴν θεωρίαν ποιησάμενος, οὐδενὶ τῶν ὄντων ἐμμείνας ᾧ ἐπιθεωρεῖται τὸ οἱονοῦν πέρας ὁ θεῖος Μελχισεδέκ, πρὸς δὲ τὰς θείας καὶ ἀνάρχους καὶ ἀθανάτους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκτίνας τὸν νοῦν ἀνεπέτασεν καὶ ἐκ τοῦ Θεοῦ διὰ τοῦ Λόγου κατὰ χάριν ἐν Πνεύματι γεγέννηται, καὶ σῴαν καὶ ἀληθῆ ἐν ἑαυτῷ φέρει τοῦ γεννήσαντος Θεοῦ τὴν ὁμοίωσιν, ἐπεὶ καὶ πᾶσα γέννησις ταὐτὸν τῷ γεννῶντι πέφυκεν ἀποτελεῖν τὸ γεννώμενον· τὸ γὰρ γεγεννημένον, φησίν, ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν, εἰκότως οὐκ ἐκ τῶν φυσικῶν καὶ χρονικῶν ἰδιωμάτων, οἷς “πατήρ” τε καὶ “μήτηρ” καὶ “γενεαλογία,” “ἀρχή” τε καὶ “τέλος ἡμερῶν” περιέχεται, ἅπερ φθάσας ἑαυτοῦ παντελῶς ὑπελύσατο, ἀλλ’ ἐκ τῶν θείων καὶ μακαρίων γνωρισμάτων, οἷς τὸ εἶδος ἑαυτῷ μετεποίησεν, ὠνομάσθη, ὧν οὐκ ἐφικνεῖται οὐ χρόνος, οὐ φύσις, οὐ λόγος, οὐ νοῦς, οὐδ’ ἄλλο τι κατὰ περιγραφὴν φάναι τῶν ὄντων οὐδέν.

Ἀπάτωρ οὖν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ζωῆς ἔχων, ἀναγέγραπται ὁ μέγας Μελχισεδέκ, ὡς ὁ ἀληθὴς τῶν θεοφόρων ἀνδρῶν τὰ περὶ αὐτοῦ διεσάφησε λόγος, οὐ διὰ τὴν φύσιν τὴν κτιστὴν καὶ ἐξ οὐκ ὄντων, καθ’ ἣν τοῦ εἶναι ἤρξατό τε καὶ ἔληξεν, ἀλλὰ διὰ τὴν χάριν τὴν θείαν καὶ ἄκτιστον, καὶ ἀεὶ οὖσαν ὑπὲρ πᾶσαν φύσιν καὶ πάντα χρόνον, ἐκ τοῦ ἀεὶ ὄντος Θεοῦ, καθ’ ἣν δι’ ὅλου μόνην ὅλος γνωμικῶς γεννηθεὶς ἐπιγινώσκεται.

Μόνος δὲ τοῦτο ὢν τῇ Γραφῇ τετήρηται, ὡς πρῶτος ἴσως ὑπὲρ τὴν ὕλην καὶ τὸ εἶδος κατὰ τὴν ἀρετὴν γενόμενος, ἅπερ διὰ τοῦ ἀπάτωρ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος δηλοῦσθαι δύναται, καὶ ὡς πάντα τὰ ὑπὸ χρόνον καὶ αἰῶνα κατὰ τὴν γνῶσιν παρελθών, ὧν τὸ εἶναι χρονικῶς τῆς γενέσεως ἤρξατο τὸ ποτὲ εἶναι οὐκ ἠρνημένης, οὐδ’ ὁτιοῦν τῷ κατὰ διάνοιαν θείῳ δρόμῳ ἐνσκάσας, ὅπερ σημαίνει τυχὸν τὸ μήτε ἀρχὴν ἡμερῶν μήτε τέλος ζωῆς ἔχειν· καὶ ὡς ἐξῃρημένως, κρυφίως τε καὶ σεσιγημένως, καὶ συνελόντα εἰπεῖν, ἀγνώστως, μετὰ πᾶσαν τῶν ὄντων ἁπάντων ἀφαίρεσιν κατὰ νοῦν εἰς αὐτὸν εἰσδὺς τὸν Θεόν, καὶ ὅλος ὅλῳ ποιωθείς τε καὶ μεταποιηθείς, ὅπερ τό, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκὲς ὑπεμφαίνειν δύναται. Πᾶς γάρ τις τῶν ἁγίων, οὗτινος κατ’ ἐξαίρετον ἀπήρξατο καλοῦ, κατ’ αὐτὸ καὶ τύπος εἶναι τοῦ δοτῆρος Θεοῦ ἀνηγόρευται. Καθ’ ὃ σημαινόμενον καὶ οὗτος ὁ μέγας Μελχισεδὲκ διὰ τὴν ἐμποιηθεῖσαν αὐτῷ θείαν ἀρετὴν εἰκὼν εἶναι κατηξίωται Χριστοῦ τοῦ Θεοῦ, καὶ τῶν ἀποῤῥήτων αὐτοῦ μυστηρίων, εἰς ὃν πάντες μὲν οἱ ἅγιοι συνάγονται ὡς ἀρχέτυπον καὶ τῆς ἐν ἑκάστῳ αὐτῶν τοῦ καλοῦ ἐμφάσεως αἴτιον, μάλιστα δὲ οὗτος, ὡς τῶν ἄλλων ἁπάντων πλείους ἐν ἑαυτῷ φέρων τοῦ Χριστοῦ τὰς ὑποτυπώσεις.

Ἐξήγησις εἰς τὸν Κύριον, περὶ τῶν λεγομένων εἰς τὸν Μελχισεδέκ Μονώτατος γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς φύσει καὶ ἀληθείᾳ ἀπάτωρ ἐστὶ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, καὶ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων· ἀμήτωρ μὲν διὰ τὸ ἄϋλον καὶ ἀσώματον καὶ παντελῶς ἄγνωστον τῆς ἄνω ἐκ τοῦ Πατρὸς προαιωνίου γεννήσεως· ἀπάτωρ δὲ κατὰ τὴν κάτω καὶ χρονικὴν ἐκ τῆς μητρὸς καὶ ἐνσώματον γέννησιν, ἧς κατὰ τὴν σύλληψιν τὸ διὰ σπορᾶς εἶδος οὐ καθηγήσατο· ἀγενεαλόγητος δὲ ὡς ἀμφοῖν αὐτοῦ τῶν γεννήσεων τὸν τρόπον ἔχων καθόλου τοῖς πᾶσιν ἄβατον καὶ ἀκατάληπτον. Τὸ δὲ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ὡς ἄναρχος καὶ ἀτελεύτητος καὶ παντελῶς ἄπειρος, οἷα φύσει Θεός· μένει δὲ ἱερεὺς εἰς τὸν αἰῶνα, ὡς μηδενὶ θανάτῳ κακίας ἢ φύσεως τοῦ εἶναι παυόμενος, ὅτι Θεὸς καὶ πάσης τῆς κατὰ φύσιν καὶ ἀρετὴν ζωῆς χορηγός. Μὴ νόμιζε δὲ ταύτης τινὰ ἀμοιρεῖν τῆς χάριτος, ἐπειδὴ περὶ μόνου τοῦ μεγάλου Μελχισεδὲκ ὁ λόγος αὐτὴν διωρίσατο. Πᾶσι γὰρ ἴσως ὁ Θεὸς τὴν πρὸς σωτηρίαν φυσικῶς ἐνέθηκε δύναμιν, ἵνα ἕκαστος βουλόμενος τῆς θείας μεταποιεῖσθαι χάριτος δύνηται, καὶ θέλων Μελχισεδὲκ γενέσθαι καὶ Ἀβραὰμ καὶ Μωϋσῆς, καὶ ἁπλῶς πάντας μεταφέρειν εἰς ἑαυτὸν τοὺς ἁγίους, μὴ κωλύηται, οὐκ ὀνόματα καὶ τόπους ἀμείβων, ἀλλὰ τρόπους καὶ πολιτείαν μιμούμενος.

Θεωρία ἄλλη εἰς τὸν Μελχισεδέκ Πᾶς τοιγαροῦν τὰ μέλη νεκρώσας τὰ ἐπὶ τῆς γῆς, καὶ ὅλον ἑαυτοῦ τῆς σαρκὸς ἀποσβέσας τὸ φρόνημα, καὶ τὴν πρὸς αὐτὴν δι’ ὅλου σχέσιν ἀποσεισάμενος, δι’ ἧς ἡ τῷ Θεῷ μόνῳ χρεωστουμένη παρ’ ἡμῶν ἀγάπη μερίζεται, καὶ ἀρνησάμενος πάντα τὰ τῆς σαρκὸς καὶ τοῦ κόσμου γνωρίσματα τῆς θείας ἕνεκεν χάριτος, ὥστε καὶ λέγειν δύνασθαι μετὰ τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου, τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς, ὁ τοιοῦτος ἀπάτωρ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος κατὰ τὸν μέγαν Μελχισεδὲκ γέγονεν, οὐκ ἔχων ὅπως ὑπὸ σαρκὸς κρατηθῇ καὶ φύσεως διὰ τὴν γεγενημένην πρὸς τὸ Πνεῦμα συνάφειαν.

Θεωρία εἰς τὸ Μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε τέλος ζωῆς Εἰ δὲ καὶ ἑαυτὸν πρὸς τούτοις ἠρνήσατο τὴν ἰδίαν ἀπολέσας ψυχήν κατὰ τὴν λέγουσαν θείαν φωνήν, ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν, τουτέστι τὴν παροῦσαν ζωὴν μετὰ τῶν αὐτῆς θελημάτων τῆς κρείττονος ἕνεκεν προϊέμενος, ζῶντα δὲ καὶ ἐνεργοῦντα, μονώτατον τὸν τοῦ Θεοῦ Λόγον κέκτηται, διϊκνούμενον κατ’ ἀρετὴν καὶ γνῶσιν ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, καὶ μηδὲν τὸ παράπαν τῆς αὐτοῦ παρουσίας ἄμοιρον ἔχει, γέγονε καὶ ἄναρχος καὶ ἀτελεύτητος, τὴν χρονικὴν μηκέτι φέρων ἐν ἑαυτῷ κινουμένην ζωήν, τὴν ἀρχὴν καὶ τέλος ἔχουσαν καὶ πολλοῖς δονουμένην παθήμασι, μόνην δὲ τὴν θείαν τοῦ ἐνοικήσαντος Λόγου καὶ ἀΐδιον καὶ μηδενὶ θανάτῳ περατουμένην.

Θεωρία εἰς τὸ Μένει ἱερεὺς εἰς τὸν αἰῶνα Εἰ δὲ καὶ προσοχῇ πολλῇ τῷ ἰδίῳ ἐπαγρυπνεῖν οἶδε χαρίσματι, διὰ πράξεως καὶ θεωρίας τῶν ὑπὲρ φύσιν καὶ χρόνον ἐπιμελούμενος ἀγαθῶν, γέγονε καὶ ἱερεὺς διηνεκὴς καὶ αἰώνιος, νοερῶς ἀεὶ τῆς θείας ἀπολαύων ὁμιλίας, καὶ διὰ τὸ μιμεῖσθαι τῇ περὶ τὸ καλὸν κατὰ τὴν γνώμην ἀτρεψίᾳ τὸν κατὰ φύσιν ἄτρεπτον μὴ κωλυόμενος ἰουδαϊκῶς ἁμαρτίας θανάτῳ εἰς τὸ διηνεκὲς παραμένειν, καὶ θυσίαν προσφέρειν αἰνέσεως καὶ ἐξομολογήσεως, ἐνδόξως θεολογῶν ὡς δημιουργὸν τῶν ἁπάντων καὶ εὐγνωμόνως εὐχαριστῶν ὡς προνοητῇ καὶ κριτῇ τῶν ὅλων δικαίῳ, ἐν τῷ κατὰ διάνοιαν θείῳ θυσιαστηρίῳ, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες Οὐ γὰρ οἷόν τε μυστικῶν θείας γνώσεως ἄρτων καὶ κρατῆρος ζωτικοῦ σοφίας μεταλαχεῖν τοὺς μόνῳ στοιχοῦντας τῷ γράμματι, καὶ ἀλόγων θυσίαις παθῶν πρὸς σωτηρίαν ἀρκουμένους, καὶ τὸν μὲν θάνατον τοῦ Ἰησοῦ διὰ τῆς καθ’ ἁμαρτίαν ἀργίας καταγγέλλοντας, τὴν δὲ ἀνάστασιν αὐτοῦ, ὑπὲρ ἧς καὶ δι’ ἣν ὁ θάνατος γέγονε, διὰ τῆς κατὰ νοῦν θεωρίας, τῆς ἐν δικαιοσύνῃ ἔργων ἀγαθῶν πεφωτισμένης, οὐχ ὁμολογοῦντας, καὶ τὸ μὲν θανατωθῆναι σαρκὶ εὖ μάλα προθύμως ἑλομένους, τὸ δὲ ζωοποιηθῆναι καὶ Πνεύματι οὐδ’ ὁπωσοῦν ἀνασχομένους, ἔτι τῆς κατ’ αὐτοὺς σκηνῆς ἐχούσης στάσιν διὰ τὸ μήπω πεφανερῶσθαι αὐτοῖς τὴν διὰ λόγου καὶ γνώσεως τῶν ἁγίων ὁδόν, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ ὁ εἰπών, ἐγώ εἰμι ἡ ὁδός, καὶ ἀπὸ τοῦ σάρκα Λόγον εἰδέναι διὰ πρακτικῆς τὸν Κύριον ἐπὶ τὴν ὡς μονογενοῦς παρὰ Πατρὸς δόξαν, τὴν πλήρη χάριτος καὶ ἀληθείας, διὰ θεωρίας ἐλθεῖν οὐκ ἐφιεμένους.

Θεωρία εἰς τὸν Ἀβραάμ Καὶ Ἀβραὰμ πάλιν πνευματικὸς γίνεται τῆς γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς ἐξερχόμενος καὶ εἰς τὴν ὑπὸ Θεοῦ δεικνυμένην ἐρχόμενος γῆν ὁ τῆς σαρκὸς ἑαυτὸν κατὰ διάθεσιν ἀποῤῥήξας, καὶ ἐκτὸς αὐτῆς γενόμενος τῷ χωρισμῷ τῶν παθῶν, καὶ τὰς αἰσθήσεις ἀπολιπών, καὶ μηδεμίαν δι’ αὐτῶν ἁμαρτίας ἔτι παραδεχόμενος πλάνην, καὶ τὰ αἰσθητὰ πάντα παρελθών, ἐξ ὧν τῇ ψυχῇ διὰ τῶν αἰσθήσεων τὸ ἀπατᾶσθαι καὶ πταίειν προσγίνεται, καὶ μόνῳ τῷ νῷ παντὸς ὑλικοῦ ἐλευθέρῳ δεσμοῦ εἰς τὴν θείαν καὶ μακαρίαν τῆς γνώσεως ἐρχόμενος γῆν, καὶ εἰς μῆκος καὶ πλάτος αὐτὴν μυστικῶς διοδεύων, ἐν ᾗ τὸν Κύριον ἡμῶν εὑρήσει καὶ Θεὸν Ἰησοῦν Χριστόν, τὴν ἀγαθὴν τῶν φοβουμένων αὐτὸν κληρονομίαν, δι’ ἑαυτὸν μὲν εἰς “μῆκος” ἀνείκαστον ὑπὸ τῶν ἀξίων κατὰ τὸ ἐφικτὸν ἀνθρώποις θεολογούμενον, δι’ ἡμᾶς δὲ εἰς “πλάτος” δοξολογούμενον, διὰ τῆς συνεκτικῆς τοῦ παντὸς σοφωτάτης αὐτοῦ προνοίας καὶ τῆς ὑπὲρ ἡμῶν μάλιστα θαυμαστῆς καὶ ὑπεραῤῥήτου οἰκονομίας, καὶ μέτοχος τῶν οἷς γεραίρειν τὸν Κύριον ἐξεπαιδεύθη τρόπων κατὰ πρᾶξιν τέως καὶ θεωρίαν γενόμενος, δι’ ὧν ἡ πρὸς Θεὸν βεβαίως κυροῦσθαι πέφυκε φιλία τε καὶ ἀφομοίωσις.

Καὶ συντόμως περὶ τούτων εἰπεῖν, ὁ σάρκα καὶ αἴσθησιν καὶ κόσμον, περὶ ἃ τοῦ νοῦ ἡ πρὸς τὰ νοητὰ κατὰ τὴν σχέσιν διάλυσις γίνεται, πρακτικῶς καταπαλαίσας καὶ μόνῃ διανοίᾳ δι’ ἀγάπης Θεῷ γνωστικῶς προσχωρήσας, ὁ τοιοῦτος ἄλλος Ἀβραὰμ ὑπάρχει, διὰ τῆς ἴσης χάριτος τὸν αὐτὸν τῷ πατριάρχῃ τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἔχων χαρακτῆρα δεικνύμενος.

Θεωρία εἰς τὸν Μωϋσῆν Καὶ Μωϋσῆς πάλιν ἄλλος ἐκφαίνεται, ὁ ἐν τῷ καιρῷ τῆς τῶν παθῶν δυναστείας, ὁπηνίκα τοῦ διαβόλου, τοῦ νοητοῦ Φαραώ, τυραννοῦντος τὸ χεῖρον ἐπικρατεῖν τοῦ ἀμείνονος καὶ τοῦ πνευματικοῦ τὸ σαρκικὸν ἐπανίστασθαι, καὶ πᾶς εὐσεβὴς ἀναιρεῖσθαι πέφυκε λογισμός, κατὰ Θεὸν γνωμικῶς γεννώμενος καὶ θήκῃ ἀσκήσεως ἀληθοῦς ἐμβληθείς, ἠθικοῖς ἔξωθεν κατὰ σάρκα τρόποις καὶ ἔσωθεν κατὰ ψυχὴν θείοις ἠσφαλισμένος νοήμασι, καὶ μέχρι μόνον τῆς ἀναλήψεως τῶν φυσικῶν θεωρημάτων ἀνεχόμενος εἶναι ὑπὸ τὴν αἴσθησιν, τὴν τοῦ νοητοῦ Φαραὼ θυγατέρα, ζήλῳ δὲ γνησίῳ τῶν θείων ἀγαθῶν τὸ αἰγυπτιάζον τῆς σαρκὸς ἀποκτείνας φρόνημα, καὶ ὑπὸ τὴν ψάμμον, τὴν τῶν κακῶν ἄγονον ἕξιν φημί, καταθέμενος, ἐν ᾗ, κἂν ὑπὸ τοῦ ἐχθροῦ σπαρῇ τὸ τῆς κακίας ζιζάνιον, οὐ πέφυκε φύεσθαι διὰ τὴν ἐνοῦσαν ἐνδιαθέτως πτωχείαν τοῦ πνεύματος, τὴν τὸ ἀπαθὲς γεννῶσάν τε καὶ φυλάττουσαν καὶ θείῳ προστάγματι τὴν ἀγριουμένην τοῖς πνεύμασι τῆς πονηρίας καὶ τοῖς ἀλλεπαλλήλοις τῶν πειρασμῶν κύμασι δενδρουμένην τῆς πικρᾶς καὶ ὄντως ἁλμώδους κακίας ὁρίζουσαν θάλασσαν, καθὼς γέγραπται, ὁ τιθεὶς ἄμμον ὅριον τῇ θαλάσσῃ καὶ λέγων αὐτῇ, μέχρι τούτου διελεύσῃ καὶ οὐχ ὑπερβήσῃ, καὶ ἐν σοὶ συντριβήσονταί σου τὰ κύματα, τοὺς δὲ εἰς γῆν ἔτι κατανεύοντας λογισμοὺς καὶ τὴν ἐξ αὐτῆς ἐπιζητοῦντας ἀπόλαυσιν, ὑπὲρ ἧς τὸ θυμικὸν διαμάχεσθαι καὶ τὸν διαγνωστικὸν τυραννεῖν καὶ ἀπωθεῖσθαι πέφυκε λόγον, προβάτων δίκην διὰ τῆς ἐρήμου παθῶν καὶ ὑλῶν ἐστερημένης καὶ ἡδονῶν καταστάσεως ἄγων ὡς ἐπιστήμων ποιμὴν πρὸς τὸ ὄρος τῆς γνώσεως τοῦ Θεοῦ τὸ ἐν τῷ ὕψει τῆς διανοίας ὁρώμενον.

Ὧι φιλοπόνως ἐνδιατρίβων διὰ τῶν προσφυῶν κατὰ πνεῦμα θεωρημάτων μετὰ τὴν ἀπόλειψιν τῆς κατὰ νοῦν πρὸς τὰ αἰσθητὰ σχέσεως (τοῦτο γὰρ οἶμαι δηλοῦν τὴν τοῦ τεσσαρακονταετοῦς χρόνου πάροδον), καὶ τοῦ ἀῤῥήτου καὶ ὑπερφυοῦς ὥσπερ θάμνῳ τῇ οὐσίᾳ τῶν ὄντων ἐνυπάρχοντος θείου πυρὸς κατ’ ἔννοιαν θεατὴς γενέσθαι καὶ ἀκροατὴς ἀξιωθήσεται, τοῦ ἐκ τῆς βάτου, τῆς ἁγίας Παρθένου φημί, ἐπ’ ἐσχάτων τῶν χρόνων ἐκλάμψαντος καὶ διὰ σαρκὸς ἡμῖν ὁμιλήσαντος Θεοῦ Λόγου, γυμνὸν τὸ τῆς διανοίας ἴχνος τῷ τοιούτῳ μυστηρίῳ προσάγων, καὶ λογισμῶν ἀνθρωπίνων ὡς νεκρῶν ὑποδημάτων παντελῶς ἐλεύθερον, καὶ πρὸς μὲν ζήτησιν, ὥσπερ πρόσωπον, τὸ τῆς διανοίας ὀπτικὸν ἀποστρέφων, πίστει δὲ μόνῃ πρὸς ὑποδοχὴν τοῦ μυστηρίου, ἀκοῆς τρόπον, τὸ τῆς ψυχῆς εὐπειθὲς διανοίγων, παρ’ οὗ τὴν ἰσχυρὰν καὶ ἀήττητον κατὰ τῶν πονηρῶν δυνάμεων κομισάμενος δύναμιν τῶν παρὰ φύσιν τὰ κατὰ φύσιν καὶ τῶν σαρκικῶν τὰ ψυχικὰ καὶ τῶν ὑλικῶν τε καὶ αἰσθητῶν τὰ νοητὰ καὶ ἄϋλα κατὰ πολλὴν ἀφορίζει ἐξουσίαν, τῆς δοῦλον ποιεῖν τὸ ἐλεύθερον πειρωμένης πολὺ ὑπερέχων δυνάμεως.

Ἄλλη θεωρία εἰς τὸν αὐτὸν σύντομος Καὶ ἵνα συνελὼν εἴπω, ὁ μὴ ὑπελθὼν τὸν τῆς ἁμαρτίας ζυγόν, μήτε τῷ θολερῷ τῶν παθῶν ῥεύματι διὰ τῆς κακῆς ἐπιθυμίας ἑαυτὸν ἐμπνίξας, καὶ αἰσθήσει τρέφεσθαι τῇ πηγῇ τῶν ἡδονῶν ἀνασχόμενος, ἀποκτείνας δὲ μᾶλλον τὸ φρόνημα τῆς σαρκός, τὸ τυραννοῦν τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ πάντων τῶν φθειρομένων ὑπεράνω γενόμενος τὸν πλάνον τοῦτον κόσμον ὥσπερ Αἴγυπτόν τινα φυγών, τὸν ἐκθλίβοντα ταῖς σωματικαῖς φροντίσι τὸν διορατικώτατον νοῦν, καὶ καθ’ ἡσυχίαν ἑαυτῷ συγγενόμενος καὶ φιλοπόνῳ σχολῇ τῆς διεπούσης θείως τὸ πᾶν θείας προνοίας τὴν σοφὴν οἰκονομίαν διὰ τῆς ἐπιστημονικῆς τῶν ὄντων θεωρίας ἀῤῥήτως διδαχθείς, κἀντεῦθεν διὰ μυστικῆς θεολογίας, ἣν κατ’ ἔκστασιν ἄῤῥητον νοῦς καθαρὸς διὰ προσευχῆς πιστεύεται μόνος, ὡς ἐν γνόφῳ τῇ ἀγνωσίᾳ ἀφθέγκτως Θεῷ συγγενόμενος, καὶ ἑαυτὸν ἔσωθεν κατὰ νοῦν εὐσεβείας δόγμασι καὶ ἔξωθεν, ὡς τὰς πλάκας ὁ Μωϋσῆς, ἀρετῶν χάρισι, δακτύλῳ Θεοῦ τῷ ἁγίῳ Πνεύματι ἐγχαράξας, ἢ γραφικῶς εἰπεῖν, ὁ ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ μᾶλλον ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, καὶ τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τιμιώτερον κρίνας, τουτέστι πλούτου καὶ δόξης, τῶν προσκαίρων καὶ φθειρομένων, τοὺς ὑπὲρ ἀρετῆς ἑκουσίως ἀνθαιρούμενος πόνους, οὗτος Μωϋσῆς πνευματικὸς γέγονεν, οὐχ ὁρατῷ διαλεγόμενος Φαραώ, ἀλλὰ ἀοράτῳ τυράννῳ ψυχῶν φονευτῇ καὶ κακίας ἀρχηγῷ τῷ διαβόλῳ καὶ ταῖς ἀμφ’ αὐτὸν πονηραῖς δυνάμεσι μεθ’ ἧς διὰ χειρὸς ἐπιφέρεται ῥάβδου, τῆς κατὰ τὸ πρακτικόν φημι τοῦ λόγου δυνάμεως, νοητῶς παρατασσόμενος.

Θεωρία περὶ τοῦ πῶς τοὺς πρὸ νόμου καὶ μετὰ νόμον ἁγίους τις μιμήσασθαι δύναται, καὶ τίς ἡ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ κατὰ τὴν εἰς ἀλλήλους μεταχώρησιν ταὐτότης Ὡσαύτως δὲ καὶ πάντας τοὺς ἁγίους ἕκαστος ἡμῶν θέλων εἰς ἑαυτὸν μεταθεῖναι δύναται, πρὸς ἕκαστον πνευματικῶς ἐκ τῶν περὶ αὐτοῦ καθ’ ἱστορίαν τυπικῶς γεγραμμένων μορφούμενος (συνέβαινε γὰρ ἐκείνοις τυπικῶς, φησὶν ὁ θεῖος ἀπόστολος, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε), πρὸς μὲν τοὺς πάλαι πρὸ νόμου ἁγίους, ἀπὸ μὲν κτίσεως κόσμου τὴν περὶ Θεοῦ γνῶσιν εὐσεβῶς ποριζόμενος, ἀπὸ δὲ τῆς τὸ πᾶν σοφῶς διοικούσης προνοίας τὰς ἀρετὰς κατορθοῦν διδασκόμενος, κατ’ αὐτοὺς ἐκείνους τοὺς πρὸ τοῦ νόμου ἁγίους, οἳ διὰ πάντων φυσικῶς ἐν ἑαυτοῖς τὸν γραπτὸν ἐν πνεύματι προχαράξαντες νόμον εὐσεβείας καὶ ἀρετῆς τοῖς κατὰ νόμον εἰκότως προεβλήθησαν ἐξεμπλάριον, ἐμβλέψατε γάρ, φησί, πρὸς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, πρὸς δὲ τοὺς κατὰ νόμον διὰ τῶν ἐντολῶν εἰς ἐπίγνωσιν τοῦ ἐν αὐταῖς ὑπηγορευμένου Θεοῦ δι’ εὐσεβοῦς ἐννοίας ἀναγόμενος, καὶ τοῖς καθήκουσι τῶν ἀρετῶν τρόποις δι’ εὐγενοῦς πράξεως καλλωπιζόμενος, καὶ ταὐτὸν τῷ γραπτῷ νόμῳ τὸν φυσικὸν ὄντα παιδευόμενος, ὅταν σοφῶς διὰ συμβόλων κατὰ τὴν πρᾶξιν ποικίλληται, καὶ ἔμπαλιν τῷ φυσικῷ τὸν γραπτόν, ὅταν ἑνοειδὴς καὶ ἁπλοῦς καὶ συμβόλων ἐν τοῖς ἀξίοις κατ’ ἀρετήν τε καὶ γνῶσιν διὰ λόγου καὶ θεωρίας ἐλεύθερος γένηται, κατ’ αὐτοὺς ἐκείνους τοὺς ἐν νόμῳ ἁγίους, οἳ τὸ γράμμα ὥσπερ κάλυμμα περιελόντες τοῦ πνεύματος, τὸν φυσικὸν νόμον ἔχοντες πνευματικῶς διεδείχθησαν.

Ὅτι καὶ οἱ κατὰ νόμον ἅγιοι πνευματικῶς τὸν νόμον ἐκδεχόμενοι τὴν δι’ αὐτοῦ μηνυομένην χάριν προέβλεπον Πάντες γὰρ διαῤῥήδην ἑτέραν παρὰ τὴν νομικὴν ἔσεσθαι λατρείαν προθεωρήσαντες τὸ κατ’ αὐτὴν φανησόμενον τῆς θεοπρεπεστάτης ζωῆς τέλειον προεκήρυξαν, καὶ τῇ φύσει πρόσφορόν τε καὶ οἰκειότατον, ὡς μηδενὸς τῶν ἐκτὸς πρὸς τελείωσιν ἐπιδεόμενοι, καθὼς πᾶσι δῆλον καθέστηκε τοῖς μὴ ἀγνοοῦσι τὰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν θεῖα θεσπίσματα. Ὅπερ μάλιστα Δαβὶδ καὶ Ἐζεκίας καὶ τῷ καθ’ ἑαυτὸν πρὸς τοῖς ἄλλοις ἑκάτερος δράματι παρῃνίττετο, ὁ μὲν ὑπὲρ τῆς ἁμαρτίας νομικῶς τὸν Θεὸν οὐκ ἐξιλεούμενος, ὁ δὲ προσθήκῃ ζωῆς ἑτέρῳ παρὰ τὸν νόμον θεσμῷ παρὰ τοῦ Θεοῦ σεμνυνόμενος.

Ὅτι καὶ ὑπὲρ τὸν γραπτὸν καὶ ὑπὲρ τὸν φυσικὸν νόμον γίνεται ὁ τῷ Χριστῷ γνησίως διὰ τῶν ἀρετῶν κατὰ διάθεσιν ἀκολουθῶν Οὐδὲν δὲ τὸ κωλύον, ὡς οἶμαι, ἐστὶ τὸν ἐν τούτοις προπαιδευθέντα τοῖς νόμοις, τῷ φυσικῷ τέ φημι καὶ τῷ γραπτῷ, θεοφιλῶς καὶ ὑπὲρ τούτους γενέσθαι θεοπρεπῶς, καὶ τούτων χωρὶς δι’ εἰλικρινοῦς πίστεως μόνῳ τῷ ἐπὶ τὸ ἀκρότατον ἀγαθὸν ἄγοντι λόγῳ γνησίως ἀκολουθήσαντα, καὶ μηδενὸς κατ’ ἔννοιαν τὸ παράπαν ἁπτόμενον πράγματος ἢ λογισμοῦ ἢ νοήματος οἷς ἡ ὁπωσοῦν οὖσα παντὸς τοῦ ὁπωσοῦν νοουμένου τε καὶ ὄντος φύσις τε καὶ γνῶσις ὑποπίπτει καὶ ἐμφαίνεται, ὥσπερ εἰκὸς τὸν ἕπεσθαι γνησίως προθέμενον τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ, καὶ τῇ παραδείξει τοῦ θείου φωτὸς δυνηθῆναι τὴν ἀληθῆ τῶν ὄντων, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, συνεκδοχικῶς ὑποδέξασθαι γνῶσιν.

Θεωρία τοῦ τρόπου καθ’ ὃν ὑπὲρ τὸν φυσικὸν καὶ τὸν γραπτὸν νόμον γίνεται ὁ διὰ πάντων τῷ Θεῷ γενόμενος εὐπειθής Εἰ γὰρ πᾶσα ἡ τῶν ὄντων φύσις εἰς τὰ νοητὰ καὶ τὰ αἰσθητὰ διῄρηται, καὶ τὰ μὲν λέγεται καὶ ἔστιν αἰώνια, ὡς ἐν αἰῶνι τοῦ εἶναι λαβόντων ἀρχήν, τὰ δὲ χρονικά, ὡς ἐν χρόνῳ πεποιημένα, καὶ τὰ μὲν ὑποπίπτει νοήσει, τὰ δὲ αἰσθήσει, διὰ τὴν ταῦτα ἀλλήλοις ἐπισφίγγουσαν τοῦ κατὰ φύσιν σχετικοῦ ἰδιώματος ἄλυτον δύναμιν, πολλὴ γὰρ ἡ πρὸς τὰ νοούμενα τῶν νοούντων καὶ πρὸς τὰ αἰσθητὰ τῶν αἰσθανομένων ἡ σχέσις, ὁ δὲ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος τυγχάνων αἰσθητικοῦ διὰ τῆς κατ’ ἐπαλλαγὴν πρὸς ἑκάτερα τὰ τῆς κτίσεως τμήματα φυσικῆς σχέσεώς τε καὶ ἰδιότητος καὶ περιγράφεται καὶ περιγράφει, τὸ μὲν τῇ οὐσίᾳ, τὸ δὲ τῇ δυνάμει, ὡς τοῖς ἑαυτοῦ πρὸς ταῦτα διαιρούμενος μέρεσι, καὶ ταῦτα διὰ τῶν οἰκείων μερῶν ἑαυτῷ καθ’ ἕνωσιν ἐπισπώμενος· περιγράφεσθαι γὰρ τοῖς νοητοῖς καὶ αἰσθητοῖς, ὡς ψυχὴ τυγχάνων καὶ σῶμα, καὶ περιγράφειν ταῦτα κατὰ δύναμιν πέφυκεν, ὡς νοῶν καὶ αἰσθανόμενος.

Ὁ δὲ Θεὸς ἁπλῶς καὶ ἀορίστως ὑπὲρ πάντα τὰ ὄντα ἐστί, τὰ περιέχοντά τε καὶ περιεχόμενα καὶ τήν, ὧν οὐκ ἄνευ ταῦτα, χρόνου φημὶ καὶ αἰῶνος καὶ τόπου φύσιν, οἷς τὸ πᾶν περικλείεται, ὡς πᾶσι παντελῶς ἄσχετος ὤν, ἄρα σωφρόνως ὁ διαγνοὺς πῶς ἐρᾷν τοῦ Θεοῦ δεῖ, τοῦ ὑπὲρ λόγον καὶ γνῶσιν καὶ πάσης ἁπλῶς τῆς οἱασδήποτε παντάπασι σχέσεως ἐξῃρημένου καὶ φύσεως, πάντα τὰ αἰσθητὰ καὶ νοητὰ καὶ πάντα χρόνον καὶ αἰῶνα καὶ τόπον ἀσχέτως παρελεύσεται, καὶ πάσης τελευταῖον ὅλης τῆς κατ’ αἴσθησιν καὶ λόγον καὶ νοῦν ἐνεργείας ἑαυτὸν ὑπερφυῶς ἀπογυμνώσας ἀῤῥήτως τε καὶ ἀγνώστως τῆς ὑπὲρ λόγον καὶ νοῦν θείας τερπνότητος ἐπιτεύξεται, καθ’ ὃν οἶδε τρόπον τε καὶ λόγον ὁ τὴν τοιαύτην δωρούμενος χάριν Θεὸς καὶ οἱ ταύτην παρὰ Θεοῦ λαβεῖν ἀξιωθέντες, οὐκέτι οὐδὲν φυσικὸν ἢ γραπτὸν ἑαυτῷ συνεπικομιζόμενος, πάντων αὐτῷ τῶν λεχθῆναι ἢ γνωσθῆναι δυναμένων παντελῶς ὑπερβαθέντων καὶ κατασιγασθέντων.

Θεωρία εἰς τὸ περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστὰς ῥητὸν τοῦ Εὐαγγελίου Καὶ τάχα τοῦτό ἐστι τὸ τοῖς δοθεῖσιν ἐπὶ θεραπείᾳ τοῦ λῃσταῖς περιπεσόντος δυσὶ δηναρίοις ἐν τῷ πανδοχείῳ παρὰ τοῦ Κυρίου τῷ ἐπιμελεῖσθαι κελευομένῳ προσδαπανώμενον, ὅπερ καὶ φιλοτίμως ἐπανερχόμενος ὁ Κύριος δώσειν ὑπέσχετο, ἡ διὰ πίστεως γινομένη παντελὴς τῶν ὄντων ἐν τοῖς τελείοις ἀφαίρεσις (φησὶ γὰρ ὁ Κύριος ὅστις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής), καθ’ ἣν πάνθ’ ἑαυτοῦ ἢ ἑαυτὸν πάντων ἀφαιρούμενος εἰπεῖν οἰκειότερον, ὁ τῆς σοφίας ἑαυτὸν ἐραστὴν καταστήσας μόνῳ Θεῷ συνεῖναι καταξιοῦται, τὴν εὐαγγελικῶς ὑποδειχθεῖσαν υἱοθεσίαν δεξάμενος, κατὰ τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, οἳ τὸ πᾶν ἑαυτῶν ὁλοσχερῶς περιελόμενοι καὶ μόνῳ δι’ ὅλου τῷ Θεῷ καὶ Λόγῳ προσφύντες, ἰδοὺ πάντα, ἔφασαν, ἀφήκαμεν καὶ ἠκολουθήσαμέν σοι, τῷ καὶ τῆς φύσεως ποιητῇ καὶ δοτῆρι τῆς κατὰ νόμον βοηθείας, καὶ ὅν, Κύριον δηλονότι, ὥσπερ ἀληθείας φῶς μονώτατον κτησάμενοι ἀντὶ νόμου καὶ φύσεως πάντων εἰκότως τῶν μετὰ Θεὸν ἄπταιστον τὴν γνῶσιν παρέλαβον. Αὐτῷ γὰρ πέφυκε συνεκφαίνεσθαι κυρίως ἡ τῶν ὑπ’ αὐτοῦ γεγενημένων γνῶσις.

Ὡς γὰρ τῷ αἰσθητῷ ἡλίῳ ἀνατέλλοντι πάντα καθαρῶς συνεκφαίνονται τὰ σώματα, οὕτω καὶ Θεὸς ὁ νοητὸς τῆς δικαιοσύνης ἥλιος ἀνατέλλων τῷ νῷ, καθὼς χωρεῖσθαι ὑπὸ τῆς κτίσεως οἶδεν αὐτός, πάντων ἑαυτῷ νοητῶν τε καὶ αἰσθητῶν τοὺς ἀληθεῖς βούλεται συνεκφανίζεσθαι λόγους. Καὶ δηλοῖ τοῦτο τῆς ἐπὶ τοῦ ὄρους Μεταμορφώσεως τοῦ Κυρίου ἡ λαμπρὰ τῶν ἐσθημάτων τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ γενομένη συνένδειξις, τῷ Θεῷ τὴν τῶν μετ’ αὐτόν, ὡς οἶμαι, καὶ περὶ αὐτὸν συνάγουσα γνῶσιν. Οὔτε γὰρ δίχα φωτὸς τῶν αἰσθητῶν ὀφθαλμὸς ἀντιλαμβάνεσθαι δύναται, οὔτε νοῦς χωρὶς γνώσεως Θεοῦ θεωρίαν δέξασθαι πνευματικήν. Ἐκεῖ τε γὰρ τῇ ὄψει τὸ φῶς τῶν ὁρατῶν τὴν ἀντίληψιν δίδωσι, καὶ ἐνταῦθα τῷ νῷ τὴν γνῶσιν τῶν νοητῶν ἡ τοῦ Θεοῦ ἐπιστήμη χαρίζεται.

Θεωρία τοῦ τρόπου καθ’ ὃν γέγονεν τοῦ Ἀδὰμ παράβασις Ἀμέλει τούτῳ μὴ ἐπερείσας τῷ θείῳ φωτὶ τὸν τῆς ψυχῆς ὀφθαλμὸν ὁ προπάτωρ Ἀδὰμ τυφλοῦ δίκην εἰκότως ἐν σκότει τῆς ἀγνωσίας ἄμφω τὼ χεῖρε τὸν τῆς ὕλης φορυτὸν ἑκουσίως ἀφάσσων μόνῃ αἰσθήσει ἑαυτὸν ὅλον ἐπικλίνας ἐκδέδωκε, δι’ ἧς τοῦ πικροτάτου θηρὸς τὸν φθαρτικὸν ἰὸν εἰσδεξάμενος οὐδ’ αὐτῆς, ὡς ἠβουλήθη, ἀπέλαυσε τῆς αἰσθήσεως, δίχα Θεοῦ καὶ πρὸ Θεοῦ καὶ οὐ κατὰ Θεόν, ὡς οὐκ ἔδει, ὅπερ ἀμήχανον ἦν, τὰ τοῦ Θεοῦ ἔχειν ἐπιτηδεύσας. Τὴν γὰρ σύμβουλον παραδεξαμένην τὸν ὄφιν Θεοῦ πλέον παραδεξάμενος αἴσθησιν καὶ τοῦ ἀπηγορευμένου ξύλου, ᾧ καὶ θάνατον συνεῖναι προεδιδάχθη τὸν καρπὸν ὀρέγουσαν, βρώσεως ἀπαρχὴν ποιησάμενος πρόσφορον τῷ καρπῷ τὴν ζωὴν μετηλλάξατο, ζῶντα τὸν θάνατον ἑαυτῷ κατὰ πάντα τὸν χρόνον τοῦ παρόντος καιροῦ δημιουργήσας. Εἰ γὰρ φθορὰ γενέσεως ὑπάρχει ὁ θάνατος, ἀεὶ δὲ τὸ δι’ ἐπιῤῥοῆς τροφῶν γινόμενον φυσικῶς φθείρεται σῶμα τῇ ῥοῇ διαπνεόμενον, ἀεὶ ἄρα δι’ ὧν εἶναι τὴν ζωὴν ἐπίστευσεν ἀκμάζοντα ἑαυτῷ τε καὶ ἡμῖν τὸν θάνατον ὁ Ἀδὰμ συνετήρησεν.

Ὡς εἴγε τῷ Θεῷ μᾶλλον ἢ τῇ συνοίκῳ πεισθεὶς τῷ ξύλῳ τῆς ζωῆς διετράφη, οὐκ ἂν τὴν δοθεῖσαν ἀπέθετο ἀθανασίαν ἀεὶ συντηρουμένην τῇ μετοχῇ τῆς ζωῆς, ἐπειδὴ πᾶσα ζωὴ οἰκείᾳ τε καὶ καταλλήλῳ πέφυκε συντηρεῖσθαι τροφῇ. Τροφὴ δὲ τῆς μακαρίας ἐκείνης ζωῆς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, καθὼς αὐτὸς περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις ὁ ἀψευδὴς ἀπεφήνατο Λόγος, ᾧ διατραφῆναι μὴ βουληθεὶς ὁ πρῶτος ἄνθρωπος τῆς μὲν θείας εἰκότως ἀπεγένετο ζωῆς, ἄλλης δὲ θανάτου γεννήτορος ἐπελάβετο, καθ’ ἣν τὴν μὲν ἄλογον ἑαυτῷ μορφὴν ἐπιθέμενος, τῆς θείας δὲ τὸ ἀμήχανον ἀμαυρώσας κάλλος, βορὰν τῷ θανάτῳ τὴν ἅπασαν φύσιν παρέδωκε. Δι’ ἧς ὁ μὲν θάνατος ζῇ δι’ ὅλου τοῦ χρονικοῦ τούτου διαστήματος, ἡμᾶς βρῶσιν ποιούμενος, ἡμεῖς δὲ ζῶμεν οὐδέποτε, ἀεὶ διὰ φθορᾶς ὑπ’ αὐτοῦ κατεσθιόμενοι.

Ὅτι ἐκ τῆς ἀστάτου περιφορᾶς τῆς παρούσης ζωῆς ἄλλην εἶναι τὴν ἀληθῆ καὶ θείαν καὶ ὡσαύτως ἔχουσαν ζωὴν ἐπαιδεύθησαν οἱ ἅγιοι Ἧς τὸ ἀδρανὲς καὶ ἀλλεπάλληλον σοφῶς κατανοήσαντες οἱ ἅγιοι τὴν ἀνθρώποις προηγουμένως ἐκ Θεοῦ δεδωρημένην ταύτην μὴ εἶναι τὴν ζωήν, ὡς εἰκός, ἐπαιδεύθησαν, ἄλλην δὲ θείαν καὶ ὡσαύτως ἔχουσαν, ἣν μάλιστα δεῖν ὑπέλαβον ἑαυτῷ πρεπόντως ἀγαθὸν ὄντα τὸν Θεὸν προηγουμένως δημιουργῆσαι, μυστικῶς ἐδιδάχθησαν, πρὸς ἣν διὰ σοφίας κατὰ τὴν χάριν τοῦ Πνεύματος, ὡς ἐφικτὸν ἀνθρώποις τοῖς ὑπὸ θάνατον, τὸ ὄμμα τῆς ψυχῆς ἀνανεύσαντες, καὶ ἐνδιαθέτως τὸν αὐτῆς θεῖον ὑποδεξάμενοι πόθον, ἀποθέσθαι δεῖν ταύτην τὴν παροῦσαν ζωὴν εἰκότως ᾠήθησαν, εἰ μέλλοιεν καθαρῶς ἐκείνης κατὰ τὸν δέοντα λόγον ἐπιλήψεσθαι. Καὶ ἐπειδὴ ζωῆς ἀπόθεσις θανάτου χωρὶς οὐ γίνεται, θάνατον αὐτῆς ἐπενόησαν τὴν ἀποβολὴν τῆς κατὰ σάρκα στοργῆς, δι’ ἧς εἰς τὸν βίον ἡ τοῦ θανάτου γέγονεν εἴσοδος, ἵνα θανάτῳ θάνατον ἐπινοήσαντες τοῦ ζῆν τῷ θανάτῳ παύσωνται, τὸν τίμιον ἐναντίον Κυρίου θάνατον ἀποθανόντες, τὸν ὄντως τοῦ ὄντως θανάτου θάνατον, τὸν τὴν φθορὰν μὲν φθείρειν δυνάμενον, τῇ δὲ μακαρίᾳ ζωῇ καὶ ἀφθαρσίᾳ ἐν τοῖς ἀξίοις παρεχόμενον εἴσοδον.

Τὸ γὰρ πέρας τῆς παρούσης ταύτης ζωῆς οὐδὲ θάνατον οἶμαι δίκαιον ὀνομάζειν, ἀλλὰ θανάτου ἀπαλλαγήν, καὶ φθορᾶς χωρισμόν, καὶ δουλείας ἐλευθερίαν, καὶ ταραχῆς παῦλαν, καὶ πολέμων ἀναίρεσιν, καὶ συγχύσεως πάροδον, καὶ σκότους ὑποχώρησιν, καὶ πόνων ἄνεσιν, καὶ βομβήσεως ἀσήμου σιγήν, καὶ βράσματος ἠρεμίαν, καὶ αἰσχύνης συγκάλυμμα, καὶ παθῶν ἀποφυγήν, καὶ ἁμαρτίας ἀφανισμόν, καὶ πάντων, ἵνα συνελὼν εἴπω, τῶν κακῶν περιγραφήν, ἅπερ δι’ ἑκουσίου νεκρώσεως οἱ ἅγιοι κατορθώσαντες ξένους ἑαυτοὺς τοῦ βίου καὶ παρεπιδήμους παρέστησαν.

Κόσμῳ τε γὰρ καὶ σώματι καὶ ταῖς ἐξ αὐτῶν ἐπαναστάσεσι γενναίως μαχόμενοι, καὶ τὴν ἐξ ἀμφοῖν κατὰ τὴν τῶν αἰσθήσεων πρὸς τὰ αἰσθητὰ συμπλοκὴν παραγενομένην ἀπάτην ἀποπνίξαντες, ἀδούλωτον ἑαυτοῖς ἐφύλαξαν τῆς ψυχῆς τὸ ἀξίωμα· μάλα γε εἰκότως, ἔννομον κρίναντες εἶναι καὶ δίκαιον τὸ ἧτον ἄγεσθαι μᾶλλον τῷ κρείττονι, ἢ τὸ κρεῖττον τῷ χείρονι συμποδίζεσθαι, ὅσπερ δὴ νόμος θεῖος καὶ τοῖς προαιρουμένοις τὴν λογικοῖς προηγουμένως πρέπουσαν ἀσπάζεσθαι ζωὴν ἐμπεφυκώς, τὴν ἐμφερῶς δι’ ὀλιγαρκείας τὸ ἀπροσδεὲς τῶν ἀγγέλων μιμουμένην καὶ ἄνετον.

Ὅτι μὴ καθ’ ἡμᾶς ἢ τὴν φυσικὴν θεωρίαν, ἢ τὴν γραφικὴν μυσταγωγίαν ἐποίουν οἱ ἅγιοι Ἀλλ’ ἐπανελθόντες καθ’ εἱρμὸν τὰ λείποντα τῆς Μεταμορφώσεως τοῖς προθεωρηθεῖσι κατὰ δύναμιν διασκοπήσαντες προσαρμόσωμεν, ἵνα δειχθῇ τῶν ἁγίων ἡ ἐν πᾶσιν ἀκρότης καὶ ἡ γνησία πρὸς τὴν σάρκα καὶ τὴν ὕλην ἀποδιάθεσις, καὶ ὅτι μὴ καθ’ ἡμᾶς καὶ αὐτοὶ ἢ τὴν κτίσιν ἢ τὴν ἁγίαν Γραφὴν ὑλικῶς τε καὶ χαμερπῶς ἐθεώρουν, αἰσθήσει μόνον καὶ ἐπιφανείαις καὶ σχήμασι πρὸς ἀνάληψιν τῆς μακαρίας γνώσεως τοῦ Θεοῦ, γράμμασί τε καὶ συλλαβαῖς χρώμενοι, ἐξ ὧν τὸ πταίειν ἔστι περὶ τὴν κρίσιν τῆς ἀληθείας καὶ σφάλλεσθαι, ἀλλὰ νῷ μόνῳ καθαρωτάτῳ καὶ πάσης ὑλικῆς ἀπηλλαγμένῳ ἀχλύος. Εἴπερ οὖν εὐσεβῶς κρίνειν βουλόμεθα τοὺς τῶν αἰσθητῶν νοητῶς διασκοποῦντας λόγους, εἰς τὴν περὶ Θεοῦ καὶ τῶν θείων αὐτοὺς ἄπταιστον γνῶσιν ὀρθῶς δι’ εὐθείας τρίβου βαίνοντας κατίδοιμεν.

Θεωρία εἰς τὴν Μεταμόρφωσιν πλατυτέρα Εἴρηται τοίνυν ἀνωτέρω ὅτι διὰ μὲν τῆς γενομένης ἐπὶ τοῦ ὄρους τοῦ προσώπου τοῦ Κυρίου φωτοειδοῦς λαμπρότητος πρὸς τὴν πᾶσι καθόλου τοῖς οὖσιν ἄληπτον τοῦ Θεοῦ μυστικῶς οἱ τρισμακάριοι ἀπόστολοι κατὰ τὸ ἄῤῥητόν τε καὶ ἄγνωστον ἐχειραγωγοῦντο δύναμίν τε καὶ δόξαν, τῆς ἀφανοῦς κρυφιότητος τὸ φανὲν αὐτοῖς πρὸς τὴν αἴσθησιν φῶς σύμβολον εἶναι μανθάνοντες. Ὡς γὰρ ἐνταῦθα τοῦ γενομένου φωτὸς τὴν τῶν ὀφθαλμῶν νικᾷ ἐνέργειαν ἡ ἀκτὶς ἀχώρητος αὐτοῖς διαμένουσα, οὕτω κἀκεῖ Θεὸς πᾶσαν νοὸς δύναμιν ὑπερβαίνει καὶ ἐνέργειαν, οὐδ’ ὅλως ἐν τῷ νοεῖσθαι τῷ νοεῖν πειρωμένῳ τὸν οἱονοῦν τύπον ἀφείς. Διὰ δὲ τῶν λευκῶν ἱματίων τήν τε ἐν τοῖς κτίσμασιν ἀναλόγως τοῖς καθ’ οὓς γεγένηνται λόγοις μεγαλουργίαν καὶ τὴν ἐν τοῖς ῥήμασι τῆς ἁγίας Γραφῆς κατὰ τὸ νοούμενον μυσταγωγίαν ἐν ταὐτῷ καὶ ἅμα θεοπρεπῶς ἐδιδάσκοντο, οἷα τῇ ἐπιγνώσει τοῦ Θεοῦ συναναφαινομένης τῆς τε γραφικῆς κατὰ τὸ πνεῦμα δυνάμεως καὶ τῆς ἐν τοῖς κτίσμασι κατ’ αὐτὸ σοφίας καὶ γνώσεως, δι’ ὧν πάλιν αὐτὸς ἀναλόγως ἐκφαίνεται. Διὰ δὲ Μωϋσέως καὶ Ἠλίου τῶν ἑκατέρωθεν αὐτῷ συνόντων (τοῦτο γὰρ εἰς τὴν ἐξέτασιν τῆς θεωρίας λείπεται), πολλοὺς κατὰ πολλὰς ἐπινοίας, ὧν τύποι προεβέβληντο μυστηρίων δι’ ἀληθοῦς θεωρίας γνωστικοὺς ὑπεδέχοντο τρόπους.

Θεωρία εἰς τὸν Μωϋσῆν καὶ τὸν Ἠλίαν Αʹ. Καὶ πρῶτον μὲν τὴν περὶ τοῦ δεῖν πάντως συνεῖναι τῷ Λόγῳ καὶ Θεῷ τόν τε νομικὸν καὶ τὸν προφητικὸν λόγον διὰ Μωϋσέως καὶ Ἠλίου εὐσεβεστάτην ἐλάμβανον ἔννοιαν, ὡς ἐξ αὐτοῦ καὶ περὶ αὐτοῦ καὶ ὄντας καὶ ἀπαγγέλοντας, καὶ περὶ αὐτὸν ἱδρυμένους.

Ἄλλη εἰς αὐτοὺς βʹ Βʹ. Εἶτα σοφίαν καὶ χρηστότητα συνούσας αὐτῷ διὰ τῶν αὐτῶν ἐπαιδεύοντο, τὴν μὲν ὅτι κατ’ αὐτὴν διαγορευτικός ἐστι τῶν ποιητέων ὁ Λόγος καὶ ἀπαγορευτικὸς τῶν οὐ ποιητέων, ἧς τύπος ὑπῆρχε Μωϋσῆς (σοφίας γὰρ τὴν τῆς νομοθεσίας εἶναι πιστεύομεν χάριν), τὴν δὲ ὅτι κατ’ αὐτὴν προτρεπτικός ἐστι καὶ ἐπιστρεπτικὸς πρὸς τὴν θείαν ζωὴν τῶν αὐτῆς ἀπολισθησάντων, ἧς τύπος ὑπῆρχεν Ἠλίας, δι’ ἑαυτοῦ ὅλον τὸ προφητικὸν δηλῶν χάρισμα.

Χρηστότητος γὰρ θείας ἴδιον γνώρισμα τῶν πεπλανημένων ἡ μετὰ φιλανθρωπίας ἐπιστροφή, ἧς κήρυκας τοὺς προφήτας γινώσκομεν.

Ἄλλη εἰς αὐτοὺς γʹ Γʹ. Ἢ γνῶσιν καὶ παιδείαν, τὴν μὲν ὅτι καλοῦ τε καὶ κακοῦ τῆς εἰδήσεως τοῖς ἀνθρώποις ὑπάρχει παρεκτικός. Δέδωκα γάρ, φησί, πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, ἐφ’ ᾧ τὴν μὲν ἑλεῖν αἱρεῖσθαι, τὸν δὲ φυγεῖν, καὶ μὴ ὡς καλῷ περιπεσεῖν ἐξ ἀγνοίας τῷ χείρονι, ὅπερ Μωϋσῆς πεπραχὼς ἀνηγόρευται, προτυπῶν ἐν ἑαυτῷ τῆς ἀληθείας τὰ σύμβολα· τὴν δὲ ὅτι τῶν τοῖς ἐναντίοις ἀνέδην χρωμένων κατὰ τὸν Ἰσραήλ, οὗ παιδευτὴς Ἠλίας ὁ μέγας ἐγένετο, καὶ μιγνύντων ἀδιακρίτως τὰ ἄμικτα, τῆς ἀδιαφορίας ἐστὶ κολαστικός, καὶ τῶν παντελῶς τῷ κακῷ προστεθειμένων τὴν ἄνοιαν καὶ τὴν πώρωσιν εἰς ἔννοιαν ἄγων, ὡς λόγος, καὶ αἴσθησιν.

Ἄλλη εἰς αὐτοὺς δʹ Δʹ. Ἢ πρᾶξιν καὶ θεωρίαν, τὴν μὲν ὡς κακίας ἀναιρετικήν, καὶ κόσμου δι’ ἐπιδείξεως ἀρετῶν τοὺς δι’ αὐτῆς ἀγομένους παντελῶς κατὰ διάθεσιν τέμνουσαν, ὡς Μωϋσῆς τῆς Αἰγύπτου τὸν Ἰσραήλ, καὶ θείοις νόμοις τοῦ Πνεύματος εὐπειθῶς παιδεύουσαν ἄγεσθαι· τὴν δὲ ὡς εἴδους καὶ ὕλης ἁρπάζουσαν, ὡς τὸν Ἠλίαν τὸ ἐκ πυρὸς ἅρμα, καὶ Θεῷ διὰ γνώσεως προσάγουσάν τε καὶ συνάπτουσαν ὑπὸ σαρκὸς μηδ’ ὁτιοῦν βαρουμένους, διὰ τὴν τοῦ κατ’ αὐτὴν νόμου ἀθέτησιν, ἢ ἐπάρσει καθ’ ὁτιοῦν ἐπὶ τοῖς κατορθώμασι φλεγομένους, διὰ τὴν συνημμένην ταῖς ὄντως ἀρεταῖς δρόσον τῆς πτωχείας τοῦ πνεύματος.

Ἄλλη εἰς αὐτοὺς εʹ Εʹ. Ἣ πάλιν τὰ κατὰ τὸν γάμον καὶ τὴν ἀγαμίαν μυστήρια παρὰ τῷ Λόγῳ εἶναι μανθάνοντες διὰ Μωϋσέως, τοῦ διὰ τὸν γάμον τῆς θείας ἐραστοῦ γενέσθαι δόξης μὴ κωλυθέντος, καὶ διὰ Ἠλίου, τοῦ παντελῶς γαμικῆς συναφείας καθαροῦ διαμείναντος, οἷα τοῦ Λόγου καὶ Θεοῦ τοὺς λόγῳ ταῦτα ἰθύνοντας, κατὰ τοὺς θειωδῶς περὶ αὐτῶν κειμένους νόμους, ἑαυτῷ μυστικῶς εἰσποιεῖσθαι κηρύττοντος.

Ἄλλη εἰς αὐτοὺς στʹ ΣΤʹ. Ἢ ζωῆς καὶ θανάτου διὰ τῶν αὐτῶν Κύριον πιστῶς ὄντα τὸν Λόγον πληροφορούμενοι.

Ἄλλη εἰς αὐτοὺς ζʹ Ζʹ. Ἢ καὶ τὸ πάντας ζῇν τῷ Θεῷ καὶ μηδένα παντελῶς παρ’ αὐτῷ νεκρὸν εἶναι διὰ τῶν αὐτῶν μανθάνοντες, πλὴν τοῦ ἑαυτὸν τῇ ἁμαρτίᾳ νεκρώσαντος καὶ τῇ ἑκουσίῳ πρὸς τὰ πάθη ῥοπῇ τοῦ Λόγου ἑαυτὸν ἀποκόψαντος.

Ἄλλη εἰς αὐτοὺς ηʹ Ηʹ. Ἢ πάλιν πρὸς τὸν Λόγον ὡς ἀλήθειαν ὄντα κατ’ ἀναφορὰν εἶναί τε καὶ ὑπάρχειν τοὺς τύπους τῶν μυστηρίων, καὶ εἰς αὐτὸν συνάγεσθαι, τῆς τε νομικῆς καὶ τῆς προφητικῆς πραγματείας ὡς ἀρχὴν καὶ τέλος, ἐφωταγωγοῦντο.

Ἄλλη εἰς αὐτοὺς θʹ Θʹ. Ἢ τὰ μετὰ Θεὸν πάντα καὶ ἐκ Θεοῦ γεγονότα, τουτέστι τὴν φύσιν τῶν ὄντων καὶ τὸν χρόνον, παρὰ τῷ Θεῷ ὄντα συνεκφαίνεσθαι ἀληθῶς φαινομένῳ, κατὰ τὸ ἐφικτόν, ὡς αἰτίῳ καὶ ποιητῇ. Ὧν τοῦ μὲν χρόνου τύπος ἂν εἴη Μωϋσῆς, οὐ μόνον ὡς χρόνου καὶ τοῦ κατ’ αὐτὸν ἀριθμοῦ διδάσκαλος (οὗτος γὰρ πρῶτος τὸν κατὰ τὴν γένεσιν τοῦ κόσμου χρόνον ἠρίθμησε), καὶ ὡς χρονικῆς γενόμενος λατρείας καθηγητής, ἀλλὰ καὶ ὡς μὴ συνεισερχόμενος ἐκείνοις σωματικῶς εἰς τὴν κατάπαυσιν ὧν πρὸς τῆς θείας καθηγήσατο ἐπαγγελίας· τοιοῦτον γὰρ καὶ ὁ χρόνος, οὐ φθάνων ἢ συνερχόμενος κατὰ τὴν κίνησιν ἐκείνοις οὓς πρὸς τὴν θείαν τοῦ μέλλοντος αἰῶνος ζωὴν πέφυκε παραπέμπειν.

Ἰησοῦν γὰρ ἔχει τὸν παντὸς ὄντα καὶ χρόνου καὶ αἰῶνος διάδοχον, κἂν εἰ ἄλλως οἱ λόγοι τοῦ χρόνου ἐν τῷ Θεῷ διαμένωσιν, ὡς δηλοῖ μυστικῶς ἡ τοῦ ἐν ἐρήμῳ δοθέντος νόμου διὰ Μωϋσέως τοῖς τὴν γῆν λαβοῦσι τῆς κατασχέσεως συνείσοδος. Αἰὼν γάρ ἐστιν ὁ χρόνος, ὅταν στῇ τῆς κινήσεως, καὶ χρόνος ἐστὶν ὁ αἰών, ὅταν μετρῆται κινήσει φερόμενος, ὡς εἶναι τὸν μὲν αἰῶνα, ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, χρόνον ἐστερημένον κινήσεως, τὸν δὲ χρόνον αἰῶνα κινήσει μετρούμενον.

Τῆς δὲ φύσεως Ἠλίας, οὐ μόνον ὡς τοὺς καθ’ ἑαυτὸν ἀλωβήτους φυλάξας λόγους, καὶ τὸ ἐπ’ αὐτοῖς κατὰ γνώμην φρόνημα τροπῆς τῆς ἐκ πάθους ἐλεύθερον, ἀλλὰ καὶ ὡς ἐν κρίσει παιδεύων, οἷόν τις φυσικὸς νόμος, τοὺς παρὰ φύσιν τῇ φύσει χρωμένους. Τοιοῦτον γὰρ καὶ ἡ φύσις, τοὺς αὐτὴν παραφθείρειν ἐπιχειροῦντας τοσοῦτον κολάζουσα, ὅσον τοῦ παρὰ φύσιν ζῇν ἐπιτηδεύουσι, τῷ μὴ ὅλην αὐτῆς φυσικῶς ἔτι κεκτῆσθαι τῆς φύσεως τὴν δύναμιν, μειωθέντας ἤδη τῆς κατ’ αὐτὴν ἀρτιότητος καὶ διὰ τοῦτο κολαζομένους, ὡς ἑαυτοῖς ἀβούλως τε καὶ ἀφρόνως διὰ τῆς πρὸς τὸ μὴ ὂν νεύσεως τοῦ εἶναι παρεχομένους τὴν ἔλλειψιν.

Ἄλλη εἰς αὐτοὺς ιʹ Ιʹ. Ἴσως δὲ καὶ τὴν νοητὴν καὶ τὴν αἰσθητὴν κτίσιν ἔχεσθαι τοῦ δημιουργοῦ Λόγου τις εἰπὼν διὰ Μωϋσέως καὶ Ἠλίου, τῆς ἀληθείας οὐ διαμαρτάνει. Ὧν τῆς μὲν αἰσθητῆς Μωϋσῆς λόγον ἐπέχει, ὡς ὑπὸ γένεσιν καὶ φθορὰν γενόμενος, καθὼς ἡ περὶ αὐτοῦ ἱστορία δηλοῖ, τὴν γέννησιν καὶ τὸν θάνατον αὐτοῦ καταγγέλλουσα.

Τοιοῦτον γὰρ καὶ αἰσθητὴ κτίσις, ἀρχὴν ἐγνωσμένην γενέσεως ἔχουσα καὶ διαφθορᾶς ὡρισμένον τέλος ἐλπίζουσα. Τῆς δὲ νοητῆς Ἠλίας, ὡς οὔτε γέννησιν αὐτοῦ τῆς περὶ αὐτοῦ μηνυούσης ἱστορίας, κἂν εἰ γεγέννηται, οὔτε μὴν τὴν διὰ θανάτου φθορὰν ἐλπίζεσθαι ὁριζομένης, κἂν εἰ τεθνήξεται. Τοιοῦτον γὰρ καὶ ἡ νοητὴ κτίσις, οὔτε ἀρχὴν γενέσεως ἀνθρώποις κατάδηλον ἔχουσα, κἂν εἰ γεγένηται καὶ ἦρκται καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρῆκται, οὔτε τέλος τοῦ εἶναι διὰ φθορᾶς ὡρισμένον ἐκδέχεται. Τὸ γὰρ ἀνώλεθρον φυσικῶς ἔχει λαβοῦσα παρὰ Θεοῦ, τοῦ οὕτως αὐτὴν δημιουργῆσαι θελήσαντος.

Ἄλλη συνεκτικὴ θεωρία εἰς τὴν Μεταμόρφωσιν Εἰ δέ τῳ μὴ περιεργότερος τοῦ δέοντος εἶναι δοκῶ, καὶ ἕτερον μέγα τε καὶ θεῖον, ὡς οἶμαι, ἐκ τῆς θείας Μεταμορφώσεως μυστήριον ἡμῖν ἀναφαίνεται, καὶ τῶν εἰρημένων λαμπρότερον. Οἶμαι γὰρ τοὺς καθόλου δύο τῆς θεολογίας τρόπους μυστικῶς ὑφηγεῖσθαι τὰ ἐπὶ τοῦ ὄρους κατὰ τὴν Μεταμόρφωσιν θεοπρεπῆ δραματουργήματα, τόν τε προηγούμενόν φημι καὶ ἁπλοῦν καὶ ἀναίτιον, καὶ διὰ μόνης καὶ παντελοῦς ἀποφάσεως τὸ θεῖον ὡς ἀληθῶς καταφάσκοντα καὶ τὴν ὑπεροχὴν αὐτοῦ δι’ ἀφασίας δεόντως σεμνύνοντα, καὶ τὸν ἑπόμενον τούτῳ καὶ σύνθετον διὰ καταφάσεως μεγαλοπρεπῶς ἐκ τῶν αἰτιατῶν ὑπογράφοντα· οἷς, κατὰ τὸ δυνατὸν ἀνθρώποις εἰδέναι, ἡ περὶ Θεοῦ τε καὶ τῶν θείων ἐπαιωρουμένη γνῶσις διὰ τῶν προσφυῶν ἡμῖν συμβόλων πρὸς ἀμφοτέρους ἡμᾶς ἄγει τοὺς τρόπους, δι’ εὐσεβοῦς τῶν ὄντων κατανοήσεως ἀμφοτέρων ἡμῖν ἐφιστῶσα τοὺς λόγους, καὶ τοῦ μὲν προτέρου πᾶν τὸ ὑπὲρ αἴσθησιν σύμβολον εἶναι διδάσκουσα, τοῦ δὲ δευτέρου τὰ κατ’ αἴσθησιν ἀθροιστικὰ εἶναι παιδεύουσα μεγαλουργήματα.

Ἐκ γὰρ τῶν ὑπὲρ αἴσθησιν συμβόλων τὴν ὑπὲρ λόγον καὶ νοῦν ἀλήθειαν εἶναι μόνον πιστεύομεν, περὶ τοῦ τί καὶ πῶς καὶ ὁποίαν εἶναι καὶ ποῦ καὶ πότε μηδ’ ὅλως τολμῶντες σκοπεῖν ἢ ἐννοεῖν ἀνεχόμενοι, τῆς ἐγχειρήσεως τὸ ἀσεβὲς παραιτούμενοι· ἐκ δὲ τῶν κατ’ αἴσθησιν, ὡς ἡμῖν ἐστι δυνατόν, κατ’ ἔννοιαν μόνον ἰσχνῶς τῆς περὶ Θεοῦ γνώσεως τὰς εἰκασίας λαμβάνοντες πάντα αὐτὸν εἶναί φαμεν ὅσα ἐκ τῶν αὐτοῦ ποιημάτων ὡς αἴτιον ἐγνωρίσαμεν.

Ὅτι καὶ ἑαυτοῦ τύπος ὁ Κύριος γέγονεν κατὰ τὴν ἑαυτοῦ διὰ σαρκὸς οἰκονομίαν Σκοπήσωμεν δὲ εἰ μὴ καλῶς ἑκάστῳ τῶν εἰρημένων τρόπων κατὰ τὴν θείαν ἐκείνην τοῦ Κυρίου Μεταμόρφωσιν καὶ σοφῶς ἐνυπάρχει τὸ σύμβολον. Ἔδει γὰρ αὐτὸν καθ’ ἡμᾶς ἀτρέπτως κτισθῆναι δι’ ἄμετρον φιλανθρωπίαν καταδεξάμενον ἑαυτοῦ γενέσθαι τύπον καὶ σύμβολον, καὶ παραδεῖξαι ἐξ ἑαυτοῦ συμβολικῶς ἑαυτόν, καὶ δι’ ἑαυτοῦ φαινομένου πρὸς ἑαυτὸν ἀφανῶς πάντη κρυπτόμενον χειραγωγῆσαι τὴν ἅπασαν κτίσιν καὶ τῆς ἀφανοῦς καὶ πάντων ἐπέκεινα κρυφιομύστου καὶ ὑπ’ οὐδενὸς τῶν ὄντων οὐδενὶ τὸ σύνολον τρόπῳ νοηθῆναι ἢ λεχθῆναι δυναμένης ἀπειρίας τὰς ἐκφανεῖς διὰ σαρκὸς θεουργίας ἀνθρώποις παρασχεῖν φιλανθρώπως μηνύματα.

Θεωρία τοῦ ἀστράψαντος προσώπου τοῦ Κυρίου Τὸ τοίνυν φῶς τοῦ προσώπου τοῦ Κυρίου τὸ νικῆσαν τῆς ἀνθρωπίνης αἰσθήσεως τὴν ἐνέργειαν, τὸν τρόπον διετύπου τοῖς μακαρίοις ἀποστόλοις τῆς κατ’ ἀπόφασιν μυστικῆς θεολογίας, καθ’ ὃν ἡ μακαρία καὶ ἁγία θεότης κατ’ οὐσίαν ἐστὶν ὑπεράῤῥητος καὶ ὑπεράγνωστος καὶ πάσης ἀπειρίας ἀπειράκις ἐξῃρημένη, οὐδ’ ἴχνος ὅλως καταλήψεως, κἂν ψιλόν, τοῖς μετ’ αὐτὴν καταλείψασα, οὐδὲ τὴν πῶς κἂν ποσῶς ἡ αὐτὴ καὶ μονάς ἐστι καὶ τριὰς ἔννοιαν ἐφιεῖσά τινι τῶν ὄντων, ἐπειδὴ μηδὲ χωρεῖσθαι κτίσει τὸ ἄκτιστον πέφυκε, μηδὲ περινοεῖσθαι τοῖς πεπερασμένοις τὸ ἄπειρον.

Θεωρία εἰς τὰ φανὰ τοῦ Κυρίου ἐνδύματα Τὸν δὲ καταφατικὸν τρόπον εἴς τε τὸν κατ’ ἐνέργειαν πρόνοιάν τε καὶ κρίσιν διαιρούμενον· τὸν μὲν κατ’ ἐνέργειαν, τὸν ἐκ καλλονῆς καὶ μεγέθους τῶν κτισμάτων τὴν περὶ τοῦ δημιουργὸν εἶναι τῶν ὅλων τὸν Θεὸν εἰσηγούμενον δήλωσιν, διὰ τῶν λαμπρῶν ἐσθημάτων τοῦ Κυρίου δηλοῦσθαι, ἅπερ εἰς τὰ φαινόμενα κτίσματα προεκλαβὼν ὁ λόγος ἀπέδειξεν.

Θεωρία ἄλλη εἰς τὸν Μωϋσῆν Τὸν δὲ κατὰ πρόνοιαν τρόπον διὰ τοῦ Μωϋσέως σημαίνεσθαι, ὡς πλάνης φιλανθρώπως ἐξαιρουμένην τοὺς κακίᾳ συνειλημμένους, καὶ τοὺς τρόπους σοφῶς τοῖς ἀνθρώποις διαποικίλλουσαν τῆς πρὸς τὰ θεῖα καὶ ἄϋλα καὶ ἀσώματα ἀπὸ τῶν ὑλικῶν καὶ φθαρτῶν καὶ σωματικῶν ἐκδημίας, καὶ τοῖς θείοις νόμοις ἐπιστημόνως ἐρείδουσα.

Θεωρία ἄλλη εἰς τὸν Ἠλίαν Τὸν δὲ τῆς κρίσεως τρόπον διὰ τοῦ Ἠλίου μηνύεσθαι, ὡς λόγῳ τε καὶ ἔργῳ τοὺς μὲν κατ’ ἀξίαν τιμωρουμένης, τοὺς δὲ περιεπούσης διὰ τοῦ κατὰ τὴν ὑποκειμένην ὕλην τε καὶ ποιότητα τῆς ἀρετῆς ἢ τῆς κακίας ἑκάστῳ προσφόρως αὐτὴν ἁρμόζεσθαι. Ταῦτα γὰρ πάντα τὰ προθεωρηθέντα κατὰ τὸν παρόντα τῆς ἁγίας Γραφῆς τόπον Μωϋσῆς τε καὶ Ἠλίας, ὡς ἐνῆν μάλιστα τοὺς τὰ θεῖα τυπικῶς δι’ ἑαυτῶν ὑπογράφοντας πράγματα, ἐν τοῖς καθ’ ἑαυτὸν ἑκάτερος χρόνοις καθ’ ἱστορίαν εἰργάσαντο, ἐμφερῶς ἔχοντα πρὸς τὰ εἰρημένα κατὰ τὸν τῆς θεωρίας τρόπον.

Θεωρία περὶ τῆς πρὸς τὸν Κύριον κατὰ τὴν Μεταμόρφωσιν διαλέξεως Μωϋσέως καὶ Ἠλίου Ἐκ δὲ τοῦ συλλαλεῖν αὐτοὺς τῷ Κυρίῳ, καὶ τὴν ἔξοδον λέγειν ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ, οὐ μόνον τὴν ἐπ’ αὐτῷ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένην τῶν μυστηρίων ἔκβασιν ἐδιδάσκοντο, ἀλλ’ ἴσως καὶ τὸ μὴ ληπτὸν εἶναι μηδενὶ καθόλου τῶν ὄντων τὸ πέρας τῆς ἀῤῥήτου περὶ τὸ πᾶν βουλῆς τοῦ Θεοῦ καὶ τῶν ἐπ’ αὐτῇ θείων οἰκονομιῶν, πλὴν τῆς μεγάλης αὐτοῦ προνοίας καὶ κρίσεως, δι’ ὧν εἰς τὸ μόνῳ τῷ Θεῷ προεγνωσμένον τέλος τὸ πᾶν εὐτάκτως ἐπείγεται, ὅπερ πάντες μὲν ὁμοίως ἠγνόησαν κατὰ τὸ τί ποτε εἶναι καὶ πῶς καὶ ποῖον καὶ πότε, μόνοι δὲ ἀληθῶς μόνον ἐπέγνωσαν ἔσεσθαι οἱ τὴν ψυχὴν ἀρεταῖς ἐκκαθάραντες ἅγιοι, καὶ πρὸς τὰ θεῖα τὴν ῥοπὴν αὐτῆς ὅλην τὴν νοερὰν ὁλικῶς μετεγκλίναντες, αὐτῆς, ὡς εἰπεῖν, τῆς καθόλου τῶν ὁρατῶν φύσεως, δι’ ὧν συνίστασθαι πέφυκε τρόπων, τὸ τέλος τῆς παρούσης αὐτῆς εὐκοσμίας, μονονουχὶ διαῤῥήδην βοώσης, ἀκούσαντες.

Θεωρία φυσικὴ περὶ τοῦ τέλος ἐξ ἀνάγκης ἔχειν τὸν κόσμον Περιαθρήσαντες γάρ, ὡς ἐνῆν μάλιστα, ἐπιστημόνως τὸν παρόντα κόσμον, καὶ τῶν ἐν αὐτῷ ποικίλως ἀλλήλοις συνηρμοσμένων σωμάτων, τὸν συνεπτυγμένον κατ’ ἔννοιαν σοφῶς ἐξαπλώσαντες λόγον εὗρον τὰ μὲν αὐτῶν αἰσθητὰ καὶ ἀντιληπτὰ καὶ καθολικά, τὰ δὲ αἰσθητικὰ καὶ ἀντιληπτικὰ καὶ μερικά, πάντα δὲ πᾶσι περιεχόμενά τε καὶ περιτρεπόμενα τῇ ἐπαλλαγῇ τῆς περὶ ἕκαστον ποιᾶς ἰδιότητος. Τοῖς μὲν γὰρ αἰσθητοῖς περιέχεται κατὰ φύσιν τὰ αἰσθητικά, τὰ δὲ αἰσθητὰ τοῖς αἰσθητικοῖς κατ’ αἴσθησιν, ὡς ἀντιληπτά. Καὶ πάλιν τὰ μὲν καθόλου τοῖς μερικοῖς κατὰ ἀλλοίωσιν, τὰ δὲ μερικὰ τοῖς καθόλου κατὰ ἀνάλυσιν περιτρεπόμενα φθείρεται. Καὶ τῶν μὲν διὰ τῆς τῶν ἄλλων φθορᾶς ἡ γένεσις ἄρχεται, τῶν δὲ διὰ τῆς τῶν ἄλλων γενέσεως ἡ φθορὰ ἐπιγίνεται, τῶν γὰρ καθόλου ἡ πρὸς ἄλληλα σύνοδος τῶν μερικῶν ποιουμένη τὴν γένεσιν ἀλλήλων τῇ ἀλλοιώσει ἐστὶ φθορά, καὶ τῶν αὖ μερικῶν ἡ κατὰ διάλυσιν τῆς συνθέσεως πρὸς τὰ καθόλου ἀνάλυσις τὴν φθορὰν ἐπεισάγουσα τῶν καθόλου ἐστὶ διαμονὴ καὶ γένεσις.

Καὶ ταύτην εἶναι μαθόντες τοῦ αἰσθητοῦ κόσμου τὴν σύστασιν, τὴν εἰς ἄλληλα τῶν ἐν αὐτῷ σωμάτων, ἐξ ὧν καὶ ἐν οἷς ὑφέστηκε δι’ ἀλλήλων φθορὰν καὶ ἀλλοίωσιν, ἀκολούθως διὰ τῆς κατὰ φύσιν ἀστάτου καὶ ἀλλοιωτῆς καὶ ἄλλοτε ἄλλως φερομένης τε καὶ περιτρεπομένης καθόλου τῶν ἐξ ὧν συνέστηκε σωμάτων ἰδιότητος τὴν ἐξ ἀνάγκης καθ’ εἱρμὸν γενησομένην αὐτοῦ συντέλειαν ἐπαιδεύθησαν οὐκ εἶναι δυνατόν, οὔτε μὴν λογικῆς συνέσεως ἀΐδιον φάναι τὸ μὴ ὡσαύτως ἔχον ἀεί, δίχα τροπῆς καὶ τῆς οἱασοῦν ἀλλοιώσεως, ἀλλὰ μυρίοις σκεδαννύμενον τρόποις καὶ περιτρεπόμενον, ὀρθῶς λογισάμενοι.

Θεωρία σύντομος περὶ τοῦ μέλλοντος αἰῶνος, καὶ τί τὸ χάσμα ἐστὶ τὸ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων, καὶ τίς ὁ Λάζαρος καὶ ὁ κόλπος τοῦ πατριάρχου Ἐντεῦθεν τῶν ὁρωμένων ὑπεράνω γενόμενοι μεγαλοφυῶς τοῦ πάντως ἐσομένου τῶν ὅλων κατεστοχάσαντο πέρατος, ἐν ᾧ τι τῶν ὄντων οὐκέτι φέρον ἐστὶ καὶ φερόμενον, οὐδέ τις οὐδενὸς τὸ σύνολον κίνησις παγιότητος ἀῤῥήτου, τὴν τῶν φερομένων τε καὶ κινουμένων φοράν τε ὁρισαμένης καὶ κίνησιν. Πρὸς ὃ γενέσθαι κατὰ νοῦν ἐπιθυμήσαντες, ἔτι τὴν ὑπὸ φθορὰν περικείμενοι σάρκα ἐμφρόνως τὸ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων χάσμα διέβησαν, σαρκὸς καὶ κόσμου κατὰ τὴν σχέσιν ἑκουσίως ἀπογενόμενοι. Χάσμα γὰρ ὡς ἀληθῶς φοβερόν τε καὶ μέγα μεταξὺ Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ἡ πρὸς τὸ σῶμα καὶ τὸν κόσμον τοῦτον στοργὴ καὶ διάθεσις.

Ὧν γενναίως τὴν στέρησιν χαίρων στέρξας ὁ Λάζαρος (ὡς δηλοῖ ἥ τε νόσος καὶ ἡ πενία, ἡ μὲν τὴν πρὸς τὸν κόσμον, ἡ δὲ τὴν πρὸς τὸ σῶμα ποιουμένη αὐτῷ ἀλλοτρίωσιν) τὴν ἐν κόλποις Ἀβραὰμ κατηξιώθη λαβεῖν ἀνάπαυσιν, τὸν τούτοις προστετηκότα πλούσιον ἔξω ἀφεὶς τῆς ἀνέσεως, μηδὲν ἄλλο τῆς διὰ σαρκὸς ὠφεληθέντα ζωῆς, πλὴν τοῦ ἐπ’ αὐτῇ ἀπεράντως κολάζεσθαι, ὡς οὔτε τὴν παροῦσαν ζωὴν ἔχοντα, ἣν ποθήσας μόνην ἠσπάζετο, ἀκράτητον φύσει κατὰ τὴν ῥεῦσιν ὑπάρχουσαν, οὔτε τὴν τῆς μελλούσης μεταλαχεῖν δυνάμενον, πρὸς ἣν ἀργὸς παντάπασι διέμεινε καὶ ἀνέραστος, μόνοις ἐκείνοις συμφύεσθαι τοῖς αὐτὴν ὁλοσχερῶς ἀγαπήσασι πεφυκυίας καὶ τοῦ πρὸς αὐτὴν εἵνεκα πόθου πάντα τὰ ἀλγεινὰ προθύμως μεθ’ ἡδονῆς ὑπομείνασι.

Κόλπους δὲ Ἀβραὰμ ἀκούοντες τὸν ἐκ σπέρματος Ἀβραὰμ τὸν κατὰ σάρκα ἡμῖν ἐπιφανέντα νοήσομεν Θεόν, τὸν ὄντως πάντων χωρητικὸν καὶ πᾶσι τοῖς ἀξίοις τῆς χάριτος ἀναλόγως τῇ κατ’ ἀρετὴν ἑκάστου ποιότητί τε καὶ ποσότητι, οἷόν τινας διαφόρους νομὰς ἀμερῶς ἑαυτὸν ἐπιμερίζοντα καὶ τοῖς μετέχουσιν οὐδ’ ὁπωσοῦν συνδιατεμνόμενον, διὰ τὴν κατὰ φύσιν ἄτμητον ὀντότητα τῆς ἑνότητος, κἂν πάλιν διὰ τὴν διάφορον ἀξίαν τῶν μετεχόντων ταῖς μετοχαῖς παραδόξως καθ’ ἕνωσιν ἄῤῥητον ἀφοριστικῶς ἐπιφαινόμενον (οἶδεν ὁ Λόγος). Πρὸς ὃν οὐδεὶς διαβῆναι δυνήσεται θρύψει χαίρων σαρκός, καὶ τῆς αὐτοῦ μακαρίας δόξης τῇ τοῦ κόσμου ἀπάτῃ πλέον ἡδόμενος, οὐδὲ στήσεται μετὰ τοῦ τὸν κόσμον νικήσαντος ὁ τῷ κόσμῳ ἡττηθεὶς καὶ ἐπ’ αὐτῷ κακῶς εἰδὼς ἀγαλλόμενος. Οὐκ εἶναι γὰρ ἄξιον ἔκρινεν ἡ θεία δικαιοσύνη, τοὺς τῇ ζωῇ ταύτῃ τὰ κατὰ τὸν ἄνθρωπον περιγράφοντας, καὶ πλούτῳ καὶ ὑγείᾳ σώματος καὶ τοῖς ἄλλοις ἀξιώμασιν ἁβρυνομένους, καὶ τοῦτο μόνον μακάριον κρίνοντας, τὰ δὲ τῆς ψυχῆς ἀγαθὰ παρ’ οὐδὲν τιθεμένους, τῶν θείων καὶ αἰωνίων μεταλαχεῖν ἀγαθῶν, ὧν οὐδ’ ὅλως ἐφρόντισαν, διὰ τὴν πολλὴν περὶ τὰ ὑλικὰ σπουδὴν ἀγνοήσαντας ὅσον πλούτου καὶ ὑγείας καὶ τῶν ἄλλων προσκαίρων ἀγαθῶν αἱ ἀρεταὶ ὑπερέχουσιν.